← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§62.1-63.14

自然学家、数学家与第一哲学家对象的区别

根据亚里士多德在403b10–15中的划分,斐洛庞奴斯阐明了自然哲学家、数学家、第一哲学家和各门具体工匠的对象范围的差异,并介绍了关于第一哲学家所研究的“已分离的形式”是指柏拉图式的相还是指神圣非质料实体的解释争议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.47

" Ἀλλ’ ὁ φυσικὸς περὶ πάντα, ὅσα τοῦ τοιούτου σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργα καὶ πάθη." Διὰ μὲν οὖν τοῦ εἰπεῖν περὶ πάντα διακρίνει αὐτὸν τοῦ καθ’ ἕκαστα τεχνίτου· ἐκείνων γὰρ ἕκαστος περὶ μερικόν τι ἔχει· διὰ δὲ τοῦ εἰπεῖν τοῦ τοιούτου σώματος ἐχώρισεν αὐτὸν τοῦ μαθηματικοῦ· οὐ γὰρ σκοπεῖ τὰ σχήματα ᾗ τοιοῦδε σώματος, διὸ οὐδὲ παραλαμβάνει ὕλην ἐν τοῖς ὁρισμοῖς. ἔτι μέντοι χωρίζοι ἂν αὐτὸν καὶ τοῦ διαλεκτικοῦ καὶ τοῦ πρώτου φιλοσόφου· οὐδεὶς γὰρ τούτων ᾗ τοιούτου σώματος τὰ πάθη ταῦτα σκοπεῖ οὐδὲ ἐν ὕλῃ, ὡς ἤδη εἴπομεν. περὶ πάντων οὖν τοῦ φυσικοῦ ἐστιν ἔργον εἰπεῖν, ὅσα τοῦ τοιούτου σώματος· οὐ γὰρ μόνον περὶ σώματος διαλέξεται, ἀλλὰ καὶ περὶ τοῦδε τοῦ σώματος· περὶ πάντων οὖν, φησί, δι’ ὧν ἕκαστον σῶμα τόδε τί ἐστι. καὶ τῆς τοιαύτης ὕλης· ἑκάστου γὰρ ἀποδίδωσι τὴν προσεχῆ ὕλην μετὰ τῶν ἰδίων αὐτῆς παθῶν ἢ ἔργων· πάντα γὰρ τὰ ἔνυλα σώματα ἐν τῷ ποιεῖν ἢ πάσχειν θεωρεῖται. ἢ ἔργα καὶ πάθη, ὡς φησιν ὁ Ἀλέξανδρος, ἀντὶ τοῦ ἐρεῖ περὶ τῶν παθῶν1 τῶν ἐν τῇ ὕλῃ καὶ τοῖς σώμασι μετὰ τοῦ λόγου αὐτῶν, τουτέστι τῆς αἰτίας. ὅσα δὲ μὴ τοιαῦτα, ἄλλος· μὴ τοιαῦτα ὅσα ἀπηριθμήσατο. εἰ γὰρ ὁ κατὰ μέρος τεχνίτης περὶ τὰ εἰρημένα καταγίνεται, ἀλλ’ οὖν οὐ περὶ πάντα· τῶν οὖν παρὰ τὰ εἰρημένα περὶ τινῶν μὲν ὁ καθ’ ἕκαστα τεχνίτης διαλέξεται, οἷον ὁ τέκτων περὶ ξύλων εὐθύτητος ἢ ξηρότητος, περὶ τινῶν δὲ ὁ ἰατρός, περὶ σωμάτων καμνόντων.

“然而自然哲学家关注的是属于此类物体和此类质料的功能与情态的一切事物。” 因此,通过说“一切事物”,他将自然哲学家与个别的工匠区分开来;因为后者的每一个人都只涉及某个部分之物。而通过说“此类物体的”,他将他与数学家区分开来;因为数学家并不是把形状作为属于此类物体的来考察,所以他也不在定义中包纳质料。此外,这也将他与辩证家和第一哲学家区分开来;因为他们中没有任何人把这些情态作为属于此类物体的、或者作为在质料之中的来考察,正如我们已经说过的那样。因此,谈论属于此类物体的一切事物乃是自然哲学家的职责;因为他不仅将论述物体,而且也将论述这特定的物体;所以他说,是关于每个物体赖以成为“这个”的一切事物。而“此类质料的”:因为他给出了每个事物的近取质料及其特有的情态或功能;因为一切具质料的物体都是在作用或承受中被观照的。或者,正如亚历山大所说,“功能与情态”用来代替“他将连同质料和物体中诸情态的定义表述、即原因,来谈论它们”。“而凡不是此类的事物,则由另一个人[探究]”:不是他所列举的那一类事物。因为从事具体分支的工匠即使专心于上述事物,但毕竟不是专心于一切事物;因此在上述事物之外,个别的工匠将论述其中某些事物(例如木匠论述木材的笔直或干燥),而医生则论述另一些事物,即关于患病的身体。

§1.48

"Τῶν δὲ μὴ χωριστῶν μέν, ᾗ δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός." Καὶ γὰρ ὁ μαθηματικὸς περὶ ἀχωρίστων μὲν εἰδῶν διαλέγεται, ἀλλ’ οὐχ ᾗ τοῦ τοιοῦδε σώματος πάθη, τουτέστιν οὐχ ὡς χαλκοῦ πάθη ἢ ξύλου ἤ τινος τοιούτου, ἀλλ’ οἷον ἀποσυλήσας αὐτὰ τῆς ὕλης (τοῦτο γὰρ σημαίνει τὸ ἐξ ἀφαιρέσεως) οὕτω περὶ αὐτῶν καθ’ αὑτὰ ἐπισκοπεῖ. σαρκὸς μὲν γὰρ εἶδος καὶ ξύλου καὶ τῶν τοιούτων ἀχώριστόν τέ ἐστι καὶ τοιουδὶ σώματος πάθος, οἷον τῆς τοιᾶσδε τῶν στοιχείων συνδρομῆς τε καὶ κράσεως, διὸ οὐδὲ κατ’ ἐπίνοιαν χωρισθῆναι δύναται· τὰ μέντοι μαθηματικά, φημὶ δὴ τὰ σχήματα, ἀχώριστα μὲν καὶ αὐτὰ τῆς ὕλης, ἀλλ’ οὐχ ᾗ τοιόνδε σῶμα τὸ ὑποκείμενον ὑπάρχοντα αὐτῷ,2 διὸ καὶ πλείστοις τὰ αὐτὰ ὑπάρχει, καὶ ξύλῳ καὶ λίθῳ καὶ ἄλλοις πλείστοις, τοῦ τῆς σαρκὸς εἴδους ἢ τοῦ ὀστοῦ οὐχ οὕτως ἔχοντος. διὸ ἐπεὶ μὴ τοιοῦδέ εἰσι σώματος πάθη, διὰ τοῦτο καὶ τῇ ἐπινοίᾳ χωρισθῆναι δύναται μηδὲν τῆς ὕλης ἐμποδιζούσης ἐν ᾗ συνεστήκασιν.

“而对于不可分离、但又不作为此类物体的情态并且出自抽象的事物,则由数学家[探究]。” 因为数学家所论述的固然也是不可分离的形式,但并不是作为此类物体的情态,也就是说,不是作为青铜的情态或木材的情态或任何此类事物的情态,而是仿佛将它们从质料中剥离出来(因为“出自抽象”指的就是这个),以此方式就其自身来审视它们。因为肌肉的形式、木材的形式以及诸如此类的形式,既是不可分离的,又是特定物体的情态,例如特定元素的汇集与混合的情态,所以它们甚至在思想中也不能被分离;然而数学对象——我指的就是形状——它们自身虽然也与质料不可分离,但并不是在基底事物作为此类物体的限度内归属于它,因此同样的形状归属于极多数事物,既归属于木材,也归属于石头和极多数其他事物,而肌肉的形式或骨头的形式却不是这样。因此,既然它们不是此类物体的情态,由于这个原因,它们也能够在思想中被分离出来,而它们寓于其中的质料丝毫不构成阻碍。

§1.49

"Ἧι δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος." Οἱ βουλόμενοι τὸν φιλόσοφον εἰδέναι τὰς ἰδέας3 δράττονται τοῦ ῥησειδίου τούτου. ἰδού, φασίν, οἶδε τὰ χωριστὰ εἴδη τῶν τῇδε, περὶ ὧν φησι τὸν πρῶτον φιλόσοφον διαλέγεσθαι· συνεπιφέρουσι δὲ καὶ τὰ ἀλλαχοῦ αὐτῷ εἰρημένα εἰς μαρτυρίαν, ὅτι αὐτός ἐστιν ὁ εἰπὼν διττὴν εἶναι τὴν τάξιν, τὴν μὲν ἐν τῷ στρατηγῷ, τὴν δὲ ἐν τῷ στρατῷ· καὶ τὴν ἐν τῷ στρατηγῷ ποιητικὴν εἶναι τῆς ἐν τῷ στρατῷ. καὶ πάλιν φησὶ διττὴν εἶναι τὴν ὑγίειαν, τὴν μὲν ἐν τῷ ἰατρῷ ποιητικὴν τὴν κατὰ τὸν λόγον, τὴν δὲ ἐν τῷ ὑγιαίνοντι σώματι· ὥστε οἶδε καὶ τὰ χωριστὰ εἴδη. οἱ δὲ μὴ βουλόμενοι τὰς ἰδέας αὐτὸν λέγειν φασὶν ὅτι χωριστὰ εἴδη λέγει αὐτὰς τὰς οὐσίας τὰς θείας, ἅπερ κατὰ τὸ παντελὲς κεχώρισται τῆς ὕλης, ὡς καὶ αὐτὸς ἀλλαχοῦ φησιν, ὅτι ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν.

“而在作为已分离者的限度内,则由第一哲学家[探究]。” 那些希望这位哲学家承认相论的人抓住这个简短的词句。他们说:看哪,他承认此处之物的可分离形式,并且他说第一哲学家所论述的就是关于这些形式的;他们还附带引用他在别处所说的话作为证据,说明正是他自己说过秩序是双重的,一种在统帅之中,另一种在军队之中,并且统帅之中的秩序是军队之中秩序的创造因。他又说健康也是双重的,一种在医生之中,是能造的且符合定义表述的,另一种则在健康的身体之中;由此可见他也承认可分离的形式。但是那些不希望他谈论相论的人则说,他所谓的可分离形式指的是神圣实体本身,正如他自己也在别处说过的那样,它们完全脱离了质料,是缺乏潜能的现实。

语法注3 条
  1. 1.47ἀντὶ τοῦ ἐρεῖ περὶ τῶν παθῶν

    介词短语 ἀντὶ τοῦ 后面接动词从句(ἐρεῖ...),这在注疏文献的惯用法中等同于 ἀντὶ τοῦ λέγειν(“用来代替说……”),表明亚历山大是如何转述和阐释亚里士多德的短语 ἔργα καὶ πάθη 的。

  2. 1.48ἀχώριστα μὲν καὶ αὐτὰ τῆς ὕλης, ἀλλ’ οὐχ ᾗ τοιόνδε σῶμα τὸ ὑποκείμενον ὑπάρχοντα αὐτῷ

    与句首主语 τὰ μαθηματικά(中性复数)相呼应的并列分词结构。前半部分由谓语形容词 ἀχώριστα 承接,后半部分则由分词 ὑπάρχοντα 承接。而在 ᾗ 从句内部具有倒装结构,其中 τὸ ὑποκείμενον 是主语,τοιόνδε σῶμα 是述语补足成分(“在基底事物作为此类物体的限度内”)。

  3. 1.49Οἱ βουλόμενοι τὸν φιλόσοφον εἰδέναι τὰς ἰδέας

    带不定式的宾格结构(accusative with infinitive),其中动词 οἶδα(不定式 εἰδέναι)在此不仅表示一般的“认知”,而是具有在理论上“承认”或“接纳”相论存在的含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:62.1-63.14