← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§597.11-598.24

天体感觉论争的总结与滋养能力的必然性

总结了两派关于天体是否具有触觉、器官及情性能力的论争,进而进入对亚里士多德经文(434a22)的逐字注释,讨论了滋养能力对一切活物的普遍必然性、感觉的局限性以及相关异读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.199#3

πῶς δ’ ἂν ἔχοιεν ἁφήν, εἴ γε ἡ μὲν ἁφὴ δεῖται πλειόνων στοιχείων πρὸς γένεσιν ὡς πλειόνων ἀντιλαμβανομένη, ἐκ μόνης δὲ τῆς πέμπτης οὐσίας τὰ οὐράνια; εἰ δὲ εἴη τὰ οὐράνια ἐκ τῶν στοιχείων, εἴη ἂν καὶ φθαρτά. πρὸς ὃ φασιν οἱ Πλατωνικοὶ ὅτι οὐκ ἀνάγκη τὴν ἁφὴν ἔχειν τὰ οὐράνια· παρ’ ἡμῖν γὰρ ἴσως ἡγεῖται τῶν κρειττόνων τὰ χείρω καὶ σύνεστιν, ἐπ’ ἐκείνων δὲ καὶ αὐτὸς Ἀριστοτέλης τὸν λόγον ἠθέτησεν· ἔφη γὰρ αὐτὰ λογικὴν ἔχειν μὴ ἔχοντα τὴν ἄλογον. ὅσον δ’ ἐπὶ τῷ λόγῳ1 καὶ ἐν τῷ αὐγοειδεῖ σώματι πάντως ἔσται καὶ ἡ ἄλογος καὶ ἡ φυτική, εἴπερ ὅπου τὰ κρείττω, καὶ τὰ χείρω, ὅπερ ἄτοπον. οὐκ ἔστιν οὖν πάντως ἐπὶ πάντων, ἔνθα τὸ κρεῖττον, καὶ τὸ χεῖρον. πάλιν, φασὶν οἱ Ἀριστοτελικοί, εἰ ἔχουσιν αἴσθησιν τὰ οὐράνια, πάντως ἕξουσι καὶ ὄργανα· πᾶσα γὰρ αἴσθησις δι’ ὀργάνων ἐνεργεῖ· ὁμοιομερῆ δέ ἐστι τὰ οὐράνια. πρὸς ὃ φασιν οἱ Πλατωνικοὶ ὅτι οὐ πάντως δι’ ὀργάνων ἡ τῶν αἰσθητῶν ἀντίληψις γίνεται, ὅπου γε καὶ ἐν ἡμῖν ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ τυγχάνουσα πνεύματι τὰ τῶν πέντε οἶδεν αἰσθήσεων αἰσθητά, καὶ ἡ ἄλογος δὲ δι’ ἑνὸς πνεύματος τὰ αἰσθητὰ πάντα καταλαμβάνει. διὸ καὶ αὐτὸς ἔφης ‘ἡ γὰρ κυρίως αἴσθησις μία καὶ τὸ κυρίως αἰσθητήριον ἕν’. ἀλλὰ πάλιν φασὶν οἱ Ἀριστοτελικοὶ ὡς τῶν μὲν ζωτικῶν οὐσῶν οὐκ ἀνάγκη τὰς γνωστικὰς εἶναι δυνάμεις,2 ὡς δηλοῖ τὰ φυτὰ ζωήν, οὐ γνῶσιν ἔχοντα, τῶν δὲ γνωστικῶν οὐσῶν πάντως εἰσὶ καὶ αἱ ζωτικαί. εἰ οὖν ἔχει τὰ οὐράνια τὴν γνωστικὴν δύναμιν τῆς ἀλόγου, δῆλον ὅτι καὶ τὴν ζωτικὴν αὐτῆς ἕξει δύναμιν, θυμὸν λέγω καὶ ἐπιθυμίαν. ἄτοπον δὲ τὰ οὐράνια λέγειν ἢ ἐπιθυμεῖν ἢ θυμοῦσθαι, ἐπεὶ καὶ ἐφθείροντ’ ἄν. πρὸς ὃ φασιν οἱ Πλατωνικοὶ ὅτι ἔχουσιν ἐπιθυμίαν τὰ οὐράνια· ἐφίενται γὰρ τῆς πρὸς τὸν νοῦν μιμήσεως, εἴ γε ὁ μὲν πανταχοῦ ἐστι, τὰ δὲ πανταχοῦ γίνεται, εἰ καὶ μὴ ἅμα, ἀλλὰ κατὰ μέρος· θυμὸν δὲ οὐκ ἔχουσιν· οὐ γὰρ ἀνάγκη. ἰδοὺ γὰρ καὶ τὰ ζῳόφυτα ἔχοντα ἐπιθυμίαν· ἀνιᾶται γὰρ καὶ ἥδεται· οὐ θυμοῦται· οὐ γὰρ φαίνεται ἀμυνόμενα. καὶ διὰ πέμπτου δὲ ἐπιχειρήματος κατασκευάζουσιν οἱ Ἀριστοτελικοὶ ὅτι οὐκ ἔχει αἴσθησιν τὰ οὐράνια. εἰ γὰρ πᾶσα αἴσθησις περὶ τὰ ἐκτὸς καταγίνεται, οὐδὲν δὲ ἔξω τῶν οὐρανίων, οὐκ ἄρα αἰσθάνονται. πρὸς ὅ ἔστιν εἰπεῖν ὅτι καὶ ἐν τοῖς οὐρανίοις ἐστὶν ἔξω· τῆς γὰρ περιφερείας ἔξω ἐστὶν τὸ κέντρον· ὥστε αἰσθάνονται. οἱ δέ γε Πλατωνικοὶ οὕτω κατασκευάζουσιν ὅτι αἰσθάνεται· εἰ τὸ αἰσθάνεσθαι καὶ γινώσκειν, καὶ τὰ οὐράνια ὡς κρείττω αἰσθάνεται. ταῦτα εἰπὼν ἔρχεται καὶ ἐπὶ τὸ διακρῖναι τὰ πορευτικὰ τῶν ζωοφύτων. ἀλλ’ ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται. Τὴν μὲν οὖν θρεπτικὴν ἀνάγκη πᾶν ἔχειν ὅτι περ ἂν ζῇ καὶ ψυχὴν ἔχει. διάκρισιν λέγει ζῴου καὶ φυτοῦ, ὅτι εἰ καὶ ἄμφω ἔχουσι τὴν θρεπτικήν, ἀλλ’ οὐκ ἄμφω ἔχουσι τὴν αἰσθητικήν. θρεπτικὴν μὲν γὰρ ἀνάγκη πᾶν ζῶν ἔχειν· εἰ γὰρ μὴ τρέφεται ἀπὸ ἀρχῆς τῆς γενέσεως μέχρι τῆς φθορᾶς, ταχύτερον φθείρεται καὶ οὐ φθάνει τὴν ἀκμήν· αἴσθησιν δὲ οὐκ ἀνάγκη πάντα τὰ ζῶντα ἔχειν· τὰ γὰρ ἁπλοῦν σῶμα ἔχοντα, οἷον τὰ φυτά, οὐκ ἀνάγκη ἔχειν αἴσθησιν. ἁπλοῦν δὲ ἔχειν λέγεται σῶμα τὰ φυτά, ἐπειδὴ τῷ γεώδει μόνῳ χαρακτηρίζεται. τῆς δὲ αἰσθήσεως χωρὶς ἀδύνατον εἶναι ζῷον. αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν. διττὴ τούτου τοῦ ῥητοῦ φέρεται γραφή. τὰ μὲν γὰρ ἔχει ἐν ἅπασι τοῖς ζῴοις, τὰ δ’ ἐν ἅπασι τοῖς ζῶσιν. ἀλλ’ εἰ μὲν τοῖς ζῴοις ἔχει, ἀντὶ τοῦ τοῖς ζῶσίν ἐστιν,3 ἵνα συμπεριλάβῃ καὶ τὰ φυτά. τί γάρ φησιν; ὅτι οὐκ ἀνάγκη πᾶν ζωὴν ἔχον καὶ αἴσθησιν ἔχειν. εἰ δὲ ἐν ἅπασι τοῖς ζῶσιν ἔχει ἡ γραφή, καλῶς ἂν ἔχοι· μᾶλλον γὰρ οὕτως ἔρρωται ἡ διάνοια. οὔτε γὰρ ὧν τὸ σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν. αὕτη ἐστὶν ἡ ἀπὸ τοῦ σώματος κατασκευὴ δεικνύουσα ὅτι οὐκ ἔστιν ἐν τοῖς φυτοῖς ἁφή.

但如果触觉作为感知较多事物者,需要较多的元素才能生成,而天体仅由第五实体构成,那么它们又如何会有触觉呢?如果天体是由那些元素构成的,它们也将是可毁灭的。对此,柏拉图派说,天体并无必然性要具有触觉;因为在我们身上,较低劣者或许先于且伴随着较优者,但就天体而言,亚里士多德自己也否定了这一论理;因为他说天体具有理性[灵魂]而不具有无理性[灵魂]。如果按照这一论理,既然凡有较优者处也有较低劣者,那么在光辉身体中也必定会有无理性和植物性[灵魂],而这是荒谬的。因此,并非在一切事物中都必定凡有较优者处就有较低劣者。亚里士多德派又说:如果天体具有感觉,它们就无论如何也具有器官;因为一切感觉都是通过器官来运作的;但天体是同质部分的。对此,柏拉图派说:对可感觉事物的感知并非必定通过器官产生,因为即便在我们身上,共通感觉处于单一的精气中,就能认识五种感觉的可感觉事物,而无理性[灵魂]也通过单一的精气把握所有可感觉事物。因此你自己也曾说:“因为严格意义上的感觉是一,严格意义上的感觉器官也是一。”但亚里士多德派又说:生命能力的存在并不必然要求认知能力的存在——正如植物所表明的那样,它们具有生命却不具有认识——而在认知能力存在时,生命能力也必定存在。因此,如果天体具有无理性灵魂的认知能力,显然它们也将具有其生命能力,我指的是气魄和欲望。但说天体具有欲望或动怒是荒谬的,因为它们也将因此而毁灭。对此,柏拉图派说天体具有欲望;因为它们渴望摹仿智性,既然智性无所不在,而它们也是无所不在的,即使不是同时,也是分部分相继达到的;但它们不具有气魄;因为并无必然性。看哪,植虫也具有欲望——因为它们会感到痛苦和快乐——却没有气魄;因为不见它们自卫还击。亚里士多德派还通过第五个论证确立天体不具有感觉:因为如果一切感觉都专注于外在事物,而天体之外并无任何东西,那么它们也就不感觉。对此可以说:在天体中也有“外”;因为中心处于周线之外;所以它们感觉。而柏拉图派则如此确立天体具有感觉:如果感觉也就是认识,天体作为更优者也会感觉。说了这些之后,他便进而将移行运动动物同植虫区分开来。但关于这些要点的理论探讨,托神之佑就到此告一段落。 “因此,凡是有生命且具有灵魂的事物,都必然具有滋养灵魂。” 他说的是动物与植物的区分,即:即使二者都具有滋养灵魂,但并非二者都具有感觉灵魂。因为一切活物都必然具有滋养灵魂;因为如果从生成的开端直到毁灭都不摄取滋养,它就会更快地毁灭,而无法达到盛期;但一切活物并不必然具有感觉;因为具有单纯身体的事物,例如植物,并不必然具有感觉。而植物之所以被称为具有单纯身体,是因为它唯独以土性为特征。但没有感觉就不可能是动物。“但在一切活物中,感觉并非必然。”关于这句文句传有两种异读。有些传本读作“在一切动物中”,另一些则读作“在一切活物中”。但是,如果读作“动物”,也是用来代替“活物”,以便把植物也包含在内。因为他说了什么呢?就是并非凡具有生命的事物也必然具有感觉。但如果异读是“在一切活物中”,那就很好;因为这样理解文意更加有力。“因为凡身体单纯的事物,都不可能具有触觉。”这就是从身体方面出发、表明植物中不存在触觉的论证。

语法注3 条
  1. 3.199ὅσον δ’ ἐπὶ τῷ λόγῳ

    意为“就该论理而言”或“按照这一逻辑”的副词性成语。它具有条件性功能,指明如果接受亚里士多德派所谓“凡有较优者处必有较低劣者”的前提,将会导出荒谬的后果。

  2. 3.199τῶν μὲν ζωτικῶν οὐσῶν οὐκ ἀνάγκη τὰς γνωστικὰς εἶναι δυνάμεις

    句中的 τῶν μὲν ζωτικῶν οὐσῶν 为带有条件意味的独立属格结构(“即便生命能力存在”)。主句中不定式 εἶναι 的逻辑主语为宾格 τὰς γνωστικὰς ... δυνάμεις,整体受非人称结构 οὐκ ἀνάγκη(并非必然)支配。

  3. 3.199ἀντὶ τοῦ τοῖς ζῶσίν ἐστιν

    结构为 ἀντὶ τοῦ + 保持与格形式的引证书面语,意为“‘τοῖς ζῴοις’一词是用来代替‘τοῖς ζῶσιν’的”。这是注释家的专门术语,解释经文中即使写成了“动物”,实际上也是借用来指代“活物(一切有生命之物)”,以便将植物也涵盖在内。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:597.11-598.24