- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:600.9-601.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在434b8论述动物身体的混合性与触觉的必然性,注疏者辨析了移行运动动物与植形动物的共性与区别,并梳理了证明动物具有触觉且身体由混合构成的论证步骤。
" Ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχει, ἀνάγκη τὸ σῶμα εἶναι ἢ ἁπλοῦν ἢ μικτόν. οὐχ οἷόν τε δὲ ἁπλοῦν· ἁφὴν γὰρ οὐχ ἕξει, ἔστι δὲ ἀνάγκη ταύτην ἔχειν." Διακρίνας ὁ Ἀριστοτέλης τὰ ζῷα ἀπὸ τῶν φυτῶν καὶ τῶν οὐρανίων νυνὶ διακρίνει τὰ πορευτικὰ ζῷα ἀπὸ τῶν ζῳοφύτων. βουλόμενος δὲ κατεπείγουσαν δεῖξαι τὴν διάκρισιν1 αὐτῶν πρῶτον κοινωνίας αὐτῶν λέγει καὶ καλεῖ καὶ τὰ ζῷα τὰ πορευτικὰ καὶ τὰ ζῳόφυτα κοινῶς ζῷα, ἐπειδὴ τὸν ὁρισμὸν τοῦ ζῴου ἄμφω ἐπιδέχονται· οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ ἀμφότερα. κοινὸν τοίνυν ἐστὶν ἐν πᾶσι τοῖς ζῴοις τὸ μικτὰ αὐτὰ εἶναι καὶ οὐχ ἁπλᾶ, κοινὸν δὲ αὐτοῖς καὶ τὸ ἁφὴν ἔχειν· καὶ τὰ ζῳόφυτα γὰρ καὶ τὰ πορευτικὰ μικτά ἐστι καὶ ἁφὴν ἔχει. αὕτη δὲ ἡ κοινωνία οὔτε τοῖς φυτοῖς ὑπῆρχεν οὔτε τοῖς οὐρανίοις. οὔτε γὰρ τὰ φυτὰ σύνθετά ἐστιν, ἀλλ’ οἱονεὶ ἁπλᾶ· τῷ γὰρ γεώδει χαρακτηρίζονται μόνῳ· ἀλλὰ μὴν οὐδὲ ἁφὴν ἔχει τὰ φυτά. πάλιν τὰ οὐράνια οὐκ ἔστι μικτά· κατὰ γὰρ Ἀριστοτέλην οὐκ ἔστιν ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ τῆς πέμπτης οὐσίας· ἁπλᾶ οὖν. ἀλλὰ μὴν οὐδὲ ἁφὴν ἔχει τὰ οὐράνια κατὰ τὸν Ἀριστοτέλην. καὶ αὗται μὲν αἱ κοινωνίαι τῶν ζῴων. εἶτα μετὰ τὰς κοινωνίας δείκνυσιν ὅτι ἀληθῶς τὰ ζῷα καὶ μικτά ἐστι καὶ ἁφὴν ἔχει. τοῦτο δὲ καὶ πρὸ τῆς διακρίσεως δείκνυσι καὶ μετὰ τὴν διάκρισιν οὐ τοῖς αὐτοῖς ἐπιχειρήμασιν· ἡμεῖς δὲ πρῶτον εἴπωμεν τὴν διάκρισιν καὶ εἶθ’ οὕτω συνάπτωμεν τὰ συνάγοντα ἐπιχειρήματα ὅτι μικτά ἐστι τὰ ζῷα καὶ ἁφὴν ἔχει. καὶ ποία ἐστὶν ἡ διάκρισις; τὰ ζῳόφυτα τοίνυν ἢ μόνην ἁφὴν ἔχει, ὡς ἐπὶ σπόγγου, ἢ ἁφὴν καὶ γεῦσίν τινα, ὅσα ἔχει ἀνάλογον γαστρὶ καὶ στόματι, οἷον τὰ ὀστρακόδερμα· τὰ δὲ πορευτικὰ πάσας τὰς αἰσθήσεις ἔχει ἢ τὰ ἀναλογοῦντα τῇ αἰσθήσει. ὁ γὰρ σκώληξ διὰ τὸ μὴ ἔχειν ὄψιν ἁπαλόσαρκός ἐστι. θέλουσι γὰρ τὰ πορευτικὰ ἔχειν καὶ ὄψιν καὶ ἀκοήν, ἵνα καὶ τὰ πόρρω κακὰ ἐκκλίνωσι. διὸ εἴρηται “ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει” καὶ “ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετο φωνή”. κατὰ τοῦτο οὖν διαφέρει τὰ πορευτικὰ ζῷα τῶν ζωοφύτων. καὶ αὕτη μὲν ἡ διάκρισις. ἐπὶ τούτοις οὖν εἴπωμεν τὰ πρὸ τῆς διακρίσεως ἐπιχειρήματα, ἐξ ὧν ἔστι δεῖξαι ὅτι τε μικτά ἐστι τὰ ζῷα καὶ ἁφὴν ἔχει. καὶ πρῶτον δείξομεν ὅτι μικτά ἐστιν οὕτως. δεῖ τοίνυν εἰδέναι ὅτι πᾶν ζῷον αἰσθητικὸν ἁφὴν ἔχει· οὐ γὰρ ἔστι τὸ μὴ ἔχοντα ἁφὴν ἄλλην ἔχειν αἴσθησιν·2 δεῖ γὰρ ὑπεστρῶσθαι τὴν χείρονα. πᾶν δὲ ἁφὴν ἔχον μικτόν· καὶ πᾶν ἄρα ζῷον μικτόν. ὅτι δὲ πᾶν ἁφὴν ἔχον μικτόν ἐστι, δῆλον· ἐξ ὧν γὰρ σύγκειται ἡ ἁφή, τούτων καὶ ἀντιλαμβάνεται· εἰ δὲ ἀντιλαμβάνεται θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ οὐ μόνον ἑνὸς στοιχείου, δῆλον ὅτι καὶ ἐκ τούτων συνίσταται καὶ ἔσται μικτόν. ἐπεὶ οὖν ἐκ τούτου τοῦ ἐπιχειρήματος ἐδείχθη ὅτι καὶ μικτόν ἐστι τὸ ζῷον καὶ ἁφὴν ἔχει, παρέργως δὲ ἐδείξαμεν ὅτι καὶ ἁφὴν ἔχει, φέρε δείξωμεν πρώτως ὅτι ἁφὴν ἔχει τὸ ζῷον.
“然而,如果它具有感觉,身体就必然要么是单纯的,要么是混合的。但单纯的是不可能的;因为那样它就不会具有触觉,而具有触觉是必然的。” 亚里士多德在将动物与植物及天体区分开之后,现在又将移行运动的动物与植形动物区分开来。他想要表明它们之间的区分是紧迫的,首先便谈论它们的共同点,将移行运动的动物与植形动物统称为“动物”,因为两者都接受动物的定义;因为两者都是有灵魂的具有感觉能力的实体。因此,在一切动物中共同的,就是它们是混合的而非单纯的,具有触觉对它们而言也是共同的;因为植形动物与移行运动的动物都是混合的且具有触觉。而这种共同性既不属于植物,也不属于天体。因为植物不是复合物,而是可以说是单纯的;因为它们仅以土性为特征;而且植物也不具有触觉。另一方面,天体不是混合的;因为按照亚里士多德的观点,天体不是由诸元素构成的,而是由第五实体构成的;所以它们是单纯的。而且按照亚里士多德的观点,天体也不具有触觉。这些便是动物的共同点。随后在共同点之后,他表明动物确实既是混合的又具有触觉。他在区分之前和区分之后通过互不相同的论证表明了这一点;但让我们先说明这一区分,然后再以此方式接上推导出动物是混合的且具有触觉的论证。那么这种区分是怎样的呢?植形动物要么唯独具有触觉,如海绵那样;要么具有触觉和某种味觉,如凡具有与胃和口相当之物的动物,例如介壳类;而移行运动的动物则具有一切感觉或与感觉相当之物。因为蚯蚓由于没有视觉而是肉质柔软的。因为移行运动的动物希望同时具有视觉和听觉,以便也能避开远处的祸患。因此有言道:“骏马的践踏声击打着我的耳畔”,以及“坚定不移的奥德修斯的声音传到我周围”。因此在这一点上,移行运动的动物有别于植形动物。这便是它们的区分。因此,在这些之后让我们陈述区分之前的论证,由之能够表明动物既是混合的又具有触觉。首先我们将如下表明它们是混合的。因此应当知道,凡具有感觉能力的动物都具有触觉;因为没有触觉者不可能具有另一种感觉;因为较次等的感觉必须作为基础被奠定。而凡具有触觉者都是混合的;因此凡动物也都是混合的。而凡具有触觉者都是混合的,这是显而易见的;因为触觉是由何种事物组成的,它就感知何种事物;如果它感知热与冷、湿与干,而不唯独感知一种元素,显然它也是由这些构成的,并且将是混合的。既然由这一论证已经表明了动物既是混合的又具有触觉,而我们表明它具有触觉乃是附带的,那么来吧,让我们从根本上表明动物具有触觉。
- 3.202κατεπείγουσαν δεῖξαι τὴν διάκρισιν
κατεπείγουσαν 作为分词作补足成分(谓词性用法),修饰不定式 δεῖξαι 的宾语 τὴν διάκρισιν,意为“表明它们之间的区分是紧迫的(必不可少的)”。
- 3.202οὐ γὰρ ἔστι τὸ μὴ ἔχοντα ἁφὴν ἄλλην ἔχειν αἴσθησιν
οὐκ ἔστι 为表示“不可能”的无人称结构。τὸ … ἔχειν 构成带冠词的不定式,宾格分词短语 μὴ ἔχοντα ἁφὴν(未具有触觉者)作 ἔχειν 的逻辑主语,而 ἄλλην αἴσθησιν 是 ἔχειν 的宾语。
