← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§604.21-606.2

中介运动与质变的类比及镜像反射

菲洛波诺斯注解了434b29–435a2,阐明了空间运动(手、棍、石)与质变(感觉对象、媒介、感觉器官)作为中介过程的类比,并解释了不同媒介(蜡、水、空气)接受印记的差异,同时通过理顺文句中的倒装结构(hyperbaton),论证了亚里士多德在反光现象中以内受说取代放射说的依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.205

" Ὥσπερ γὰρ τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ." Ἐπειδὴ εἴρηται ὅτι διὰ μέσου τινὰ ἀντιλαμβάνεται, παραδείγματι τὰ διὰ μέσου πιστοῦται καί φησιν ὅτι ὥσπερ ἐν τοῖς κατὰ τόπον κινουμένοις τινὰ μὲν μόνως κινεῖ, οἷον ἡ χεὶρ τὴν ῥάβδον, ἐκείνη δὲ κινεῖται μὲν ὑπὸ τῆς χειρός, κινεῖ δὲ τὸν λίθον, ὁ δὲ λίθος μόνως κινεῖται, καὶ ἔστι τὸ μὲν πρῶτον ὠθοῦν μόνον (οὐ γὰρ δεῖ εἰπεῖν κινοῦν· κινεῖται γὰρ καὶ ἡ χείρ),1 ὥσπερ οὖν ἐκεῖ τὸ μὲν πρῶτον ὠθεῖ μόνον, τὸ δὲ μέσον ὠθεῖται καὶ ὠθεῖ, τὸ δὲ ὕστερον μόνον ὠθεῖται, οὕτω καὶ ἐπὶ τῶν κατ’ ἀλλοίωσιν τὸ μὲν αἰσθητὸν μόνον ὠθεῖ ἤγουν μεταβάλλει, τὸ δὲ μεταξὺ καὶ μεταβάλλεται ὑπὸ τοῦ αἰσθητοῦ καὶ μεταβάλλει τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις μόνον μεταβάλλεται. πλήν ἐστι διαφορὰ ὅτι ἐπὶ μὲν τῆς χειρὸς καὶ τῆς ῥάβδου κατὰ τόπον ἦν ἡ κίνησις, ἐπὶ δὲ τῆς ἀλλοιώσεως τοῦ αἰσθητοῦ ἀκινητοῦντος ἡ μεταβολὴ γέγονεν. καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν. καλῶς τοῦτο εἶπεν· ἡ γὰρ χεὶρ ἡ ὠθήσασα ἕτερον ποιεῖ ὥστε ὠθεῖν, τὴν ῥάβδον. τοῦτο οὖν ἐστιν ὃ λέγει αὐτός. πολλὰ δὲ τὰ μέσα. καλῶς καὶ τοῦτο εἶπε· δύναται γὰρ μέσον εἶναι καὶ ῥάβδος καὶ ξύλον καὶ σίδηρος, δι’ οὗ κινεῖ. καὶ ἐπὶ τῶν μὴ κινουμένων δύναται μέσον εἶναι καὶ ἀὴρ καὶ ἄλλα τινά· διὸ εἶπεν ὅτι πολλά ἐστι τὰ μέσα. πλὴν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ.2 ἡ δύναμις, φησίν, ἡ κατὰ τόπον κινοῦσα οὐκ ἐᾷ ἐν τῷ αὐτῷ τόπῳ τὸ κινούμενον, τὸ δὲ αἰσθητὸν ἀλλοιοῦν τὴν αἴσθησιν ἐν τῷ αὐτῷ τόπῳ αὐτὴν ἐᾷ.

“因为正如空间移动者施加作用直到引起变化一样。” 既然前面说过有些事物是通过媒介来把握的,他便通过例证来证实通过媒介的事物,并说正如在空间运动的事物中,有些仅是引起运动,例如手推动棍子,而棍子被手推动,又推动石头,石头则仅仅被推动,并且第一者只是推者(因为不应当说‘动者’,因为手本身也是被运动的);因此正如在那里第一者仅是推,中间者既被推又推,而最末者仅是被推,所以在质变的事物中也是如此,感觉对象仅是推,即改变,中间的媒介既被感觉对象改变,又改变感觉,而感觉则仅仅被改变。只是存在一种差别:在手和棍子的情况下运动是空间性的,而在质变的情况下,变化是在感觉对象保持不动时发生的。“并且推者使得另一者去推。”他说得很贴切;因为推的手使得另一者,即棍子,去推。因此,这就是他自己所说的。“媒介有许多。”他也说得很贴切;因为借以运动的媒介可以是棍子、木头和铁。而在不动的事物中,媒介也可以是空气和其他某些东西;因此他说媒介有许多。“只是在〔被移动者〕留在同一处所时,它引起质变。”他说,在空间中移动的能力不让被移动者留在同一处所,而改变感觉的感觉对象则让感觉留在同一处所。

§3.206

"Οἷον εἰ εἰς κηρὸν βάψειέν τις, μέχρι τούτου ἐκινήθη, ἕως ἔβαψε." Ἐπειδὴ περὶ τῶν μεταξὺ ὁ λόγος τῶν παροδευόντων τὰ εἴδη, διὰ τοῦτο καὶ ἐν τοῖς μεταξὺ τυπουμένοις διαφορὰν λέγει. ὁ μὲν γὰρ κηρός, φησί, μέχρι τινὸς τυποῦται καὶ οὐ δι’ ὅλου, τὸ δὲ ὕδωρ πλέον τοῦ κηροῦ· δι’ ὅλου γὰρ σχεδὸν ἑαυτοῦ δέχεται τὰ εἴδη· ὁ μέντοι ἀὴρ κυρίως δι’ ὅλου ἑαυτοῦ δέχεται τὰ εἴδη· εὐτύπωτος γάρ ἐστι. τινὰ δὲ οὐδὲ ὅλως τυποῦται, οἷον λίθος. τότε δὲ ὁ ἀὴρ τυποῦται, ἐὰν μείνῃ εἷς καὶ συνεχής· εἰ γὰρ διακοπείη, οὐ παροδεύει. διακόπτεται δὲ ἀπὸ τραχέος αἰσθητοῦ, ἐν τοῖς τραχέσι διαμεριζόμενος, ἐν δὲ τοῖς λείοις οὐ διαμερίζεται· διὸ ἡ ἀνάκλασις κυρίως ἀπὸ λείων γίνεται, ἐπειδὴ οὐ διακόπτεται ὁ μεταξὺ ἀήρ. ἐὰν δὲ μείνῃ εἷς ὁ ἀὴρ καὶ πάσχῃ ὑπὸ τοῦ αἰσθητοῦ, καὶ ποιεῖ εἰς τὴν αἴσθησιν. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον ἢ τὴν ὄψιν ἐξιοῦσαν κλᾶσθαι.3 ἰδοὺ ἐνταῦθα φανερῶς δοξάζει τὴν εἰσδοχὴν Ἀριστοτέλης. τί γάρ φησιν; εἰ ἐκ τοῦ λείου κυρίως ἀνάκλασις γίνεται, οἷον ἀπὸ ἐσόπτρου, διότι οὐ διακόπτεται ὁ ἀήρ, ἐκεῖ κάλλιον εἰπεῖν ἐκ τοῦ αἰσθητοῦ τὴν ἀνάκλασιν, ἢ τὴν ὄψιν ἐξιέναι ἕως τοῦ αἰσθητοῦ, ἤτοι τὸ ὀπτικὸν πνεῦμα, καὶ ἀνακλᾶσθαι πάλιν, ὡς οἱ κατ’ ἐκπομπὴν λέγοντες. εἰ γάρ ἐστι λεῖον τὸ αἰσθητόν, εἷς εὑρίσκεται ὁ ἀὴρ καὶ δι’ ὅλου ἑαυτοῦ διακονεῖ ἢ χρῶμα ἢ σχῆμα ἢ εἴ τί ἐστιν, ὡς ἵνα ὑποθῶμαι κηρὸν δι’ ὅλου ἑαυτοῦ τυπούμενον, ὅπερ ἀδύνατον. καὶ ἐν τῷ Περὶ αἰσθήσεως δὲ καὶ αἰσθητοῦ φανερῶς τοῦτο λέγει. ἀναγνωστέον δὲ τὴν λέξιν ἐν ὑπερβατῷ οὕτω· διὸ βέλτιον τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ χρώματος ἢ τοῦ σχήματος, ἢ ὑποτίθεσθαι τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι.

“犹如有人浸入蜡中,〔蜡〕便被移动到此处,直到浸入之处。” 既然讨论是关于传递形式的媒介,为了这个缘故他也陈述了在接受印记的媒介中的差别。他说,因为蜡只是接受印记达到某一限度,而不是贯穿整体,而水比蜡接受更多,因为它几乎贯穿自身的整体接受形式;然而空气严格而言贯穿自身的整体接受形式,因为它是易受印记的。但有些东西根本不受印记,例如石头。当空气保持为一个整体且连续时,它才会接受印记;因为如果它被阻断,就不会传递。它被粗糙的感觉对象阻断,在粗糙之物中被分割,但在光滑之物中不被分割;因此反射严格而言是从光滑之物产生的,因为中间的空气不被阻断。如果空气保持为一个整体并承受感觉对象的作用,它也会对感觉施加作用。“因此关于反射,也比视线射出而发生折射更好。”看哪,亚里士多德在这里显然主张内受说。因为他说了什么呢?如果反射严格而言是从光滑之物产生的,例如从镜子产生,是因为空气没有被阻断,那么在那种情况下,说反射是从感觉对象产生的,胜过如那些主张放射说的人所说视线即视觉精气射出直到感觉对象并再次折射。因为如果感觉对象是光滑的,空气便表现为一个整体,并贯穿自身的整体传递颜色或形状或任何它所具有的属性,犹如我假定一块贯穿自身整体受印的蜡一样,而这是不可能的。在《论感觉与感觉对象》中他也明确地说了这一点。该语句应当按倒装结构如此解读:“因此,空气承受颜色或形状的作用,胜过假定视线射出而发生折射。”

语法注3 条
  1. 3.205οὐ γὰρ δεῖ εἰπεῖν κινοῦν· κινεῖται γὰρ καὶ ἡ χείρ

    关于动词 κινέω(运动)与 ὠθέω(推)在句法和术语上的严格区分。针对前文的 τὸ μὲν πρῶτον ὠθοῦν μόνον(“第一者只是推者”),菲洛波诺斯补充了说明性理由(γάρ):由于手本身也受到身体或灵魂的推动而在运动(κινεῖται),因此严格来说不能称之为仅引起运动而不动的 κινοῦν(动者),而必须限定为 ὠθοῦν(推者),即在该系列中自身不被推而只去推他者的始点。

  2. 3.205πλὴν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ

    限制性连词短语 πλὴν ὅτι(“只是……除外”)引导的结构,其后接独立属格 μένοντος [sc. τοῦ κινουμένου](省略主语“被移动者”),其后接主语为推动者/感觉对象的限定动词 ἀλλοιοῖ。这表明了空间位移与质变(感觉传导)之间的结构性差异:受作用者(媒介或感觉)保持在同一处所不动(μένοντος),感觉对象即可使其发生质变。

  3. 3.206διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον ἢ τὴν ὄψιν ἐξιοῦσαν κλᾶσθαι

    带有句法省略的比较结构,也是菲洛波诺斯在本节末尾所解开的倒装(hyperbaton)的核心所在。比较级谓词 βέλτιον(“更好”)后接比较连接词 ἤ(“胜过”),但被比较的第一个成分(空气受感觉对象作用)在表层句法上省略,仅留下了第二个成分的带不定词宾格结构(τὴν ὄψιν ἐξιοῦσαν κλᾶσθαι)。菲洛波诺斯在末尾指出其完整底层骨架应当是 βέλτιον τὸν ἀέρα πάσχειν... ἢ ὑποτίθεσθαι τὴν ὄψιν...。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:604.21-606.2