- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:60.22-61.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解针对亚里士多德探讨仅凭质料与仅凭形式的定义属于何人之问(403b9),论证由于没有任何技艺能脱离定义表述与原因而仅仅关注质料的不可分离的情态,因而绝不存在仅从质料提出定义的工匠。
" Ἐκείνων δὲ δὴ τίς ἑκάτερος; ἢ οὐκ ἔστι τις ὁ περὶ τὰ πάθη τῆς ὕλης1 τὰ μὴ χωριστά, μηδ’ ᾗ χωριστά.2" Εἰπὼν κατὰ μὲν τὴν ἀρχὴν διαλεκτικοῦ μὲν εἶναι τὸν ἐκ τοῦ εἴδους ὁρισμόν, φυσικοῦ δὲ τὸν ἐκ τῆς ὕλης, εἶτα προελθὼν καὶ διορθώσας τὸν λόγον καὶ εἰπὼν ὅτι φυσικοῦ ἐστιν ὁ ἐξ ἀμφοῖν ἀποδιδόμενος ὁρισμός, ζητεῖ εἰκότως περὶ τῶν λοιπῶν δύο ὁρισμῶν τοῦ τε ἐκ τῆς ὕλης μόνης καὶ τοῦ ἐκ τοῦ εἴδους, τίνος ἂν εἴη τεχνίτου ἑκάτερος ὁρισμός. καὶ περὶ μὲν τοῦ ἐκ τοῦ εἴδους μόνου ὅτι ἐστὶ διαλεκτικοῦ οὐδὲν λέγει· ἤδη γὰρ εἶπεν· περὶ δὲ τοῦ ἐκ τῆς ὕλης μόνης λέγει ὅτι οὐκ ἔστιν οὐδεμία τέχνη περὶ ὕλην μόνην καταγινομένη. πᾶσα γὰρ τέχνη εἶδος ἐπιθεῖναι βούλεται τῇ ὑποβεβλημένῃ ἑαυτῇ ὕλῃ, ὥστε οὐκ ἔστι τέχνη ἥτις ὁριεῖται ἐκ τῆς ὕλης μόνης. οὐκ εἶπε δὲ ἁπλῶς ὅτι οὐκ ἔστι τέχνη καταγινομένη περὶ τὴν ὕλην, ἀλλὰ περὶ τὰ πάθη τῆς ὕλης τὰ μὴ χωριστά, μηδὲ ᾗ χωριστά, διότι πᾶς τεχνίτης οὐ περὶ τῆς ἁπλῶς ὕλης διαλέγεται, ἀλλὰ περὶ τινός, ᾗ πάντως συμβέβηκε καθ’ αὑτά τινα πάθη. καὶ ὁ φυσικὸς δὲ εἰ καὶ διαλέγεται καὶ περὶ τῆς ἁπλῶς ὕλης, ἀλλὰ καὶ περὶ τῆς τινός, τίς τῶν ἐν μετεώροις ὕλη καθόλου τε καὶ ἐν μέρει, τίς χαλάζης, τίς χιόνος καὶ τῶν λοιπῶν· ὁμοίως καὶ περὶ τῶν ἐν γῇ, τίς ζῴων, τίς μετάλλων καὶ τῶν λοιπῶν. ἐπειδὴ οὖν περὶ τῆς τινὸς ὕλης τοῖς τεχνίταις ὁ λόγος, αὐτὴ δὲ καθ’ αὑτὴν ἔχει τινὰ πάθη συμβεβηκότα, ἅπερ οἱ τεχνῖται περιεργάζονται, διὰ τοῦτο προσέθηκε περὶ τὰ πάθη τῆς ὕλης. ζητεῖ γὰρ ὁ τέκτων πρὸς κατασκευὴν τῆς θύρας εὐθέα ξύλα, καὶ εἰ ἐρωτηθείη διὰ τί, φήσει ὅτι ταῦτα ἐφαρμόζει ἀλλήλοις· ζητεῖ ὁ ναυπηγὸς φέρ’ εἰπεῖν οὐκ ἔβενον, ὅτι πυκνὴ καὶ οὐκ ἐπιπλεῖ, τυχὸν δὲ οὐδὲ δρῦν, ἀλλὰ τὰ μανότερα οἷον κυπάριττον καὶ τὰ τοιαῦτα· ὁμοίως ὁ οἰκοδόμος περιεργάζεται τὰ πάθη τῆς ἰδίας ὕλης, ὅτι οὐ δεῖ φέρ’ εἰπεῖν τοὺς κισηρώδεις λίθους παραλαμβάνειν, ὅτι εὔθρυπτοι· ὁμοίως ἐπὶ πάντων τῶν λοιπῶν τεχνιτῶν. προσέθηκε δὲ τὸ μὴ χωριστά, μηδὲ ᾗ χωριστά, μὴ χωριστὰ μέν, ὅτι τὰ πάθη τῶν ἀπηριθμημένων ὑλῶν, μᾶλλον δὲ πάσης ὕλης ὡς ὕλης τὰ πάθη ἀχώριστα. οἷον τῆς ὕλης τοῦ πλοίου τῶν ξύλων τὸ μανὸν πάθος ἀχώριστον, ἢ τῶν λίθων τῆς ὕλης τῆς οἰκίας τὸ πυκνόν. τὸ δὲ μηδὲ ᾗ χωριστά, τουτέστι καθὸ μηδὲ τῷ λόγῳ δύνανται χωρίζεσθαι· τινὰ γὰρ τῶν παθῶν χωριστά ἐστι τῷ λόγῳ, οἷον τὰ σχήματα καὶ πάντα τὰ μαθηματικά· ταῦτα γὰρ τῇ ἐπινοίᾳ χωρίσαι δυνάμεθα· τὸ μέντοι μανὸν τοῦ ξύλου ἢ πυκνὸν οὐδὲ κατ’ ἐπίνοιαν χωρὶς θεωρῆσαι δυνάμεθα. ταῦτα οὖν ἐστιν ὕλης πάθη, ἃ μηδὲ κατ’ ἐπίνοιαν χωρίσαι δυνατόν, ἅπερ καὶ παραλαμβάνονται ἐν τῷ τῆς ὕλης λόγῳ· τὸ γὰρ φέρ’ εἰπεῖν μανὸν ξύλον τὸ ὅλον τοῦτο ὕλη ἐστί· τὰ μέντοι σχήματα οὐκ εἰσιν ὕλης πάθη ἀλλὰ σώματος· ἐπισυμβαίνουσι γὰρ τῷ εἰδοπεποιημένῳ σώματι, ἀλλ’ οὐχ ᾗ φυσικῷ· διὸ καὶ χωριστὰ τῷ λόγῳ. τὰ γὰρ ὡς φυσικῶν σωμάτων πάθη ταῦτα ἀχώριστα, οἷον τὸ μανόν, τὸ ξηρόν, τὸ βαρύ. οὕτως οὐδὲ ἡ ζέσις τοῦ θυμοῦ ἡ ἐν τῷ αἵματι χωρισθείη ἂν οὐδὲ κατ’ ἐπίνοιαν· ὥστε τὸ ὅλον τοῦτο ἡ τοῦ περικαρδίου αἵματος ζέσις ὕλη τοῦ θυμοῦ. οὐκ ἔστιν οὖν, φησί, τέχνη ἥτις περὶ μόνα τὰ πάθη τῆς ὕλης καταγίνεται δίχα τινὸς λόγου καὶ αἰτίας. ὅθεν καὶ ὁ Πλάτων καλῶς τὸ “ἐγὼ δὲ οὐ καλῶ τέχνην ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”. εἰ δὲ τοῦτο, οὐδεὶς ἀποδώσει ὁρισμὸν ἀπὸ τῆς ὕλης μόνης.
“而在那些[另外两种定义]中,各自又是属于谁的?抑或根本没有任何人关注质料的不可分离、甚至不作为可分离者[被对待]的情态?” 在一开始他说来自形式的定义属于辩证家,而来自质料的定义属于自然哲学家,随后又进一步修正了表述并说从两者提出的定义才属于自然哲学家,因此他理所当然地探究其余两种定义——即仅仅来自质料的定义和仅仅来自形式的定义——各自属于哪类工匠。关于仅仅来自形式的定义,关于它属于辩证家这点他什么也没多说;因为他之前已经说过了。但关于仅仅来自质料的定义,他说没有任何一门技艺是仅仅专心于质料的。因为一切技艺都意图将形式赋予服从于它自身的质料,所以并不存在仅仅从质料来下定义的技艺。但他并不是简单地说不存在专心于质料的技艺,而是说不存在专心于“质料的不可分离、甚至不作为可分离者[被对待]的情态”的技艺,这是因为每一个工匠所谈论的都不是单纯的质料,而是某种特定的质料,在任何情况下某些自身固有的情态都偶随于这种质料。自然哲学家即使也谈论单纯的质料,但也谈论某种特定的质料:气象之物的普遍质料和个别质料是什么,冰雹的质料是什么,雪的质料是什么,等等;同样就大地上的事物而言,动物的质料是什么,金属的质料是什么,等等。既然工匠们的论述是关涉某种特定质料的,而这质料自身就具有某些工匠们所细究的偶随情态,因此他补充了“关注质料的情态”。因为木匠为了制作门而寻找笔直的木材,如果被问及原因,他会说这些木料彼此吻合;造船匠比方说不会寻找乌木,因为乌木致密而不能漂浮,或许也不会寻找橡木,而是寻找更稀疏的木材,如柏木等等;同样,建筑匠也会细究属于他自身质料的情态,比方说不应当采用浮石般的石头,因为它们易碎;在所有其余的工匠那里也是同样。他又补充了“不可分离,甚至不作为可分离者[被对待]”:“不可分离”是因为所列举的诸质料的情态——或者毋宁说是作为质料的一切质料的情态——是不可分离的。例如作为船的质料的木材的稀疏这一情态是不可分离的,或者作为房屋质料的石头的致密是不可分离的。而“甚至不作为可分离者[被对待]”,也就是指它们甚至在定义表述中也不能被分离;因为某些情态在定义表述中是可分离的,例如形状和所有的数学对象;因为这些我们可以在思想中予以分离;然而木材的稀疏或致密,我们甚至在思想中也不能脱离出来加以观照。因此,这些是甚至在思想中都不可能分离的、并且也包纳在质料的定义表述之中的质料情态;因为比方说稀疏的木材这一整体就是质料;然而形状并不是质料的情态,而是物体的情态;因为它们附随于已被赋予形式的物体,但并非作为自然物体而附随;因此它们在定义表述中是可分离的。因为那些作为自然物体的情态是不可分离的,例如稀疏、干燥、沉重。同样,怒气在血液中的沸腾甚至在思想中也不能被分离;因此,心周血液的沸腾这一整体乃是愤怒的质料。他说,因此不存在脱离某种定义表述和原因而仅仅专心于质料的情态的技艺。因此柏拉图也说得好:“而我并不将缺乏理性的事情称为技艺。”如果这是真的,那么就没有人会仅仅从质料提出定义。
- 1.46ἢ οὐκ ἔστι τις ὁ περὶ τὰ πάθη τῆς ὕλης
连词 ἤ 引入了对前一个疑问句(τίς ἑκάτερος;)的替代性设问,或提出疑难的反问句。τις ὁ περὶ τὰ πάθη... 作为主语部分(“关注……情态的某人”),与存在动词 ἔστι 连用,暗示了否定的结论:“抑或根本没有任何人关注质料的情态……?”菲洛波诺斯正是将其理解为“不存在仅仅关注质料的技艺或工匠(τέχνη / τεχνίτης)”这一命题来展开注解的。
- 1.46μηδ’ ᾗ χωριστά
关系副词 ᾗ(“在……的限度内”、“作为……”)之后省略了分词或动词(如 θεωρούμενα),意为“甚至不作为可分离者[被对待/被观照]”。正如菲洛波诺斯紧接着用 τουτέστι καθὸ μηδὲ τῷ λόγῳ δύνανται χωρίζεσθαι(“即甚至在定义表述中也不能被分离”)所阐明的那样,该副词短语指明这些情态不仅在实际上无法脱离质料而独立存在,而且甚至不能像数学对象那样在思想(ἐπίνοια)中被概念性地抽离出来。
