- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:5.4-6.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于回忆说论证了灵魂内在的理则以及意见对普遍者的回忆,并系统地区分了理性灵魂的实践能力(意愿与抉择),以及非理性灵魂的认知能力(感觉与表象)和欲求能力(气概与欲望)。
οὕτω καὶ τοὺς διδασκάλους φασὶ μὴ τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν οὖσαν ἐν ἡμῖν καὶ οἷον κρυπτομένην ἐκφαίνειν· ἐπεὶ εἰ μὴ ἦσαν ἐν ἡμῖν οἱ τῶν ὄντων λόγοι, διὰ τί συναισθόμεθα,1 ὅταν τις παρὰ τὴν τῶν πραγμάτων φύσιν διαλέγηται; οἷον δύο τινῶν περὶ ψυχῆς διαλεγομένων τοῦ μὲν καταψηφιζόμεθα καὶ ἐλέγχομεν αὐτὸν μὴ συμφώνως τῇ τῶν πραγμάτων φύσει διαλεγόμενον, τῷ δὲ συντιθέμεθα καὶ λέγομεν μᾶλλον ἀληθεύειν· πρὸς τί οὖν παραβάλλοντες τὰ παρ’ ἐκείνων λεγόμενα λέγομεν τὸν μὲν ἀληθεύειν, τὸν δὲ μή, εἰ μηδεὶς ἦν τῶν πραγμάτων παρ’ ἡμῖν λόγος; ἢ δῆλον ὅτι πρὸς τὰς παρ’ ἡμῖν κρυπτομένας περὶ αὐτῶν ἐννοίας ὑπὸ τῶν προσδιαλεγομένων ἐρεθιζομένας παραβάλλοντες ἢ ἀληθεύειν αὐτοὺς ἢ ψεύδεσθαι λέγομεν. οὕτως οὖν καὶ τὴν δόξαν λέγω τῆς αἰσθήσεως μαθούσης ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα δίπους, ἐρεθισθεῖσαν ὑπ’ αὐτῆς ἀναμνησθῆναι ὅτι καὶ πᾶν τὸ ὁμοφυὲς δίπουν. μᾶλλον δὲ προσφυέστερον εἰπεῖν καὶ ταῦτα κοινὰς ἐννοίας καὶ τοῦ νοῦ ἀποσκιάσματα· πᾶν γὰρ ὅπερ ἴσμεν2 κρειττόνως ἢ κατὰ ἀπόδειξιν, ταῦτα κατὰ κοινὴν ἔννοιαν ἴσμεν. ἃ δὲ δείξεως δεῖται εἰς τὸ γνωσθῆναι ὑφ’ ἡμῶν, τούτων τὰ συμπεράσματα χωρὶς ἀποδείξεως ἔργον ἐστὶ τῆς δόξης εἰδέναι. οἷον οἶδεν ἄνευ λόγου ὅτι ἡ ψυχὴ ἀθάνατος, διότι ἡ τούτου γνῶσις μετὰ ἀποδείξεώς ἐστι, καὶ οὐ κρειττόνως ἢ κατὰ ἀπόδειξιν, ὥσπερ ἄνευ ἀποδείξεως ἴσμεν ὅτι πᾶς ἄνθρωπος γελαστικόν. Αἱ μὲν οὖν τῶν λογικῶν γνωστικαὶ δυνάμεις διῃρημέναι· πρακτικαὶ δ’ εἰσὶ βούλησις καὶ προαίρεσις. καὶ ἡ μὲν βούλησις μόνου ἐστὶ τοῦ ἀγαθοῦ, ἡ δὲ προαίρεσις ἐπαμφοτερίζει. καὶ ἡ μὲν βούλησις αὐτῆς καθ’ αὑτήν ἐστι τῆς λογικῆς ψυχῆς, ἡ δὲ προαίρεσις τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ. ὅτε γάρ ἐστιν ἔξω τῆς γενέσεως ἡ ψυχή, κατὰ βούλησιν μόνην ἐνεργεῖ· ἐν μόνῳ γάρ ἐστι τῷ ἀγαθῷ· ὅταν δὲ γένηται ἐν τῇ γενέσει, ἐπειδὴ συμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμεις δι’ ἃς ἐροῦμεν αἰτίας, τότε τῇ ἐπιπλοκῇ τῆς ἀλόγου ἴσχει τὴν προαίρεσιν, διότι ποτὲ μὲν πρὸς τῆς ἀλογίας, ποτὲ δὲ πρὸς τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται μὲν οὖν αἱ λογικαὶ τῆς ψυχῆς δυνάμεις. Τῶν δὲ ἀλόγων τῆς ψυχῆς δυνάμεων αἱ μέν εἰσι γνωστικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί· καὶ γνωστικαὶ μὲν φαντασία καὶ αἴσθησις. διαφέρουσι δὲ ἀλλήλων αὗται, ὅτι ἡ μὲν αἴσθησις πρὸς τὸ ἐκτὸς ἀποτείνεται, ἡ δὲ φαντασία ἔνδον ἔχει τὴν γνῶσιν. ἡ μὲν γὰρ αἴσθησις τὸ παρὸν μόνον καὶ οὗ ἀντιλαμβάνεται ἔξωθεν τοῦτο οἶδεν, ἡ δὲ φαντασία παρὰ τῆς αἰσθήσεως λαβοῦσα τοὺς τύπους τῶν αἰσθητῶν ἐν ἑαυτῇ τούτους ἀναπλάττει· ὅθεν καὶ παθητικὸν νοῦν αὐτὴν καλεῖ ὁ Ἀριστοτέλης, νοῦν μὲν ὡς ἔνδον ἔχουσαν τὸ γνωστὸν καὶ ἁπλῇ προσβολῇ, ὥσπερ ἐκεῖνος, ἐπιβάλλουσαν καὶ οὐ διὰ κατασκευῆς, παθητικὸν δὲ διότι μετὰ τύπων καὶ οὐκ ἀσχηματίστως γινώσκει. ἐκλήθη δὲ φαντασία οἱονεὶ φαοστασία τις οὖσα· φαντασία γάρ ἐστιν ἡ τῶν φανθέντων στάσις· ἵστησι γὰρ ἐν ἑαυτῇ τὰ ἔξω φανέντα. ἑκατέρα δὲ αὐτῶν περὶ μερικὸν ἀποτείνεται· τόδε γὰρ τὸ λευκὸν οἶδεν, οὐ μὴν πᾶν λευκόν. διαφέρουσι δὲ τῷ τὴν μὲν τὸ ἔξω τὴν δὲ τὸ ἐντὸς εἰδέναι· καὶ ἡ μὲν φαντασία τῶν πέντε αἰσθήσεων δέχεται τοὺς τύπους, ἑκάστη δὲ τῶν αἰσθήσεων μόνον γινώσκει τὸ ἴδιον αἰσθητόν. Τῶν δὲ ὀρεκτικῶν καὶ ζωτικῶν ἡ μέν ἐστι θυμός, ἡ δὲ ἐπιθυμία. ζητήσειε δ’ ἄν τις πῶς λέγομεν ἀντιδιαστέλλεσθαι τὴν ἐπιθυμίαν πρὸς τὸν θυμόν. τί γάρ; οὐχὶ καὶ ὁ θυμὸς ἐπιθυμεῖ τοῦ ἀντιλυπῆσαι τὸν προλυπήσαντα; τί δέ; οὐχὶ καὶ ὁ λόγος ἐπιθυμεῖ τῶν μαθημάτων καὶ τῶν θεωρημάτων; λέγω οὖν πρὸς τοῦτο ὅτι ἔστιν ἡ ἐπιθυμία καὶ κοινότερον λεγομένη καὶ ἰδικώτερον· ὥσπερ γὰρ ἡ διάθεσις λέγεται καὶ κοινῶς καὶ ἐπὶ τῆς ἕξεως, λέγεται δὲ καὶ ἰδικῶς ἡ ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν, οὕτω καὶ ἡ ἐπιθυμία λέγεται καὶ κοινῶς ἐπὶ πασῶν τῶν δυνάμεων τῆς ψυχῆς, λέγεται δὲ καὶ ἰδικώτερον ἡ ἀντιδιαστελλομένη πρὸς τὸν θυμόν. ἐπειδὴ γὰρ ἔπεμψεν ἡμᾶς ἡ πρόνοια ἐνταῦθα κατακοσμήσοντας τὰ τῇδε, ἐπίστευσεν ἡμῖν τὸν κλῆρον τοῦτον ὃν βούλεται ἡμᾶς σώζειν· καὶ ἵνα τοῦτο ποιῶμεν, ἐπειδὴ πολλὰ τὰ λυμαινόμενα τὸν κλῆρον τοῦτον, ἔστι δὲ καὶ ῥευστὸς τὴν φύσιν καὶ φθαρτός, δέδωκεν ἡμῖν θυμὸν καὶ ἐπιθυμίαν, ἵνα τῷ μὲν τὰ λυμαινόμενα ἀποσοβῶμεν, τῇ δὲ τὸ ἀπορρέον ἀνυφαίνωμεν.3 αὗται μὲν οὖν αἱ τῆς ψυχῆς λογικαί τε καὶ ἄλογοι δυνάμεις.
因此人们也说,教师们并非将知识置入我们之中,而是将存在于我们之中、仿佛隐藏着的知识显发出来。因为如果存在者的诸理则不在我们之中,那么当有人背离事物的本性论述时,我们凭什么能察觉到呢?例如,当两个人论述灵魂时,我们判定其中一人有罪并反驳他,认为他论述得不符合事物的本性,而赞同另一人并说他更是在说真话。那么,如果事物的任何理则都不存在于我们这里,我们是把他们所说的论断与什么相比照,才说一人讲真话而另一人不讲呢?难道不显然正是由于我们把它们与我们内部隐藏的、被交谈者所激发的关于这些事物的观念相比照,才断言他们要么是在讲真话要么是在撒谎吗?因此,关于意见我也说,当感觉获知某某与某某是双足的之后,受到感觉刺激的意见便回忆起凡同类者亦皆是双足的。不如说,将这些也称为共同观念和理智的投影更为贴切;因为凡是我们以优于证明的方式所知道的一切,我们都是按照共同观念知道这些的。而对于那些需要证明才能被我们认识的事物,无须证明而知道它们的结论则是意见的功能。例如,它无须说明(理则)就知道灵魂是不死的,因为对这一点的认识是伴随证明的,而不是以优于证明的方式获知的,正如我们无须证明便知道凡人皆能笑那样。 因此,理性灵魂的认知能力已经区分完毕;而其实践能力则是意愿与抉择。意愿仅关乎善,抉择则摇摆于两者之间。意愿属于理性灵魂凭其自身独立所有,而抉择则属于与非理性交织在一起的灵魂。因为当灵魂处于生成之外时,它仅依照意愿而活动;因为它仅处于善之中;但当它进入生成之中时,由于出于我们即将说明的原因,非理性的诸能力与它交织在一起,彼时通过与非理性的缠结,它便拥有了抉择,因为它有时归于非理性之方,有时归于理性之方,从而取此而舍彼。这些便是灵魂的理性能力。 在灵魂的非理性能力中,一部分是认知性的,另一部分是生命性的和欲求性的;认知性的是表象与感觉。它们彼此的区别在于:感觉伸向外在事物,而表象则在内部具有认识。因为感觉仅知道当前之物以及它从外部领会之物,而表象从感觉接受感觉事物的印记后,便在自身内部将这些印记重塑出来。亚里士多德因此也将它称为受动理智——称为理智,是因为它犹如理智一样将可知者持守于内,并凭单纯的直观而非通过推论建构去直观;称为受动的,则是因为它是带有印记且非无形相地进行认识。表象(phantasia)被如此命名,是仿佛它乃是某种“光之静止”(phaostasia);因为表象即是显现者之静止;它确实使外在显现之物静止在自身内部。它们之中的每一者都关涉于个别事物;因为它知道这特定的白,却并不知晓一切白。并且它们的区别还在于一者知晓外在之物,另一者知晓内在之物;表象接受五种感觉的印记,而每一种感觉则仅仅认识其自身固有的感觉对象。 在欲求性和生命性的能力中,一者是气概,另一者是欲望。但有人可能会探问,我们如何说欲望与气概相对区分呢?凭什么呢?难道气概不也欲望反过来使先施害者受苦吗?又凭什么呢?难道理性不也欲望诸学科与理论定理吗?因此我对此回答说,欲望既可以在更普遍的意义上被言说,也可以在更固有的意义上被言说;正如态势既被普遍言说且适用于习性,又在固有意义上被言说为与习性相对区分者,欲望同样既普遍地用于灵魂的一切能力,又在更固有意义上被言说为与气概相对区分者。因为既然摄理派遣我们来到这里以整饰此处的诸事物,它便将这一它希望我们保守的份地托付给了我们;而为了让我们做到这一点,由于损害这一份地的事物繁多,且它在本质上是流动且可毁灭的,摄理便赐予了我们气概与欲望,以便我们凭前者驱逐损害之物,凭后者织补流失之物。这些便是灵魂的理性与非理性能力。
- 1.0ἐπεὶ εἰ μὴ ἦσαν ἐν ἡμῖν οἱ τῶν ὄντων λόγοι, διὰ τί συναισθόμεθα
连词 ἐπεί 在此并非引导直接的原因,而是与反事实条件从句(εἰ μὴ ἦσαν)及修辞疑问主句(διὰ τί συναισθόμεθα)配合,引出一个反证法推论:“否则,要是它们不在我们之中,我们凭什么能察觉到呢(显然不可能)”。
- 1.0πᾶν γὰρ ὅπερ ἴσμεν κρειττόνως ἢ κατὰ ἀπόδειξιν, ταῦτα κατὰ κοινὴν ἔννοιαν ἴσμεν
由单数中性关系代词引导的概括性宾语(πᾶν ὅπερ)在主句中由复数指示代词 ταῦτα 呼应。这是典型的依义构文(synesis),即以复数代词统摄具有总体性意义的单数从句。
- 1.0ἵνα τῷ μὲν τὰ λυμαινόμενα ἀποσοβῶμεν, τῇ δὲ τὸ ἀπορρέον ἀνυφαίνωμεν
带冠词的与格 τῷ μέν 与 τῇ δέ 作代词性用法,表达手段与格,分别指代前句出现的阳性名词 θυμός(气概)与阴性名词 ἐπιθυμία(欲望),即“凭前者……凭后者……”。
