← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§59.3-60.21

房屋的比喻与自然学定义的完备性

斐洛庞奴斯注解了亚里士多德在《论灵魂》第1卷第1章(403b1–403b7)中关于自然哲学家与辩证家定义之区别的讨论,借助房屋的例子(遮蔽物、木石及其复合),阐明真正的自然哲学定义必须同时涵括质料、形式与目的因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40

" Τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον." Ὁ μὲν γὰρ φυσικὸς τὴν ὕλην ἀπέδωκεν, ὁ δὲ διαλεκτικὸς τὸ εἶδος ἤτοι τὴν αἰτίαν. ἔστι γὰρ καὶ ἡ αἰτία οἷον εἶδος χαρακτηρίζουσα τοῦ θυμοῦ πάθος ἐξαίρετον· κινηθήσεται γάρ, ὅπερ εἶπον, καὶ διὰ ἄλλας τινὰς αἰτίας τὸ περὶ τὴν καρδίαν αἷμα, οὐ μὴν εἰς τὸ ἀντιλυπῆσαι· τοῦτο γὰρ χαρακτηριστικὸν τοῦ θυμοῦ· ὥστε ἡ αἰτία αὕτη καὶ εἶδος ἔσται. καὶ ἐνταῦθα μὲν ὁλοσχερέστερον λέγει τὸν φυσικὸν ἐκ τῆς ὕλης ἀποδιδόναι τὸν ὁρισμόν, ἐφεξῆς δὲ ἀκριβέστερον ζητήσας αὐτὸ τοῦτο, τίς εἴη τοῦ φυσικοῦ ὁρισμός, ἐπικρίνει καὶ λέγει ὅτι ὁ μετὰ τῆς ὕλης καὶ τὸ εἶδος ἀποδιδοὺς τὸ μετὰ τῆς αἰτίας.

“而在这两者中,前者提出质料,后者提出形式和定义表述。” 因为自然哲学家提出了质料,而辩证家提出了形式,即原因。因为原因也是一种表征愤怒特有情感的形式;正如我所说的,心脏周围的血液也会因某些其他原因而运动,但绝不是为了施加报复之苦;因为这是愤怒的特征;因此这一原因也将是形式。在这里,他比较粗略地说自然哲学家从质料提出定义,但紧接着在更精确地探究了这本身,即自然哲学家的定义究竟是什么之后,他作出了决断并说:[自然哲学家的定义是]与质料一同提出包含原因的形式的定义。

§1.41

"Ὁ μὲν γὰρ λόγος, ὁ δὲ τοῦ πράγματος." Ὑποστικτέον εἴς τε τὸν γάρ σύνδεσμον καὶ εἰς τὸν δέ,1 ἵνα ᾖ οὕτως· ὁ μὲν γὰρ τῶν ὁρισμῶν ὁ λόγος ἐστὶ καὶ ἡ αἰτία ἤτοι τὸ εἶδος τοῦ θυμοῦ, ὁ δ’ ἕτερος τοῦ πράγματός ἐστιν ὁρισμός, τουτέστι τῆς οὐσίας καὶ τῆς ὕλης.

“因为一者是定义表述,另一者是事物的[表述]。” 应当在连接词“因为”处和在“另一者”处加上标点,以便读作这样:“因为诸定义中的一者是愤怒的表述和原因,即形式,而另一者是事物的定义,即实体和质料的定义。”

§1.42

"Ἀνάγκη δὲ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται." Τοῦτον, φησί, τὸν ἐκ τοῦ εἴδους ὁρισμόν, εἰ μέλλοι ἐν ὑποστάσει εἶναι καὶ μὴ κενός τε εἶναι καὶ κατ’ οὐδενὸς πράγματος φέρεσθαι, ἀνάγκη εἶναι ἐν ὕλῃ· ὥστε τὸν μέλλοντα τελείως ὁρίσασθαι δεῖ καὶ τῆς ὕλης μνησθῆναι.

“但如果它存在,这[定义表述]就必须存在于某种特定的质料中。” 他说,这个来自形式的定义,如果要在实在中存在,而不致落空且不适用于任何具体事物,就必须存在于质料中;因此,凡想要完整定义的人,也必须提及质料。

§1.43

"Ὥσπερ οἰκίας ὁ μὲν λόγος τοιοῦτός τις, σκέπασμα κωλυτικὸν φθορᾶς ὑπὸ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων. ὁ δὲ φήσει λίθους καὶ ξύλα." Τοῦτο τῶν αὐτῶν ἐστι παράδειγμα. ὁ μὲν οὖν ὁρισμός, φησίν, ὁ λέγων σκέπασμα κωλυτικὸν καὶ τὰ ἑξῆς, οὗτος διαλεκτικός ἐστι τὴν αἰτίαν τῆς οἰκίας τὴν τελικὴν ἀποδεδωκώς, ὁ δὲ λέγων ὁρισμὸν ὅτι λίθος καὶ πλίνθος καὶ ξύλα τὴν ὕλην ἀποδώσει. ποῖον οὖν τὸ εἶδος τῆς οἰκίας; ἔστι μέν, ὡς ἤδη εἶπον, καὶ ἡ αἰτία εἶδος· πλὴν εἴποις ἂν εἶδος προσεχὲς τῆς οἰκίας τὴν τοιάνδε τῶν εἰρημένων σύνθεσιν, ὕλην δὲ τὰ τοιάδε ξύλα καὶ λίθους καὶ πλίνθους· οὐδὲ γὰρ τὰ τυχόντα.

“正如就房屋而言,一种定义表述是这样的:防止风、雨、烈日破坏的遮蔽物;而另一者会说是石头和木材。” 这是相同事物的例证。他说:说“防止〔破坏〕的遮蔽物”等等的定义是辩证的,它提出了房屋的目的因;而把定义说成“石头、砖块和木材”的人则将提出质料。那么房屋的形式究竟是什么呢?正如我已经说过的,原因固然也是形式;但人们可以说,房屋的直接形式是前述诸物的如此这般的结合,而质料则是如此这般的木材、石头和砖块;因为绝不是随意的材料。

§1.44

"Ἕτερος δ’ ἐν τούτοις τὸ εἶδος, ἕνεκα τωνδί." Ἀποδεδωκὼς ὁρισμοὺς δύο, τόν τε ἐκ τῆς ὕλης καὶ τὸν ἐκ τοῦ εἴδους, νῦν φησιν ὅτι ἐστὶ καὶ ἕτερός τις ὁρισμός, ὅστις καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν αἰτίαν παραλήψεται, οἷον ὅτι οἰκία ἐστὶ σκέπασμα ἐν τοιᾷδε συνθέσει λίθων καὶ πλίνθων καὶ ξύλων· εἶτα καὶ ἡ αἰτία τοῦ τόδε τὸ εἶδος ἐν τῇ τοιᾷδε ὕλῃ εἶναι, κωλυτικὸν φθορᾶς ὑπὸ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων. οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι σκέπασμα κωλυτικὸν φθορᾶς καὶ τὰ ἑξῆς εἰς παράστασιν τῆς οἰκίας· ταύτῃ γὰρ καὶ σπήλαιον ἔσται ἡ οἰκία καὶ σκηνή· ἀλλὰ δεῖ προσθεῖναι τὴν ποιότητα τῆς ὕλης καὶ τῆς συνθέσεως.

“而另一者则[提出]存在于这些[质料]之中的形式,为了这些[目的]。” 在提出了两种定义,即来自质料的定义和来自形式的定义之后,他现在说还有另一种不同的定义,它将同时包纳质料、形式和原因;例如,房屋是处于石头、砖块和木材的如此这般的结合之中的遮蔽物;然后还有使这一形式处于如此这般的质料之中的原因,即“防止风、雨和烈日的破坏”。因为为了展示房屋,仅仅说“防止破坏的遮蔽物”等等是不够的;因为照这样看来,洞穴和帐篷也将是房屋;相反,必须补充质料与结合的品质。

§1.45

"Τίς οὖν ὁ φυσικὸς τούτων; τῶν τριῶν, φησίν, ὁρισμῶν ποῖον ἐροῦμεν εἶναι τοῦ φυσικοῦ; πότερον ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, ἢ ὁ περὶ τὸν λόγον μόνον; ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν;" Εἰπὼν ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν ἅμα τῇ διαιρέσει τό τε παραλελειμμένον τῆς διαιρέσεως προσέθηκε τμῆμα2 [εἰπὼν ἢ μᾶλλον ἐξ ἀμφοῖν] καὶ ἅμα καὶ τὴν ἐπίκρισιν συνέπλεξεν. ἐξ ἀμφοῖν δὲ εἶπε, καίτοι τριῶν ὄντων ἐπὶ τοῦ φυσικοῦ ὁρισμοῦ, ὕλης, εἴδους καὶ αἰτίας, ὅτι ὡς εἶπον πολλάκις ἡ αἰτία καὶ εἶδός ἐστιν.

“那么这些人中哪一个是自然哲学家?他说,在这三种定义中,我们将说哪一种属于自然哲学家?是关涉质料而不知定义表述的那种,还是仅仅关涉定义表述的那种?或者毋宁是包含两者的那种?” 通过说“或者毋宁是包含两者的那种”,他在划分的同时增补了划分中被遗漏的部分,并同时融合了最终的判定。他说“由两者构成” ——尽管在自然哲学家的定义中存在三者,即质料、形式和原因——是因为正如我多次说过的那样,原因也是形式。

语法注2 条
  1. 1.41Ὑποστικτέον εἴς τε τὸν γάρ σύνδεσμον καὶ εἰς τὸν δέ

    动形容词 ὑποστικτέον 用于非人称句式,意为“应当在此加标点(下句点)”。斐洛庞奴斯指出应当在亚里士多德原文的 γάρ 和 δέ 之后分别停顿,从而使定冠词 ὁ μέν 与 ὁ δέ 独立作主语,凸显“一者是定义表述,另一者是事物的表述”的对仗并列结构。

  2. 1.45ἅμα τῇ διαιρέσει τό τε παραλελειμμένον τῆς διαιρέσεως προσέθηκε τμῆμα

    该句由 ἅμα 搭配与格(ἅμα τῇ διαιρέσει,“在进行区分的同时”)构成,并由 τε... καί 引出两个并列谓词动作(προσέθηκε 和 συνέπλεξεν)。这说明了亚里士多德在表面上提出析取疑问句的同时,不仅补充了之前遗漏的第三种可能(ὁ ἐξ ἀμφοῖν),而且顺带确立了最终裁决的句法特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:59.3-60.21