← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§63.15-64.33

灵魂情态的身体性与审视前人学说的意义

亚里斯多德从定义的分类重新回到灵魂的情态,再次确认愤怒等情态与质料不可分离(不同于数学对象),菲洛波庞据此结合愤怒的三重层次(理性、气息、外在身体)解释了其身体方面。在接下来的引文中,他理顺了亚里斯多德第二章开头的倒装句式,说明了在提出疑难的同时审视前人学说的必然性与意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Ἀλλ’ ἐπανιτέον ὅθεν ὁ λόγος. ἐλέγομεν δὴ ὅτι τὰ πάθη τῆς ψυχῆς ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζῴων, ᾗ δὴ τοιαῦτα ὑπάρχει,1 θυμὸς καὶ φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ καὶ ἐπίπεδον." Εἰπὼν ὅτι τὰ πάθη τῆς ψυχῆς λόγοι ἔνυλοί εἰσι καὶ διὰ τοῦτο οὐ περὶ πάσης ψυχῆς τοῦ φυσικοῦ ἐστι διαλεχθῆναι, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης, καὶ διὰ τοῦτο ἀναγκασθεὶς εἰπεῖν ποσαχῶς ὁριστέον τὰ ἔνυλα καὶ ποίῳ ὁρισμῷ ὁ φυσικὸς χρήσαιτο ἄν, εἶτα παρεξελθὼν καὶ εἰπὼν τίνες τοῖς λοιποῖς τῶν ὁρισμῶν χρήσαιντο ἄν, ὅπερ οὐδὲν πρὸς τὴν προκειμένην συνετέλει πραγματείαν, ἐπάνεισι νῦν εἰς τὸν περὶ τῶν παθῶν τῆς ψυχῆς λόγον καὶ ἀναμιμνήσκει τῶν εἰρημένων, ὅτι τῶν παθῶν τῆς ψυχῆς χρῄζομεν πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ. ἴσμεν οὖν, φησίν, ὅτι τὰ πάθη τῆς ψυχῆς τὰ εἰρημένα οὐκ ἴδιά εἰσι μόνης τῆς ψυχῆς ἀλλὰ τοῦ συναμφοτέρου, καὶ τούτου ἀχώριστα μηδὲ τῇ ἐπινοίᾳ δυνάμενα χωρίζεσθαι ὥσπερ ἐπὶ γραμμῆς καὶ ἐπιπέδου. ταῦτα γὰρ εἰ καὶ τὴν ὕπαρξιν ἀχώριστον ἔχει τῶν σωμάτων, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ χωρίζεται. οὐχ οὕτως οὖν ἀχώριστα τὰ πάθη τῆς ψυχῆς ὥσπερ γραμμὴ καὶ τὰ σχήματα, ἀλλ’ ὡς μηδὲ τῇ ἐπινοίᾳ χωρισθῆναι δυνάμενα τῆς ὕλης. ἀδύνατον γὰρ οὐσίαν θυμοῦ παραστῆσαι τῷ λόγῳ τὸν μὴ τῆς ὕλης μεμνημένον, ὡσαύτως καὶ τῶν ἄλλων παθῶν· τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ ᾗ δὴ τοιαῦτα ὑπάρχει. ὁ γὰρ θυμὸς καθὸ θυμὸς ἀχώριστός ἐστι τοῦ σώματος· ζέσις γάρ ἐστι τοῦ περικαρδίου αἵματος· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. ἡ μέντοι γραμμὴ καὶ τὸ τρίγωνον καὶ τὰ τοιαῦτα, καθὸ τοιαῦτά ἐστι, χωριστά ἐστι, εἰ καὶ τὴν ὕπαρξιν ἔχει ἀχώριστον· διὸ καὶ οἱ ὁρισμοὶ αὐτῶν ἀποδίδονται ἄνευ τῆς ὕλης. ἐπειδὴ οὖν θυμός ἐστι καὶ ἐν τῷ λόγῳ, ἔστι καὶ ἐν τῷ πνεύματι, ἔστι καὶ ἐν τῷ ἐζωωμένῳ σώματι, οἷον τοῦ μὲν λόγου ἐπιτρέποντος τῷ πνεύματι τὴν ὄρεξιν, τοῦ δὲ πνεύματος τῇ ὀρέξει κινοῦντος τὸ περικάρδιον αἷμα τοῦ ζῴου, ὥσπερ ἔχει καὶ ἐπὶ βασιλέως καὶ στρατηγοῦ καὶ στρατιωτῶν (ὁ μὲν γὰρ βασιλεὺς ἐπιτρέπει τῷ στρατηγῷ ἀμύνασθαι τούσδε τινάς, ὁ δὲ στρατηγὸς κινεῖ τοὺς στρατιώτας, οἱ δὲ ἀμύνονται), ἐπειδὴ οὖν τριττὸς ὁ θυμός, ἵνα μὴ νομίσωμεν λέγειν αὐτὸν περὶ τοῦ ἐν τῷ λόγῳ ὅτι ἀχώριστός ἐστι τοῦ ζῴου (οὗτος γὰρ χωριστὸς παντὸς σώματος) ἢ τοῦ ἐν τῷ πνεύματι (καὶ οὗτος γὰρ εἰ καὶ μὴ παντός, ἀλλ’ οὖν τοῦ γεώδους ἐστὶ χωριστὸς σώματος), διὰ τοῦτο εἶπε τὸ ᾗ δὴ τοιαῦτά ἐστι, τουτέστιν ᾗ ζέσις τοῦ περικαρδίου αἵματος· οὗτος γὰρ δηλονότι ὁ θυμὸς ἀχώριστός ἐστι τούτου τοῦ ἐζωωμένου σώματος.

“然而必须回到论述开始的地方。我们当时确实说过,灵魂的情态在恰作为此类事物而归属的限度内,是与动物的自然质料不可分离的——如愤怒与恐惧——而并非像线与平面那样。” [亚里斯多德]由于说过灵魂的情态是具质料的定义表述,且为了这个原因,论述并非针对一切灵魂,而只针对不脱离质料的灵魂,乃是自然哲学家的职责;并且为了这个原因,他不得不说明应当以多少种方式来定义具质料之物以及自然哲学家会采用哪种定义;随后他又跑题说明了谁会采用其余的定义(这对于手头的探讨毫无助益);现在他回到了关于灵魂情态的论述,并提醒我们注意已说过的事情,即我们需要借助灵魂的情态来发现其定义。因此他说,我们知道灵魂的上述情态并非仅属于灵魂自身,而是属于复合物,并且与复合物不可分离,甚至在思想中也不能像在线与平面的情形中那样被分离。因为线与平面即使在存在上与物体不可分离,但终究在思想中是被分离的。因此灵魂的情态并不像线与形状那样是不可分离的,而是甚至在思想中也无法脱离质料而被分离。因为凡是不提及质料的人,就不可能在定义表述中呈现愤怒的实体,对于其他情态也是同样;因为“在恰作为此类事物而归属的限度内”对他而言指的就是这个。因为愤怒就其为愤怒而言是与身体不可分离的;因为它是心脏周围血液的沸腾;对于其余情态也是同样。然而线、三角形及此类事物,就其为此类事物而言则是可分离的,即使它们具有不可分离的存在;因此它们的定义也是不带质料而被给出的。既然愤怒既在理性之中,又在气息之中,也在赋有生命的身体之中——例如理性将欲望委托给气息,而气息通过欲望推动动物心脏周围的血液,正如在国王、将领和士兵的情形中一样(因为国王委托将领惩罚某些特定的人,将领调动士兵,而士兵实施惩罚)——既然愤怒是三重意义上的,为了让我们不至于以为他是在说理性之中的愤怒与动物不可分离(因为这一愤怒脱离了一切物体),或者是在说气息之中的愤怒(因为这一愤怒即便并非脱离一切物体,但终究脱离了土性的身体),由于这个原因,他说了“在恰作为此类事物而言”,也就是说,在作为心脏周围血液的沸腾而言;因为显然正是这愤怒才与这赋有生命的身体不可分离。

§1.51

"Ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον ἅμα διαποροῦντας περὶ ὧν εὐπορεῖν δεῖ2 καὶ τὰ ἑξῆς." Ὃ λέγει τοῦτό ἐστι· τὴν οὐσίαν τῆς ψυχῆς ἐπιζητοῦντας καὶ προαποροῦντας εἰς τὸν περὶ αὐτῆς λόγον, ἐπειδή, ὡς καὶ ἐν τούτοις καὶ ἀλλαχοῦ φησιν, ἀρχή ἐστιν εὐπορίας ἡ ἀπορία, ἀποροῦντας οὖν περὶ ψυχῆς ὑπὲρ τοῦ εὐπορῆσαι δεῖ καὶ τὰ παρὰ τῶν παλαιῶν περὶ αὐτῆς εἰρημένα προδιεξελθεῖν. καὶ τὴν αἰτίαν ἐπάγει· ἵνα, φησίν, εἴ τι μὲν καλῶς εἴρηται, ἀσπασώμεθα, εἴ τι δὲ οὐ καλῶς, τοῦτο φύγωμεν. ἃ μὲν λέγει ταῦτά ἐστιν· ἐπειδὴ δὲ ἀσαφεστέραν ἐποίησε τὴν λέξιν ἡ σύνταξις, δεῖ μικρὸν ὑπερβιβάσαντας αὐτὴν οὕτως εἰπεῖν· ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον προδιελθόντας τὰς τῶν προτέρων δόξας καὶ ἅμα διαποροῦντας περὶ ὧν εὐπορεῖν δεῖ συμπαραλαμβάνειν ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, καὶ τὰ ἑξῆς· τοῦ σκοποῦ γὰρ περὶ ψυχῆς, φησί, προκειμένου δεῖ προδιεξελθεῖν τῷ λόγῳ καὶ ἀπαριθμήσασθαι τὰς τῶν προτέρων δόξας καὶ συμπαραλαβεῖν αὐτὰς ἐν τῷ λόγῳ, καὶ εἴ τι μὲν μὴ καλῶς εἴρηται, φυλάξασθαι, εἴ τι δὲ καλῶς, ἀσπάσασθαι.

“然而在我们考察灵魂时,必须在对应当获得解决的事情提出疑难的同时,[结合前人关于灵魂的见解,]等等。” 他所说的是这个意思:对于探求灵魂的实体并在关于它的论述中预先提出疑难的人们而言——因为正如他在本篇以及别处所说,疑难乃是获得解决的开端——因此在对灵魂提出疑难以便获得解决时,也有必要预先审视古人关于它所说的话。并且他补充了原因:他说,这是为了如果有什么被说得很好,我们便予以接纳,但如果有什么不妥,我们就避开它。他所说的是这些;然而既然语序使得文句显得有些晦涩,就必须稍加倒装而这样表述:“然而在我们考察灵魂时,必须在预先审视前人的意见并在对应当获得解决的事情提出疑难的同时,结合所有对它发表过见解的人[的意见],等等。”因为他说,既然考察灵魂的宗旨摆在我们面前,就必须在论述中预先审视并列举前人的意见,将它们结合在论述之中;并且如果有未妥当表述的,就加以防范,若有妥当表述的,就予以接纳。

语法注2 条
  1. 1.50ᾗ δὴ τοιαῦτα ὑπάρχει

    引文中的该从句是限制性从句,意为“在诸情态(如愤怒与恐惧)恰作为此类自然质料的情态而归属于动物的限度内”。菲洛波诺斯在后文中将其换述为“在作为心脏周围血液的沸腾而言”,将限制词 ᾗ 解释为:在愤怒所具有的三重层面(理性、气息、赋有生命的身体)中,自然哲学所处理的正是作为身体性与质料性沸腾的愤怒。

  2. 1.51Ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον ἅμα διαποροῦντας περὶ ὧν εὐπορεῖν δεῖ

    在由非人称句 ἀναγκαῖον [ἐστί] 引导的“带不定式的宾格”结构中,表示逻辑主语的宾格分词 ἐπισκοποῦντας 与 διαποροῦντας 被置于句首,与其支配的不定式 συμπαραλαμβάνειν(引文中被 καὶ τὰ ἑξῆς 省略)之间存在较长的语序倒装(hyperbaton)。菲洛波诺斯指出句法导致了文意晦涩,并将其语序重构为清晰的骨架以便读者理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:63.15-64.33