← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§606.3-607.22

身体的复合性与触觉的必要性及诸感觉的作用

菲洛波诺斯注解了亚里士多德《论灵魂》卷三第十三章(435a11–435b24),探讨了动物身体为何必须是复合物、触觉对维持生存必不可少的五个论证,以及其他感觉(视觉、味觉、听觉和舌头)如何有助于良好存在与单纯存在的维持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.207

" Ὅτι δ’ οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζῴου σῶμα, φανερόν." Τὴν κοινωνίαν λέγει τὴν μετὰ τὴν διάκρισιν, ὅτι μικτὰ τὰ ζῷα· οὐ γὰρ δύναται ἀπὸ πυρὸς εἶναι τὰ αἰσθητήρια (φθείρει γάρ) οὔτε ἀπὸ ἀέρος ἢ ὕδατος ἢ γῆς. καὶ εἴρηται ἐν τῇ θεωρίᾳ πάντων τὸ αἴτιον.

“动物的身体不可能是单纯的,这是显而易见的。” 他谈到区分之后的共同性,即动物是复合的;因为感觉器官不可能由火构成(因为火会毁坏),也不可能由空气、水或土构成。在通论中已经说明了一切的原因。

§3.208

"Φανερὸν τοίνυν ὅτι ἀνάγκη μόνης ταύτης στερισκόμενα τῆς αἰσθήσεως τὰ ζῷα ἀποθνήσκειν." Ἐντεῦθεν λέγει τὰ ε̄ ἐπιχειρήματα ὅτι ἀναγκαία ἡ ἁφή, διότι ταύτης στερισκόμενον ἀπόλλυται τὸ ζῷον· εἰ δὲ ἄλλης στερίσκοιτο, οὐκ ἀπόλλυται.

“因此,显而易见,动物若仅仅丧失这种感觉就必然死亡。” 从这里起,他提出了证明触觉是必然的五个论证,因为丧失了这种感觉动物就会灭亡;但如果丧失了其他感觉,则不会灭亡。

§3.209

"Οὔτε ζῷον ὂν ἄλλην ἔχειν ἀνάγκη πλὴν ταύτην." Τὸ δεύτερόν ἐστιν ἐπιχείρημα ὅτι ἀντιστρέφει ἡ ἁφὴ πρὸς τὸ ζῷον, ὥστε ἀναγκαία ἐστί.

“并且作为动物,也没有必然性拥有除此以外的感觉。” 第二个论证是,触觉与动物是相互换位的,因而它是必然的。

§3.210

"Καὶ διὰ τοῦτο τὰ μὲν ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ φθείρει τὸ ζῷον." Τὸ τρίτον ἐστὶν ἐπιχείρημα ὅτι ἡ ὑπερβολὴ τῆς ἁφῆς ὅλον τὸ ζῷον φθείρει. ἐκ τούτου δὲ ἀπογεννᾶται καὶ τὸ ἄλλο ἐπιχείρημα ὅτι ἡ ἁφὴ ἐν παντί ἐστι τῷ σώματι, αἱ δὲ ἄλλαι αἰσθήσεις ἐν ἑνὶ αἰσθητηρίῳ· διότι καὶ ἓν αἰσθητήριον βλάπτουσιν ἐν ταῖς ὑπερβολαῖς καὶ οὐ τὸ πᾶν σῶμα, εἰ μὴ κατὰ συμβεβηκὸς τῇ ὤσει.1 καὶ εἴρηται ἐν τῇ θεωρίᾳ, πῶς δι’ ἁφῆς καὶ ταῦτα φθείρει.

“为此,其他感觉对象并不会因过度而毁灭动物。” 第三个论证是,触觉的过度会毁灭整个动物。由此也产生出另一个论证,即触觉存在于整个身体中,而其他感觉则存在于单一的感觉器官中;因为它们在过度时也只是损伤单一的感觉器官,而不是整个身体,除非是因推动而附带发生。并且在通论中已经说明了它们如何也是通过触觉而造成毁灭的。

§3.211

"Ὅτι ἀνάγκη μόνην ἔχειν ταύτην." Τὸ πέμπτον λέγει ἐπιχείρημα ὅτι ἡ ἁφὴ εἰς τὸ εἶναι συμβάλλεται, ὅπερ ἀναγκαῖον, αἱ δὲ ἄλλαι αἰσθήσεις εἰς τὸ εὖ εἶναι, οἷον ἡ ὄψις, ἐπειδὴ δι’ ὄψεως μὲν ἡμεῖς τὰς ἐπιστήμας γινώσκομεν, καὶ τὰ ἄγρια δὲ τῶν θηρίων τιθασεύονται καὶ τροποῦνται δι’ ὄψεως καὶ διδάσκονται. οὐ μόνον δὲ εἰς τὸ εὖ εἶναι συμβάλλονται αἱ ἄλλαι αἰσθήσεις, ἀλλὰ καὶ εἰς τὸ ἁπλῶς εἶναι, τῷ πόρρωθεν ἢ θεώμενον ἢ ἀκούοντα ἢ ὀσφραινόμενον τῶν δεινῶν ἀποφεύγειν αὐτῶν τὰς ἐπιβουλάς.2 ὥστε ποτὲ μὲν εἰς τὸ εἶναι λέγων ποτὲ δὲ εἰς τὸ εὖ εἶναι συμβάλλεσθαι τὰς ἄλλας αἰσθήσεις οὐκ ἐναντιοῦται ἑαυτῷ· κατ’ ἄμφω γὰρ συμβάλλονται.

“必然仅仅拥有这种感觉。” 他提出的第五个论证是,触觉有助于存在(这是必然的),而其他感觉有助于良好存在——例如视觉,既然通过视觉我们认知诸种科学,而凶猛的野兽也通过视觉被驯化、矫正和训导。并且其他感觉不仅有助于良好存在,也有助于单纯的存在,这是通过从远处看、听或嗅,从而逃避危险事物的袭击。因此,他有时说其他感觉有助于存在,有时又说有助于良好存在,并没有自相矛盾;因为它们在两方面都有所助益。

§3.212

"Οἷον ὄψιν, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ." Διὰ τὸ εὖ εἶναι, φησίν, ἐστὶν ἡ ὄψις· διὰ τὸ ὁρᾶν γὰρ διὰ τοῦ διαφανοῦς τοῦ ἀέρος καὶ τοῦ ὕδατός ἐστιν. εἰ γὰρ μὴ δι’ αὐτῶν ἑώρα, μάτην ἂν ἦσαν ὕδωρ καὶ ἀὴρ διαφανῆ.

“例如视觉,既然处于空气和水中,是为了去看。” 他说,视觉是为了良好存在;因为它是为了通过空气和水的透明介质去看。如果不是通过它们去看,水和空气的透明就是徒劳的了。

§3.213

"Γεῦσιν δὲ διὰ τὸ ἡδὺ καὶ λυπηρόν." Καὶ ἡ γεῦσις δέ, φησίν, εἰς τὸ εὖ εἶναι συμβάλλεται, ἵνα αἰσθάνηται τοῦ ἐν τροφαῖς ἡδέος καὶ λυπηροῦ καὶ αἱρῆται τὸ ἡδύ.

“味觉则是因适意与痛苦。” 他说,味觉也有助于良好存在,以便感知食物中的适意与痛苦并选择适意之物。

§3.214

"Ἀκοὴν δὲ ὅπως σημαίνῃ τι αὐτῷ." Δοκεῖ ἐπὶ ἀλόγων μὴ ἐρρῶσθαι τοῦτο· τί γὰρ ἔχουσι σημανθῆναι, εἰ μὴ ὅτι εἴποις ὅτι3 ἀκούοντα τῆς γονῆς αὐτῶν κήδεται αὐτῶν καὶ ἔστι τις σημασία. ἢ εἰπὲ ὅτι καὶ τῶν παρ’ ἡμῖν σημαινόντων ἀκούοντα τὰ ἄλογα ἡμεροῦται. γλῶτταν δὲ ὅπως σημαίνῃ τι ἑτέρῳ. τοῦτο ἐπὶ ἀλόγων οὐκ ἔστιν· οὐ γὰρ ἔχουσι γλῶτταν διὰ τὸ σημαίνειν τι, ἀλλ’ εἰ ὅλως, διὰ τὸ γεύεσθαι· οὐκ ἄρα ἀσφαλῶς εἴρηται. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“听觉则是为了向它指示某种事物。” 这在无理性的动物身上似乎站不住脚;因为它们能有什么被指示的呢,除非你说它们在听到自己幼崽的声音时会照料它们,且存在某种指示。或者说,无理性的动物在听到我们发出的信号时会被驯服。“舌头则是为了向另一者指示某种事物。”这在无理性的动物身上是不适用的;因为它们并不是为了指示某种事物而拥有舌头,而是若果真拥有,则是为了品尝。因此这一说法并不牢靠。至此,蒙神相助,本讲告成。

语法注3 条
  1. 3.210εἰ μὴ κατὰ συμβεβηκὸς τῇ ὤσει

    这是一个由 εἰ μή(除……之外)引导的限制性短语,修饰介词短语 κατὰ συμβεβηκός(附带地)和手段与格 τῇ ὤσει(通过推动)。它对前文的“不损伤整个身体”(οὐ τὸ πᾶν σῶμα)构成例外规定,意为“除非是通过冲击/推动而附带发生”。

  2. 3.211τῷ πόρρωθεν ἢ θεώμενον ἢ ἀκούοντα ἢ ὀσφραινόμενον τῶν δεινῶν ἀποφεύγειν αὐτῶν τὰς ἐπιβουλάς

    这是一个以表示手段/原因的带冠词与格不定式(τῷ ... ἀποφεύγειν)为核心的结构。不定式的逻辑主语是动物(ζῷον),但所插入的分词中,θεώμενον 和 ὀσφραινόμενον 为中性(或阳性)单数宾格,而 ἀκούοντα 则呈现阳性单数(或中性复数)宾格形态,表现出文体上的性数不一致(破格现象/性数交替)。在句法上,这三个分词并列修饰逃避袭击的主体,而 τῶν δεινῶν(危险事物)则被 αὐτῶν 赘述性地复指,修饰 ἐπιβουλάς。

  3. 3.214εἰ μὴ ὅτι εἴποις ὅτι

    这是一个双重 ὅτι 结构,由表示例外的连词短语 εἰ μὴ ὅτι(除了……之外)后接带有潜在意义的无 ἄν 希求法 εἴποις(除非有人会说),再引出表述内容的 ὅτι 从句。意为“除非有人提出说……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:606.3-607.22