- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:65.1-65.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里斯多德以运动和感觉作为探求开端的背景,指出这两点是前人普遍认为属于灵魂的特征,辨析了它们并非属于一切灵魂而仅属于动物灵魂,并区分了由灵魂冲动引起的运动与自然物体的运动。
" Ἀρχὴ δὲ τῆς ζητήσεως προθέσθαι τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ κατὰ φύσιν." Ὅπερ προέθετο ποιῆσαι τοῦτο ποιεῖ, λέγω δὴ ἐκ τῶν καθ’ αὑτὸ συμβεβηκότων τῇ ψυχῇ τὸν ὁρισμὸν αὐτῆς εὑρεῖν. εἶπε γὰρ ὅτι οὐ μόνα τὰ συμβεβηκότα καθ’ αὑτὸ ἐκ τοῦ ὁρισμοῦ μανθάνομεν, ἀλλὰ πολλάκις καὶ ἀνάπαλιν ἐκ τῶν συμβεβηκότων τὸν ὁρισμόν, ὅταν σαφέστερα ᾖ ταῦτα τοῦ ὁρισμοῦ. λαμβάνει οὖν τὰ δοκοῦντα τῇ ψυχῇ ὑπάρχειν, τοῦτο δέ ἐστι τὸ κινεῖν καὶ τὸ αἰσθάνεσθαι. πιστοῦται δὲ ταῦτα ἐκ τῶν ὑστέρων μὲν τῇ φύσει, ἡμῖν δὲ σαφεστέρων, ἐπεὶ καὶ πρότερα ἡμῖν γινώσκεται τὰ τῇ φύσει ὕστερα, λέγω δὴ τοῦ ἐμψύχου· τὸ γὰρ ἔμψυχον τῇ φύσει ὕστερον τῆς ψυχῆς. φησὶν οὖν ὅτι ᾧ δἂν εὑρεθῇ διαφέρον τοῦ ἀψύχου τὸ ἔμψυχον,1 τοῦτο τῆς ψυχῆς ἂν εἴη. εἰ γὰρ τὸ αὐτὸ πρᾶγμα νῦν ἔμψυχον ὂν γένοιτο ἄψυχον, πρότερον μὲν αἰσθόμενον καὶ κινούμενον κατὰ τόπον, ἡνίκα ἦν ἔμψυχον, ὅτε ἄψυχον γέγονεν, οὔτε κινηθήσεται οὔτε αἰσθήσεται· οὐκοῦν κίνησις καὶ αἴσθησις ψυχῆς ἔργα. καὶ τέως μέν φησιν ταῦτα συμβεβηκέναι ἁπλῶς τῇ ψυχῇ, οὐκ αὐτὸς ἀρεσκόμενος τῷ λόγῳ, ἀλλ’ ὅτι πάντες οἱ πρὸ αὐτοῦ ταύτης τῆς δόξης ἐγένοντο. μέλλει δὲ εὐθὺς καταριθμεῖσθαι τῶν πρὸ αὐτοῦ τὰς δόξας λέγων ὅτι τὰ δύο ταῦτα παρειλήφαμεν περὶ ψυχῆς παρὰ τῶν παλαιοτέρων· διὸ οὐδὲ εἶπε τὰ μάλιστα ὑπάρχοντα αὐτῇ κατὰ φύσιν, ἀλλὰ τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ. ἐπεὶ οὖν οὔπω τὴν ἑαυτοῦ δόξαν ἐκκαλύπτει, ἀλλὰ 〈τὴν〉 τῶν παλαιοτέρων γυμνάζει, διὰ τοῦτο αἴσθησιν καὶ κίνησιν εἶπε κοινῶς ὑπάρχειν τῇ ψυχῇ. ταῦτα δὲ οὐ πάσῃ ψυχῇ ὑπάρχει· οὐ γὰρ καὶ τῇ φυτικῇ, ἀλλὰ τοῖς ζῴοις. αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς ἐπικρίνων καὶ τὴν οἰκείαν δόξαν ἐκτιθέμενος ὑπάρχειν φησὶ τῇ ψυχῇ καθόλου τὸ ζῆν· ζῆν γὰρ ποιεῖ ἐκεῖνα οἷς ἂν ἐγγένηται· ζῶσι δὲ τὰ ζῶντα τρεφόμενα καὶ αὐξόμενα καὶ γεννῶντα ὅμοια ἑαυτοῖς· ἐφ’ ἑκάστης γὰρ τῶν δυνάμεων τούτων ἡ ζωὴ θεωρεῖται. τοῦτο μὲν οὖν καθόλου πάσης ψυχῆς ἴδιον, τῶν δὲ ζῴων λέγει εἶναι τὸ διανοεῖσθαι καὶ κρίνειν καὶ αἰσθάνεσθαι. ἐνταῦθα μέντοι τοῖς παλαιοτέροις ἀκολουθῶν τὴν αἴσθησιν φησι καὶ τὴν κίνησιν τῆς ψυχῆς εἶναι, κίνησιν λέγων τὴν κατὰ τόπον, καὶ ταύτης τὴν ἀπὸ ὁρμῆς ψυχικῆς γινομένην ἐν ἑαυτῷ ἔχοντος τοῦ κινουμένου τὴν ἀρχὴν τῆς κινήσεως.2 κινοῦνται γὰρ καὶ τὰ φυσικὰ σώματα, ἀλλ’ οὐ φύσει οὐδὲ ἐν ἑαυτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινούμενα. οὐ γὰρ φύσει τῇ βώλῳ τὸ ἐπὶ τὸ κάτω φέρεσθαι ὑπάρχει, ἀλλ’ ἐπὶ τὸ κατὰ φύσιν ἔχει τὴν τοιαύτην κίνησιν,3 ἐπειδὰν ἐν τῷ παρὰ φύσιν ὑπάρχῃ τόπῳ.
“而探求的开端是提出那些最被认为依本性归属于它的事物。” 他正在做他打算做的事情,我是指从灵魂的自身偶性中发现其定义。因为他说过,我们不仅从定义中认识自身偶性,而且当偶性比定义更明白时,往往也反过来从偶性中认识定义。因此他采纳了那些被认为属于灵魂的事物,这就是引起运动和感觉。并且他是从本性上次后但对我们更明白的事物——我是指具灵之物——来证实这些的,因为在本性上次后的事物对我们而言是先被认识的,而具灵之物在本性上是次于灵魂的。因此他说,具灵之物无论在何种方面被发现不同于无灵之物,这一方面都属于灵魂。因为如果同一个事物,现在是具灵的,后来变成了无灵的,它此前在具灵时曾有感觉且曾发生位置运动,而在它变成无灵的时候,它既不运动也不感觉;因此运动和感觉是灵魂的功用。目前他暂时说这些纯粹是附随于灵魂的,并非因为他自己满意于这种论说,而是因为在他之前的所有人都持有这种意见。他马上就要列举在他之前的人们的意见,说我们从古人那里接收到了关于灵魂的这两点;因此他没有说“那些最依本性归属于它的事物”,而是说“那些最被认为归属于它的事物”。因此,既然他尚未揭示自己的见解,而是在研讨较早古人的意见,由于这个原因,他说感觉和运动共同属于灵魂。然而这些并不是属于一切灵魂的;因为它们并不属于植物性灵魂,而只属于动物。无论如何,他自己在后文中做出裁决并阐明自己的固有见解时,说是活(具有生命)普遍属于灵魂;因为灵魂使它所进入的事物活着;而活物是通过摄取营养、生长以及生育与自身相似之物而活着的;因为在这些能力的每一种之中都可以观察到生命。因此,这普遍地是一切灵魂所固有的,但他说是思考、判断和感觉属于动物。然而在这里,他顺从古人们的说法,主张感觉和运动属于灵魂,他所说的运动是指位置运动,而且在其中是指产生于灵魂冲动的运动,即被运动之物自身内部含有运动的本原。因为自然物体也会运动,但并不是依本性运动,也不是在自身内部含有运动的本原,而是从外部被他物推动。因为向下运动并非依本性属于土块,而是在它处于反乎本性的处所时,才具有朝向合乎本性之处的此类运动。
- 1.52ᾧ δἂν εὑρεθῇ διαφέρον τοῦ ἀψύχου τὸ ἔμψυχον
关系代词 ᾧ 为表细目或差异的与格(“在……方面”),作分词 διαφέρον 的补足语。δἂν 是强调小辞 δή 与语气小辞 ἄν 的缩合(δὴ ἄν)。
- 1.52ἐν ἑαυτῷ ἔχοντος τοῦ κινουμένου τὴν ἀρχὴν τῆς κινήσεως
属格独立结构,以 τοῦ κινουμένου 为逻辑主语,用以限定前行分词短语(ταύτης τὴν ἀπὸ ὁρμῆς ψυχικῆς γινομένην)所发生的伴随状况或条件。
- 1.52οὐ γὰρ φύσει τῇ βώλῳ τὸ ἐπὶ τὸ κάτω φέρεσθαι ὑπάρχει, ἀλλ’ ἐπὶ τὸ κατὰ φύσιν ἔχει τὴν τοιαύτην κίνησιν
在 οὐ... ἀλλʼ... 对比结构中,前半句否定了“依本性”(φύσει 为方式或原因与格)归属于土块,后半句的介词短语 ἐπὶ τὸ κατὰ φύσιν(“朝向合乎本性之处”)则指明了物体朝其本性处所运动的方向。
