- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:603.24-604.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德434b18–434b22,本节梳理了味觉是一种触觉的三个推论,并说明触觉对所有动物都是必然的,而远距离感觉则仅属于具有运动能力的动物。
" Διὸ καὶ ἡ γεῦσίς ἐστιν ὥσπερ ἁφή τις." Ἐπειδὴ εἶπεν ἄνω ὅτι ἁφὴ μόνη ἁπτομένη αἰσθάνεται, ἵνα μή τις εἴπῃ ‘τί οὖν; ἡ γεῦσις οὐχ ἁπτομένη ἀντιλαμβάνεται;’ διὰ τοῦτο εἶπεν ὅτι καὶ ἡ γεῦσις ὡς ἁφὴ οὖσα ἀμέσως ἀντιλαμβάνεται. ὅτι δὲ ἡ γεῦσις ἁφή τίς ἐστι, διὰ τριῶν δείκνυσι συλλογισμῶν, ὧν ὁ πρῶτός ἐστιν οὗτος· εἰ ἀναγκαία ἡ ἁφὴ τῷ ζῴῳ καὶ ἡ γεῦσις δὲ ἀναγκαία (δι’ αὐτῆς γὰρ τρεφόμεθα) ἡ γεῦσις ἄρα ἁφή. τοῦτον δὲ τὸν συλλογισμὸν ἐδήλωσε διὰ τοῦ εἰπεῖν διὸ καὶ ἡ γεῦσις ὥσπερ ἁφή ἐστιν, τουτέστιν διὰ τὸ ἀναγκαία εἶναι ὡς ἡ ἁφή· ὡς πρὸς τὰ ἄνω γὰρ συνέταξε. λέγει καὶ δεύτερον συλλογισμόν, ὅτι εἰ ἡ γεῦσις τροφῆς, ἔστιν ἁφή. δείκνυσι δὲ τὸ αὐτὸ καὶ διὰ τρίτου συλλογισμοῦ· εἰ τὸ σῶμα τὸ ἁπτὸν τροφή ἐστιν (ὁ γὰρ χυμὸς κατὰ συμβεβηκὸς τρέφει, αὐτὴ δὲ ἡ οὐσία ἐστὶν ἡ προστιθεμένη, οἷον τὸ ἁπτὸν σῶμα), εἰ οὖν τὸ ἁπτὸν σῶμα τρέφει, ψόφος δὲ ἢ ὀσμὴ ἢ χρῶμα οὐ τρέφει ἢ φθίσιν ποιεῖ μὴ ὄντα,1 ἀνάγκη οὖν καὶ τὴν γεῦσιν ἁφὴν εἶναι, εἴπερ τὸ αὐτό ἐστιν ἁπτὸν καὶ τρέφον. τοῦτον δὲ τὸν συλλογισμὸν ᾐνίξατο εἰπὼν ἡ δὲ τροφὴ τὸ σῶμα τὸ ἁπτόν, καὶ τοῦτο κατασκευάζει ἕως ἂν εἴπῃ ‘ταῦτα μὲν ἀναγκαῖα τῷ ζῴῳ’· ἐκεῖθεν γὰρ ἄλλο τι λέγει.
“因此味觉也如同一种触觉。” 既然他前面说过唯独触觉是通过接触来感知的,为了不让人说“那又怎样?难道味觉不是通过接触来把握的吗?”为了这个缘故,他说味觉作为如同触觉一样的东西,也是直接把握的。至于味觉是一种触觉,他通过三个推论来表明,其中第一个是这样的:如果触觉对于动物是必然的,而味觉也是必然的(因为我们通过它得到滋养),那么味觉就是触觉。他通过说“因此味觉也如同触觉”,即通过它如触觉一般必然,表明了这个推论;因为他把它与前文联系了起来。他又陈述了第二个推论,即如果味觉关涉食物,它就是触觉。他也通过第三个推论表明了同样的事:如果可触知的身体是食物(因为滋味只是附带性地滋养,而实体本身才是被增添的东西,例如可触知的身体),因此如果可触知的身体滋养,而声音、气味或颜色不滋养,也不在不存在时导致消耗,那么如果可触知的与滋养的是同一回事,味觉也必然是触觉。他在说“食物即是可触知的身体”时暗示了这个推论,并且对这一点进行立论,直到他说出“这些对于动物是必然的”;因为从那里起他谈论的是别的事情。
"Αὗται μὲν οὖν ἀναγκαῖαι τῷ ζῴῳ." Εἰπὼν τὴν κοινωνίαν τῶν ζῴων ἅμα καὶ κατασκευάσας διὰ τῶν δύο ἐπιχειρημάτων τῶν πρὸ τῆς διακρίσεως ὅτι καὶ μικτά ἐστι καὶ ἁφὴν ἔχει, ἐντεῦθεν διακρίνει τὰ ζῷα καί φησιν ὅτι ἡ μὲν ἁφὴ ὡς ἀναγκαία παντὶ ὑπάρχει ζῴῳ, αἱ δὲ ἄλλαι αἰσθήσεις οὐ τῷ τυχόντι ὑπάρχει ζῴῳ, ἀλλὰ μόνον τῷ πορευτικῷ καὶ οὐ τῷ ζωοφύτῳ. εἰ γάρ, φησί, τὸ πορευτικὸν καὶ τὰ πόρρωθεν κακὰ θέλει ἐκφυγεῖν, οὐ μόνον ἁφῆς δεῖται, ἵνα ἅπτηται, ἀλλὰ καὶ τῶν ἄλλων αἰσθήσεων χρῄζει, ἵνα πόρρωθεν ἀντιλαμβάνηται, τοῦτο δ’ ἂν εἴη διὰ τοῦ μεταξύ. ζητοῦσι πῶς λέγομέν τινων διὰ τοῦ μεταξύ ἀντιλαμβάνεσθαι, τινῶν δὲ ἁπτομένους, ὡς ὅτι καὶ τὰ διὰ τοῦ μεταξὺ ἀντιλαμβανόμενα [οὐχ] ἅπτεται τοῦ μεταξὺ ἀέρος2 καὶ ἀμέσως αὐτοῦ ἀντιλαμβάνεται· πῶς οὖν λέγομεν διὰ μέσου; εἰπὲ πρὸς τοῦτο ὅτι τοῦ αἰσθητοῦ διὰ μέσου ἀντιλαμβάνεται καὶ ὡς πρὸς τὸ αἰσθητὸν εἴρηται τὸ διὰ μέσου· ἐκεῖνο μὲν γὰρ τὸ μεταξὺ πάσχει ὑπὸ τοῦ αἰσθητοῦ καὶ κινεῖται, αὐτὸ δὲ τὸ αἰσθητήριον ὑπὸ τοῦ μεταξὺ πάσχει.
“因此这些对于动物是必然的。” 在陈述了动物的共同属性,同时通过划分之前的两个论证确立了它们既是混合的又具有触觉之后,他从这里开始对动物进行划分,并说触觉作为必然的属性属于所有动物,而其他感觉并不属于随意的动物,而只属于具有运动能力的动物,不属于植虫。他说,因为如果具有运动能力的动物想要逃避远处的危害,它不仅需要触觉以便接触,而且需要其他感觉以便从远处把握,而这当是通过媒介进行的。他们追问,我们如何说通过媒介把握某些事物,而通过接触把握另一些事物,理由是即便那些通过媒介把握的感觉也接触中间的空气并直接把握它;那么我们怎么说“通过媒介”呢?对此应当回答说,是通过媒介把握感觉对象的,而“通过媒介”是就感觉对象而言的;因为中间的那个媒介承受感觉对象的作用并被推动,而感觉器官本身则承受中间媒介的作用。
- 3.203ἢ φθίσιν ποιεῖ μὴ ὄντα
μὴ ὄντα 是条件性分词,与主语(声音、气味或颜色)一致,表条件(“在不存在时”)。前面的否定词 οὐ 同时辖制由 ἢ 连接的 τρέφει 与 φθίσιν ποιεῖ μὴ ὄντα(阐释《论灵魂》434b20–21),意为“不滋养,也不在不存在时导致消耗”。
- 3.204ὡς ὅτι καὶ τὰ διὰ τοῦ μεταξὺ ἀντιλαμβανόμενα [οὐχ] ἅπτεται τοῦ μεταξὺ ἀέρος
校勘中将 [οὐχ] 置于方括号内表示删除,因为疑难提出者的论据在于:通过媒介把握的感觉器官实际上也接触中间的空气(因而似乎所有感觉都是接触感知)。在句法上,ὡς ὅτι 引出质疑者的主张,需要读为肯定含义的“接触空气”。
