← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§601.15-602.17

从营养摄取论动物身体的混合性与触觉的必要性

菲洛波诺斯阐释了亚里士多德的论述,基于营养摄取与感官构成证明动物身体必须是混合的,并列举了五个论证以表明触觉是动物最不可或缺的感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.202#2

δεῖ τοίνυν εἰδέναι ὅτι ἐκ τῶν ἁπτῶν τρεφόμεθα κυρίως· οἱ γὰρ χυμοὶ καρυκεύματος δίκην1 ἐπέχουσι κατὰ συμβεβηκὸς τρέφοντες, τὰ δὲ ἄλλα οὐδὲ κατὰ συμβεβηκὸς τρέφει, οἷον τὰ ὀσφραντὰ ἢ τὰ ἀκουστὰ ἢ τὰ ὁρατά. εἰ οὖν ἐκ τῶν ἁπτῶν τρεφόμεθα, ἀνάγκη δὲ ἀντιλαμβάνεσθαι ἐκείνων ἐξ ὧν τρεφόμεθα, ἀνάγκη ἄρα ἐστὶν αὐτῶν ἅπτεσθαι, καὶ ἐξ ἀνάγκης ἐστὶν ἐν ἡμῖν ἁφή, ἵνα τούτων ἀντιλαμβάνηται· αὕτη μὲν γὰρ μόνη ἀμέσως ἀντιλαμβάνεται, αἱ δὲ ἄλλαι διὰ μέσου. ἔστιν οὖν ἁφὴ ἐν τοῖς ζῴοις. ταῦτα πρὸ τῆς διακρίσεως δείκνυνται ὅτι ἔστιν ἁφὴ ἐν ἡμῖν, καὶ μικτὰ ὄντα τὰ ζῷα.2 μετὰ δὲ τὴν διάκρισιν πάλιν δείκνυσιν ὅτι μικτά ἐστι τὰ ζῷα. φησὶ γὰρ ὅτι εἰ δέδεικται ὅτι πᾶν ζῷον αἰσθητικόν ἐστιν, ἀνάγκη αἰσθητήριον ἔχειν δι’ οὗ αἰσθάνεται. τὸ δὲ αἰσθητήριον ἀνάγκη μικτὸν εἶναι· οὔτε γὰρ ἀπὸ πυρὸς μόνου δύναται εἶναι (τὸ γὰρ πῦρ φθείρει μᾶλλον ἢ συνίστησι μόριον) οὔτε δὲ ἐξ ἀέρος ἢ ὕδατος δύναται εἶναι (ταῦτα γὰρ ἄλλας δυνάμεις ἐπιστεύθη, διαφανῆ, διηχῆ, δίοσμον), οὔτε δὲ ἀπὸ γῆς μόνης δύναται εἶναι· ἀναίσθητα γὰρ τὰ ἐν ἡμῖν γεώδη μόρια, οἷον τρίχες, ὄνυχες, ὀστέα· καὶ ὅτι οὐ μόνον τῆς ἀντιθέσεως τῆς γῆς ἀντιλαμβανόμεθα, οἷον ξηροῦ καὶ ψυχροῦ, ἀλλὰ καὶ θερμοῦ καὶ ὑγροῦ. ἔδει οὖν ἐκ πάντων εἶναι τὸ αἰσθητικόν, ἵνα μέσον ὂν πάντων ἀντιλαμβάνηται· ὥστε μικτόν. ὅτι δὲ καὶ ἁφὴν ἔχει τὸ ζῷον, διὰ πέντε ἐπιχειρημάτων δείκνυσιν. ὧν τὸ πρῶτόν ἐστι τοῦτο· ἀναγκαία, φησίν, ἐστὶ τῷ ζῴῳ ἡ ἁφή· εἰ γὰρ οἱ ὄψεως ἐστερημένοι ζῶσιν, ἔτι δὲ ζῶσι καὶ κωφοὶ καὶ οἱ ὀσφρήσεως ἐστερημένοι, οἷον ἐὰν ἔχῃ τις πολύπουν ἐν τῇ ῥινί, πρὸς τούτοις δὲ καὶ οἱ ἀποκεκομμένοι τὴν γλῶτταν ζῶσι, τὸν δὲ ἀπολέσαντα τὴν ἁφήν, οἷον τὸν πάρετον, οὐκ ἔστι ζῆν. ἀναγκαία ἄρα πλέον πάντων ἡ ἁφή, καὶ ἔστιν ἐν ἡμῖν. δεύτερον ἐπιχείρημα· εἰ ὅρος τοῦ ζῴου τὸ αἰσθητικὸν καὶ ἀντιστρέφει πρὸς τὸ ζῷον, τὸ δὲ αἰσθητικὸν κατὰ τὴν ἁφὴν λέγομεν, ἔστιν ἄρα ἐν ἡμῖν ἁφή. τρίτον ἐπιχείρημα τοιοῦτον· ἀναγκαία ἡ ἁφή, εἴπερ αἱ ἄλλαι αἰσθήσεις,3 ἐπειδὴ αἱ μὲν ἄλλαι αἰσθήσεις ἐν ἑνί εἰσι μορίῳ, ἡ δὲ ἁφὴ ἐν ὅλῳ ἐστὶ τῷ σώματι. τέταρτον ἐπιχείρημα τοιοῦτον· ἀναγκαία ἡ ἁφή, ἐπειδὴ καὶ τὰ ὑποκείμενα αὐτῇ, οἷον τὰ ἁπτά, ὅλον τὸ σῶμα φθείρει, ἐὰν ὦσιν ὑπερβάλλοντα, καὶ δικαίως, ἐπειδὴ ἐν ὅλῳ τῷ σώματί ἐστιν ἡ ἁφή, αἱ δὲ τῶν ἄλλων αἰσθητῶν ὑπερβολαὶ μόνον τὸ αἰσθητήριον ἐκεῖνο βλάπτουσιν ᾧ ἐστιν αἰσθητά. εἰ γὰρ εἴποις ὅτι καὶ τὰ γευστὰ φθείρει τὸ ὅλον σῶμα, λέγω σοι ὅτι καὶ ἡ γεῦσις ἁφή τίς ἐστι καὶ ὡς ἁφὴ μᾶλλον φθείρει τὸ ὅλον σῶμα ἤπερ ὡς γεῦσις. εἰ δὲ ἀπορήσειέ τις ‘τί οὖν, τὰ ὀσφραντὰ οὐ φθείρει τὸ πᾶν σῶμα, οἷον τὰ Χαρώνια πνεύματα;’ λέγομεν ὅτι κατὰ συμβεβηκὸς διὰ ἁφῆς καὶ ταῦτα φθείρει· τῷ γὰρ ποιεῖν σῆψιν φθείρει, ἡ δὲ σῆψις ἁφῇ ποιεῖ. πάλιν λέγουσιν ὅτι καὶ τὸ ἀκουστὸν φθείρει τὸ πᾶν σῶμα, οἷον ἐξαίσιος ψόφος. ἀλλὰ καὶ οὗτος πάλιν τῇ ἁφῇ ποιεῖ· τῇ γὰρ ὤσει, ἡ δὲ ὦσις ἁφή ἐστι.

因此必须知道,我们主要是由触觉对象来滋养的。因为各种味道起着调味品的作用,是在附带意义上滋养,而其他感觉对象甚至连在附带意义上也不滋养,例如嗅觉对象、听觉对象或视觉对象。因此,如果我们是由触觉对象滋养的,而感知我们赖以滋养的那些事物又是必然的,那么去触及它们也就是必然的,并且我们之中必然具有触觉以便感知它们;因为唯独这种感觉是直接感知的,而其余感觉则是通过媒介感知。因此触觉存在于动物之中。这些在区分之前得到表明:触觉存在于我们之中,以及动物是混合者。而在区分之后,他又再次表明动物是混合的。因为他说,如果已经证明凡动物都是具有感觉能力的,就必然具有赖以感觉的感觉器官。而感觉器官必然是混合的;因为它既不可能唯独由火构成(因为火与其说是构成部分,不如说是破坏部分),也不可能由空气或水构成(因为它们被赋予了其他能力:透明、透声、透臭),也不可能唯独由土构成;因为我们体内具有土性的部分是无感觉的,例如毛发、指甲、骨骼;并且因为我们不仅感知土的对立性质,例如干与冷,而且也感知热与湿。因此感觉器官应当由一切元素构成,以便作为居中者能够感知一切事物;所以它是混合的。至于动物也具有触觉,他通过五个论证来表明。其中第一个论证如下:他说,触觉对动物而言是必然的;因为如果被剥夺了视觉的人能够活着,聋人和被剥夺了嗅觉的人(例如鼻子里长了息肉的人)也依然活着,此外被切除了舌头的人也活着,但丧失了触觉的人(例如瘫痪者)却不可能活着。因此触觉比一切感觉都更为必然,并且存在于我们之中。第二个论证:如果感觉能力是动物的定义且与动物可逆,而我们是基于触觉来谈论感觉能力的,那么触觉便存在于我们之中。第三个论证如下:触觉是必然的,如果其他感觉[是必然的],因为其他感觉存在于一个单一的部分,而触觉则存在于整个身体之中。第四个论证如下:触觉是必然的,因为从属于它的对象,例如触觉对象,如果是过度的,就会破坏整个身体,而且这是合乎情理的,因为触觉存在于整个身体之中,而其他感觉对象的过度则仅仅损害它们作为感觉对象所属的那个感觉器官。因为如果你说味觉对象也会破坏整个身体,我对你说,味觉也是一种触觉,它作为触觉破坏整个身体甚于作为味觉破坏整个身体。如果有人提出疑难:“那么怎样呢,嗅觉对象难道不破坏整个身体吗,例如卡隆的气体?”我们回答说,这些也是在附带意义上通过接触而破坏的;因为它们是通过引起腐败来破坏的,而腐败是通过接触起作用的。他们又说,听觉对象也破坏整个身体,例如骇人的巨响。但这同样是通过接触起作用的;因为它是通过推击起作用的,而推击就是接触。

语法注3 条
  1. 3.202καρυκεύματος δίκην

    名词 δίκη 的宾格形式 δίκην 支配属格 καρυκεύματος,起介词作用,意为“如调味品般”或“以调料的方式”。

  2. 3.202ταῦτα πρὸ τῆς διακρίσεως δείκνυνται ὅτι ἔστιν ἁφὴ ἐν ἡμῖν, καὶ μικτὰ ὄντα τὰ ζῷα

    被动动词 δείκνυνται 采用复数形式与中性复数主语 ταῦτα 一致。该动词统辖 ὅτι 从句以及并列的分词短语 καὶ μικτὰ ὄντα τὰ ζῷα,共同表述在区分之前所确立的两项结论。

  3. 3.202ἀναγκαία ἡ ἁφή, εἴπερ αἱ ἄλλαι αἰσθήσεις

    主句和条件从句中均存在省略。主句省略了系动词 ἐστί(即 ἀναγκαία [ἐστὶν] ἡ ἁφή),而在 εἴπερ 引导的从句中省略了谓语 ἀναγκαῖαί εἰσιν(即“如果其他感觉[是必然的]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:601.15-602.17