- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:602.17-603.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过讨论可见事物如何通过触觉间接破坏身体以及各感觉对于存在与良好生存的作用,完成了理论考察部分;随后在逐句注释中,梳理并划分了证明动物身体具有触觉且为复合体的三个推论。
πάλιν λέγουσιν ὅτι καὶ τὰ ὁρατὰ φθείρει τὸ πᾶν σῶμα· ὁρῶντες γὰρ ἐνίοτε ὅτι δή ποτε φοβερὸν τῇ δειλίᾳ φθειρόμεθα. πρὸς ὃ ἔστιν εἰπεῖν ὅτι καὶ ἡ δειλία τῷ ποιεῖν ψῦξιν φθείρει, ἡ δὲ ψῦξις ἁφῆς ἐστι. τοῦτο καὶ τὸ τέταρτον ἐπιχείρημα. πέμπτον ἐπιχείρημα· ἀναγκαία, φησίν, ἐστὶν ἡ ἁφή, ἐπειδὴ αὕτη μόνη εἰς τὸ εἶναι συντελεῖ, αἱ δὲ ἄλλαι αἰσθήσεις εἰς τὸ εὖ εἶναι συμβάλλονται. φασὶ δὲ ὅτι καὶ τὰ ἄλογα καὶ ὅρασιν ἔχει καὶ ἀκοὴν καὶ ὄσφρησιν καὶ γεῦσιν· μὴ οὖν ἐπὶ ἐκείνων ἐστὶ μαθεῖν μουσικὴν ἢ ἀστρονομίαν;1 πρὸς ὃ φαμεν ὅτι γεῦσις μὲν καὶ ὄσφρησις, καθὸ τελειότερα ποιεῖ 〈τὰ〉 ζῷα, λέγεται εἰς τὸ εὖ εἶναι συμβάλλεσθαι, ἀκοὴ δὲ καὶ ὄψις καὶ ἐπὶ τῶν ἀλόγων εἰς τὸ εὖ εἶναι συμβάλλεται· πρῶτον μὲν ἐπειδὴ ἀκούοντα τῶν γεννημάτων αὐτῶν καὶ ὁρῶντα αὐτὰ κήδεται αὐτῶν, τὸ δὲ κήδεσθαι τῶν γεννημάτων εὖ εἶναι αὐτοῖς ἐστιν· ἄλλως τε δὲ ἀκούοντα τὰ ἄλογα ἡμεροῦνται, ὥστε χρεία ἀκοῆς, ἵνα ἀκούοντα ἡμερωθῶσιν· τὸ δὲ ἡμεροῦσθαι εὖ εἶναί ἐστιν, ὅπερ ἔχουσι δι’ ἀκοῆς καὶ ὄψεως· ὁρῶντα γὰρ ἐν φωτὶ τὰ γινόμενα ἐξ ἡμῶν ἡμεροῦνται. καὶ τοῦτο δῆλον ἐκ τοῦ τὰ ἐν σκότῳ διατρίβοντα θηρία ἄγρια εἶναι. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν τούτοις ἡ θεωρία καὶ ἡ παροῦσα περὶ ψυχῆς πραγματεία σὺν θεῷ πληροῦται. Ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχει, ἀνάγκη τὸ σῶμα εἶναι ἢ ἁπλοῦν ἢ μικτόν. τὰς κοινωνίας λέγει τῶν ζῴων,2 οὐχ ὡς εἴρηται ἐν τῇ θεωρίᾳ προάγων τὸν λόγον, πλὴν ἡ αὐτή ἐστιν ἔννοια· διὰ τριῶν δὲ συλλογισμῶν προάγει τὸν λόγον, ὧν ὁ πρῶτός ἐστιν οὗτος. εἰ ἀνάγκη τὰ ἔχοντα αἴσθησιν σώματα, οἷον τὰ ζῷα, ἢ ἁπλᾶ εἶναι ἢ σύνθετα, οὐκ ἔστι δὲ ἁπλᾶ, σύνθετα ἄρα. οὗτος ὁ πρῶτος συλλογισμός. καὶ πόθεν δῆλον ὅτι σύνθετά ἐστι; τοῦτο ὁ δεύτερος δείκνυσι συλλογισμός. εἰ γὰρ μὴ ἦν σύνθετα, οὐδὲ ἁφὴν εἶχον· ὅπου γὰρ ἁφή, καὶ σύνθετον, εἴπερ ἐξ ὧν ἐστι, τούτων καὶ ἅπτεται, ἅπτεται δὲ πολλῶν. καὶ πόθεν δῆλον ἁφὴν ἔχειν τὰ ζῷα; τοῦτο δι’ ἄλλου συλλογισμοῦ δείκνυσιν. εἰ γὰρ τὸ ζῷον σῶμά ἐστιν ἔμψυχον, πᾶν δὲ σῶμα ἁπτόν ἐστι, πᾶν δὲ ἁπτὸν ἁφῇ καταλαμβάνεται, ἔστιν ἄρα ἁφὴ ἐν ἡμῖν ἡ ἁπτομένη. οὗτοί εἰσιν οἱ τρεῖς συλλογισμοί. δικαίως δέ, φησίν, ἐστὶν ἡ ἁφή, ἵνα σῴζηται δι’ αὐτῆς τὸ ζῷον· εἰ γὰρ μὴ εἶχεν αὐτήν, βόθροις περιέπιπτε καὶ ἀπώλλυτο. ἕως ποῦ δέ ἐστιν ἕκαστος συλλογισμός;3 λέγομεν ὅτι ὁ μὲν πρῶτός ἐστιν ἕως τῶν ὧδε, ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχει τὸ σῶμα, ἀνάγκη τὸ σῶμα εἶναι ἢ ἁπλοῦν ἢ μικτόν. λοιπὸν ὁ δεύτερος συλλογισμός ἐστιν οὗτος, οὐχ οἷόν τε δὲ ἁπλοῦν· ἁφὴν γὰρ οὐχ ἕξει. ὁ δὲ τρίτος συλλογισμός ἐστιν ὁ λέγων ἔστι δ’ ἀνάγκη ταύτην ἔχειν. καὶ ὅτι ἀνάγκη, κατασκευάζει καί φησιν τοῦτο δὲ ἐκ τῶνδε δῆλον, καὶ λοιπὸν λέγει τὰ εἰρημένα· εἰ πᾶν σῶμα ἁπτόν, πᾶν δὲ ἁπτὸν ἁφῇ καταλαμβάνεται, ἁφὴ ἄρα τούτων ἀντιλαμβάνεται, ἡ δὲ ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ· εἰ δὲ τοῦτο, ἀδύνατον ἔσται σῴζεσθαι τὸ ζῷον, εἰ μὴ ἔχει ἁφήν· κρημνῷ γὰρ περιπίπτει καὶ φθείρεται.
他们又说,可见事物也会破坏整个身体;因为有时看到无论什么可怕之物,我们都会因恐惧而被破坏。对此可以说,恐惧也是通过产生寒冷来破坏的,而寒冷属于触觉。这也是第四个论证。第五个论证:他说,触觉是必然的,因为唯独它促成存在,而其他感觉则有助于良好的存在。但他们说,无理性的动物也具有视觉、听觉、嗅觉和味觉;难道对于那些动物而言是要学习音乐或天文学吗?对此我们说,味觉和嗅觉就使动物更加完满而言,被认为是有助于良好的存在;而听觉和视觉即使在无理性动物身上也有助于良好的存在:首先,因为它们听到自己幼崽的声音并看到它们,就会照料它们,而照料幼崽对它们来说就是良好的存在;此外,无理性的动物通过听闻而得以被驯化,因此需要听觉,以便通过听闻而得以被驯化;而被驯化就是良好的存在,这是它们通过听觉和视觉获得的;因为在光亮中看到我们所做的事,它们便被驯化了。这从在黑暗中度日的野兽是凶暴的这一事实中也是显而易见的。因此,既然这些话已经说过,在此理论考察和目前这部关于灵魂的论述便蒙神之助而告完成。 “然而,如果具有感觉,身体必然要么是单纯的要么是混合的。”他谈论的是动物的共同属性,并未像理论考察中所述的那样推进论证,然而思想是同一的。他通过三个推论来推进论证,其中第一个是这样的:如果具有感觉的身体(例如动物)必然要么是单纯的要么是复合的,而它们又不是单纯的,那么它们就是复合的。这是第一个推论。又从何可知它们是复合的呢?第二个推论表明了这一点:因为如果它们不是复合的,它们也就不会具有触觉;因为凡有触觉之处便有复合体,既然它由之构成的那些事物,它也触及它们,而且触及许多事物。又从何可知动物具有触觉呢?他通过另一个推论表明了这一点:因为如果动物是具有灵魂的身体,凡身体都是可触知的,而凡可触知之物都是由触觉把握的,那么我们之中便存在触及对象的触觉。这就是这三个推论。他说,触觉合理地存在,以便动物通过它得以保全;因为如果它没有触觉,就会掉进陷坑而灭亡。那么每个推论各延展到哪里呢?我们说,第一个推论延展到这里:“然而,如果身体具有感觉,身体必然要么是单纯的要么是混合的”。其次,第二个推论是这样的:“然而不可能是单纯的;因为这样它将不具有触觉”。而第三个推论则是说“然而具有这种感觉是必然的”那一段。至于为何是必然的,他进行了立论并说“这从以下事实是显而易见的”,接着便陈述了上述内容:如果凡身体都是可触知的,而凡可触知之物都是由触觉把握的,那么触觉便感知这些事物,而视觉、听觉和嗅觉则是通过媒介感知的;如果是这样,动物如果不具有触觉,就将不可能得以保全;因为它会跌落悬崖而被破坏。
- 3.202μὴ οὖν ἐπὶ ἐκείνων ἐστὶ μαθεῖν μουσικὴν ἢ ἀστρονομίαν;
由否定小品词 μή 引导的疑问句,表示预期否定回答的反问修辞(“难道……吗?”)。不定式短语 μαθεῖν μουσικὴν ἢ ἀστρονομίαν 作语法主语,ἐστί 带有可能或事关之意。
- 3.202τὰς κοινωνίας λέγει τῶν ζῴων
位于引文之后的句首倒装宾语短语。τὰς κοινωνίας 指属于动物全体的“共有属性”,作动词 λέγει(指亚里士多德)的直接宾语。
- 3.202ἕως ποῦ δέ ἐστιν ἕκαστος συλλογισμός;
疑问短语 ἕως ποῦ(“延展到哪里”/“到何处为止”)询问所评注的底本文本中三个推论各自的文本界限与起止位置。
