- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:598.25-600.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐洛庞诺斯探讨了不脱离质料接受形式的植物为何缺乏触觉和感觉,并化解了关于触觉的疑难;随后他阐述了非固着的生成物身体何以必然需要感觉以维持生存,并讨论了关于天体是否具有感觉的不同注疏观点。
" Οὐδὲ ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης." Περὶ τῶν φυτῶν λέγει· ταῦτα γὰρ οὐ δέχεται τὸ εἶδος ἄνευ τῆς ὕλης, ὡς αἱ αἰσθήσεις, ἀλλὰ μετὰ τῆς ὕλης. ὅσα οὖν, φησίν, οὐ δέχεται τὰ εἴδη καθ’ ἑαυτά, οἷον τὰ φυτά, οὐκ ἔχει αἴσθησιν. τὰ δὲ ζῷα ἔχει αἴσθησιν, ἐπεὶ μάτην ἂν ἦν ἐν αὐτοῖς ἡ κίνησις· μὴ αἰσθανόμενα γὰρ ἐπὶ κακῷ ἐκινεῖτο καὶ εἰς βόθρους ἔπιπτεν· οὐδὲν δὲ μάτην ἢ ἐπὶ κακῷ ἡ φύσις ποιεῖ, ἀλλ’ ἢ ἕνεκά του ἢ σύμπτωμα τῶν ἕνεκά του. καὶ εἴρηται ποῖά ἐστι ταῦτα. τὰ δὲ φυτὰ ὡς μόνιμα καὶ ἀκίνητα οὐ χρῄζει αἰσθήσεως. ἀποροῦσι δὲ λέγοντες ὅτι οὐ μόνον τὰ φυτά ἐστι τὰ μὴ δεχόμενα τὰ εἴδη ἄνευ τῆς ὕλης, ἀλλὰ καί τινες αἰσθήσεις. ἡ μὲν γὰρ ὄψις καὶ ἀκοὴ τῇ ἀληθείᾳ μόνον τῶν εἰδῶν ἀντιλαμβάνεται, ἡ μὲν τῶν χρωμάτων ἡ δὲ τῶν ψόφων, καὶ οὐ γίνεται οὔτε ἡ ὄψις χρῶμα, οἷον λευκὴ ἢ μέλαινα, οὔτε ἡ ἀκοὴ ψόφος, οἷον ὀξεῖα ἢ βαρεῖα· ἡ μέντοι γε ἁφὴ οὐ μόνον τοῦ εἴδους ἀντιλαμβάνεται, ἀλλὰ καὶ τῆς ὕλης· τοῦ γὰρ ψυχροῦ οὐκ ἀντιλαμβάνεται, εἰ μὴ ψυχρὸν γένηται τὸ σῶμα, ὁμοίως καὶ ἐπὶ τοῦ θερμοῦ καὶ τῶν τοιούτων. λέγομεν δὲ πρὸς τοῦτο ὅτι τοῦ μὲν εἴδους ἡ ψυχὴ ἀντιλαμβάνεται, ἡ δὲ ὕλη εἰς τὸ σῶμα δρᾷ· ὥστε πᾶσαι αἱ αἰσθήσεις τοῦ εἴδους μόνου ἀντιλαμβάνονται, τῆς δὲ ὕλης οὐδαμῶς. τὰ δὲ φυτὰ οὐ μόνον τοῦ εἴδους ἀντιλαμβάνεται, ἀλλὰ καὶ αὐτῆς δράττεται τῆς ὕλης, καὶ πάσχουσιν ὑπ’ αὐτῆς καὶ ἀντιδρῶσιν. μήποτε δὲ ἔστι καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὥσπερ ἐπὶ τῶν ζῴων ἡ μὲν ψυχὴ τοῦ εἴδους ἀντιλαμβάνεται, τὸ δὲ σῶμα τῆς ὕλης, οὕτω καὶ ἐπὶ τῶν φυτῶν ἡ μὲν ἁπτικὴ δύναμις τοῦ εἴδους τῆς γῆς ἀντιλαμβάνεται, τὸ δὲ σῶμα τῶν φυτῶν ὑπὸ τῆς ὕλης τῶν ἁπτῶν πάσχει, ὡς συνάγεσθαι καὶ τὰ φυτὰ ἔχειν τὴν ἁπτικὴν δύναμιν.1 πλὴν ὅτε καὶ τοῦτο δῶμεν, τὰ ἄλλα ἐπιχειρήματα ἀνατρέπει τοῦτο. φθείροιτο ἂν καὶ εἰς τέλος οὐκ ἂν ἔλθοι, ὅ ἐστι φύσεως ἔργον· πῶς γὰρ θρέψεται; εἰ μὴ ἔχει, φησίν, αἴσθησιν τὰ ζῷα, οὐκ ἔρχεται εἰς τέλος, τουτέστιν εἰς ἀκμήν, ἀλλὰ φθείρεται. εἰ γὰρ δι’ ἁφῆς γινώσκει τὴν ἐπιτηδείαν τροφὴν καὶ αἱρεῖται αὐτήν, ἀποστρέφεται δὲ τὸ λυποῦν, εἰ μὴ ἔχει ἄρα αἴσθησιν, οὔτε τρέφεται καὶ φθαρήσεται τὰ ζῷα μὴ τρεφόμενα. τὰ δὲ φυτὰ ὡς μόνιμα οὐ χρείαν ἔχει αἰσθήσεως· παρακειμένην γὰρ ἔχει τὴν τροφὴν ἐν τῇ γῇ ἐν ᾗ καὶ ἔστι τὸ φυτόν, ὃ εἶπεν ὅθεν πεφύκασιν. τῶν φυτῶν οὖν ὡρισμένη ἐστὶν ἡ τροφή, καὶ διὰ τοῦτο αἰσθήσεως οὐ χρῄζει τὰ φυτά, τῶν δὲ ζῴων ἀδιάφορός ἐστι καὶ ἀόριστος· οὐκ ἀεὶ γὰρ τὰς αὐτὰς τροφὰς προσφέρεται, καὶ χρήζει ἔχειν αἴσθησιν τὴν διακρίνουσαν τὰ οἰκεῖα ἀπὸ τῶν ἀλλοτρίων.
“凡不能脱离质料而接受形式的事物也是如此。” 他谈论的是植物;因为植物不像感觉那样脱离质料接受形式,而是连同质料一起接受。因此他说,凡不接受形式本身的事物,例如植物,都不具有感觉。而动物具有感觉,否则它们身上的运动就将是徒劳的;因为如果它们不感觉,就会向有害的方向运动并跌入坑中;但自然不作任何徒劳或有害之事,而要么是为了某种目的,要么是作为为了某种目的之事的伴随现象。这些究竟是何种事物,已经说明了。而植物作为固着且不动的,不需要感觉。但有人提出疑难说,不仅植物是不脱离质料接受形式的,而且某些感觉也是如此。因为视觉和听觉确实仅仅感知形式,一者感知颜色,另一者感知声音,视觉既不会变成颜色(如白或黑),听觉也不会变成声音(如高音或低音);然而触觉不仅感知形式,也感知质料;因为如果身体不变得寒冷,它就感知不到冷,在热和类似情形中也是如此。对此我们说,感知形式的是灵魂,而质料作用于身体;因此所有感觉都唯独感知形式,绝不感知质料。而植物不仅感知形式,而且攫取质料本身,受其作用并对其产生反作用。但难道不能就它们也这样说吗:正如在动物身上灵魂感知形式而身体承受质料一样,在植物身上也是触觉能力感知土的形式,而植物的身体承受触觉对象的质料,以致可以得出植物也具有触觉能力?然而即便我们让步承认这一点,其余的论证也会将其推翻。“它就会毁灭而不能达到终极,而终极乃是自然的工作;因为它是如何得到滋养的呢?”他说,如果动物不具有感觉,就不会达到终极,也就是盛期,而是会毁灭。因为如果它通过触觉认识适宜的食物并选取它,避开造成损害之物,那么如果它不具有感觉,就不会得到滋养,而动物如果不摄取滋养就会毁灭。而植物作为固着的,没有感觉的需要;因为在植物所在的土中,它就具有现成的食物,这就是他所说的“从它们天生生长之处”。因此,植物的食物是确定的,由此植物不需要感觉,而动物的食物是不加分别且不确定的;因为它们并不总是摄取相同的食物,需要具有能够将适宜之物与相异之物区分开来的感觉。
"Οὐχ οἷόν τε δὲ σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γενητὸν δέ." Δικαίως ἔχει τὰ ζῷα, φησίν, αἴσθησιν, ἐπειδὴ ἀδύνατον τὰ ἔχοντα ψυχὴν καὶ ὄντα γενητὰ καὶ μὴ μόνιμα μὴ ἔχειν αἴσθησιν. μὴ ὄντα δὲ μόνιμα εἶπε διὰ τὰ φυτά· ταῦτα γὰρ καὶ ψυχὴν ἔχει καὶ γενητά ἐστιν· ἐπειδὴ δὲ μόνιμά ἐστι, διὰ τοῦτο οὐκ ἔχει αἴσθησιν. εἶπε δὲ νοῦν κριτικὸν καὶ οὐχ ἁπλῶς νοῦν, ἵνα μὴ δόξῃ διακρίνειν ζῷα φυτῶν, ἀλλὰ λογικὰ ζῷα φυτῶν· ἐν γὰρ τούτοις μᾶλλον ἀναγκαία ἡ αἴσθησις, εἴπερ καὶ ταῦτα μᾶλλον διακρίνουσιν. ἀλλὰ μὴν οὐδὲ τὰ ἀγένητα, φησίν, ἔχει αἴσθησιν, οἷον τὰ οὐράνια· τοῦτο γὰρ καὶ δοξάζει Ἀριστοτέλης· οὔτε γὰρ τῇ ψυχῇ αὐτῶν οὔτε τῷ σώματι συμβάλλεται τὸ ἔχειν αἴσθησιν. καὶ εἴρηται πῶς ἐν τῇ θεωρίᾳ, καὶ ὅτι ἄλλως μὲν Ἀλέξανδρος, ἄλλως δὲ Πλούταρχος τὸν λόγον ἐδέξατο. δοξάζει τοίνυν Ἀριστοτέλης τὰ οὐράνια καὶ ζῆν καὶ πορευτικὰ εἶναι (ἀεικίνητα γὰρ αὐτὰ λέγει), ὅμως δὲ μὴ ἔχειν αἴσθησιν, ἐπειδὴ ἀγένητά ἐστι κατὰ χρόνον. οὐθὲν ἄρα ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ αἰσθήσεως. τοῦτο τὸ ῥητὸν μᾶλλον δείκνυσιν Ἀριστοτέλην ὄντα τῆς δόξης Πλουτάρχου. τοῦτο γὰρ λέγει ὅτι οὐδέν ἐστι σῶμα ἔχον ψυχὴν χωρὶς τῶν φυτῶν καὶ μὴ ἔχον τὰς αἰσθήσεις, εἰ μή πού τις εἴποι ὅτι τῶν ἄνω ἐστὶ συμπέρασμα καὶ οὐ πρὸς τὸ προσεχὲς ἀποδέδοται.2 εἰ γάρ τις τοῦτο εἴποι, οὐδὲν ἔχει ὁ Πλούταρχος ἐκ τοῦ παρόντος ῥητοῦ. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.
“如果一个身体具有灵魂和批判性的智性,却不具有感觉,若它不是固着的而是被生成的,那是不可能的。” 他说,动物理所当然具有感觉,因为具有灵魂、是被生成的且不是固着的事物,不可能不具有感觉。他说“不是固着的”,是由于植物的缘故;因为植物既具有灵魂又是被生成的;但因为它们是固着的,由此它们不具有感觉。他说“批判性的智性”而不是径直说“智性”,是为了不显得是在将动物同植物区分开,而是在将理性动物同植物区分开;因为在这些动物中感觉更为必需,既然它们也作更多的区分。他说,“而且未被生成的事物也不具有感觉,例如天体”;因为这也是亚里士多德所主张的;因为具有感觉无论对天体的灵魂还是身体都没有助益。在理论探讨中已经说明了这是如何一回事,以及亚历山大与普鲁塔克各自不同地理解了这一说法。因此亚里士多德主张天体既活着又是移行运动的(因为他称它们为永动的),然而却不具有感觉,因为它们在时间上是未被生成的。“因此,凡不是固着的身体,没有一个具有灵魂而无感觉。”这段文句更有力地表明亚里士多德持有普鲁塔克的观点。因为这段话表明,除了植物之外,没有任何具有灵魂的身体是不具有诸感觉的,除非有人说这是上述各要点的结论,并非对应于紧邻的前文。因为如果有人这样说,普鲁塔克就从当前这段文句中一无所得。至此,本讲在神助之下宣告结束。
- 3.200μήποτε δὲ ἔστι καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὥσπερ ἐπὶ τῶν ζῴων ἡ μὲν ψυχὴ τοῦ εἴδους ἀντιλαμβάνεται, τὸ δὲ σῶμα τῆς ὕλης, οὕτω καὶ ἐπὶ τῶν φυτῶν ἡ μὲν ἁπτικὴ δύναμις τοῦ εἴδους τῆς γῆς ἀντιλαμβάνεται, τὸ δὲ σῶμα τῶν φυτῶν ὑπὸ τῆς ὕλης τῶν ἁπτῶν πάσχει, ὡς συνάγεσθαι καὶ τὰ φυτὰ ἔχειν τὴν ἁπτικὴν δύναμιν.
μήποτε 与直陈式(ἔστι)连用,表达一种委婉的推测或试探性提议(“难道不能……说吗”)。末尾的 ὡς συνάγεσθαι 是表示结果的 ὡς 搭配不定式结构,引出由前面的类比对称结构(ὥσπερ..., οὕτω...)所导出的推论(即植物也具有触觉能力)。
- 3.201εἰ μή πού τις εἴποι ὅτι τῶν ἄνω ἐστὶ συμπέρασμα καὶ οὐ πρὸς τὸ προσεχὲς ἀποδέδοται.
εἰ μή πού τις εἴποι 是带有潜在祈愿语气的条件保留从句(“除非有人会说……”)。ὅτι 引出的名词性从句作 εἴποι 的宾语,其中 ἀποδέδοται 指与紧邻上文(πρὸς τὸ προσεχές)在句法或逻辑上的对应关联。
