← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§595.33-597.11

天体是否具有感觉与注释家的解读

斐洛波诺斯讨论了移行运动动物与天体的区别,对比了亚历山大和普鲁塔克对亚里士多德文本(434a22)关于天体是否具有感觉的不同解读与论证,随后探讨了亚里士多德派与柏拉图派的观点对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.199#2

οὕτω διακρίνας καὶ ἀπὸ τῶν ζωοφύτων τὰ πορευτικὰ μέτεισι καὶ ἐπὶ τὴν τῶν οὐρανίων διάκρισιν καὶ φησι ταῦτα διαφέρειν τῶν πορευτικῶν τῷ τὰ μὲν πορευτικὰ καὶ φυτικὴν ἔχειν καὶ αἰσθητικὴν ψυχήν, τὰ δὲ οὐράνια μόνην λογικήν. ταῦτα περὶ τῶν οὐρανίων εἰπὼν ἐπιφέρει λέγων ‘διὰ τί γὰρ ἕξει ἄλογον’; τοῦτο δὲ τὸ ῥησείδιον ἄλλως μὲν ὁ Ἀλέξανδρος, ἄλλως δὲ ὁ Πλούταρχος ἐξηγήσατο. Ἀλέξανδρος μὲν γὰρ ἔφη ‘διὰ τί γὰρ ἕξει τὰ οὐράνια αἴσθησιν’; οὔτε γὰρ τῷ σώματι τούτων ἄμεινον αἴσθησιν ἔχειν οὔτε τῇ ψυχῇ, τῷ μὲν σώματι, διότι τοῖς παθητοῖς σώμασι συμβάλλοιτ’ ἂν ἡ αἴσθησις, τῶν φθαρτικῶν αὐτὰ διείργουσα, τοῖς δὲ οὐρανίοις ἀπαθέσιν οὖσιν οὐδὲν συμβάλλεται, καὶ ὅτι τὰ αἰσθανόμενα πάσχοντα αἰσθάνονται, ταῦτα δὲ ἀπαθῆ καὶ ἀθάνατά ἐστιν. ἀλλ’ οὐδὲ τῇ ψυχῇ αὐτῶν συνοίσει, διότι τὰ τὴν αἴσθησιν ἔχοντα πρὸς ἀνάμνησιν τῶν καθόλου ταύτην ἐκτήσαντο, ἵνα ἐξ ὧν ἐν τοῖς καθ’ ἕκαστα διὰ τῶν αἰσθήσεων εὑρίσκουσιν, ἐπὶ τοὺς ἐνυπάρχοντας καθολικοὺς λόγους ἀνάγωνται, τὰ δὲ οὐράνια τῆς αἰσθήσεως οὐ δεῖται· ἀεὶ γὰρ νοερῶς ἐνεργεῖ καὶ οὐδέποτε τῶν καθόλου ἀφίσταται. ἡ δὲ αἴσθησις μερικῶν ἐστιν ἀντιληπτική· περὶ ταῦτα οὖν ἐκκρουομένη καὶ ἐνειλουμένη οὐκ ἐᾷ τὸν νοῦν ἀπασχολεῖσθαι τοῖς καθόλου, ἀλλ’ ἔοικε φλυάρῳ γείτονι ὁμιλοῦντι πολλὰ καὶ ἐκκρούοντι τὸν ἀναγινώσκοντα. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος, καὶ κατ’ αὐτὸν οὐκ ἔχει τὸ ῥητὸν τὴν οὐ ἄρνησιν, ἀλλ’ οὕτως ἐστὶ ‘διὰ τί γὰρ ἕξει’, καὶ ἐξηγεῖται αὐτὸ ἐρωτηματικῶς. ὁ δὲ Πλούταρχος τὴν ἐναντίαν βαδίσας προστίθησι τὴν οὐ ἄρνησιν καὶ φησι ‘διὰ τί γὰρ οὐχ ἕξει αἴσθησιν τὰ οὐράνια’; οὔτε γὰρ τῷ σώματι βέλτιόν ἐστι τὸ μὴ οὕτως ἔχειν· ἄμεινον γὰρ αἰσθητικῷ εἶναι τοῦ ἀναισθήτου,1 διότι τὸ αἰσθανόμενον τοῦ ἀναισθήτου τιμιώτερόν ἐστιν. εἰ δὲ εἴποις ‘οὐκοῦν πάσχοντα αἰσθάνεται καὶ οὐκέτι ἀπαθῆ καὶ ἀθάνατα’, λέγω ὅτι οὔ· ἐπὶ γὰρ τῶν ὑπὸ σελήνην ἀληθής ἐστιν ὁ λόγος, ὅτι πάσχοντα αἰσθάνονται, ἐκεῖνα δὲ μηδὲν πάσχοντα αἰσθάνεται. ὥστε συμβάλλεται αὐτῶν τῷ σώματι ἡ αἴσθησις. ἀλλὰ καὶ τῇ ψυχῇ αὐτῶν συμβάλλεται· οὐ γὰρ ἐμποδίζει αὐτῇ πρὸς τὴν εἴδησιν τῶν καθόλου, διότι διὰ μὲν τῶν αἰσθήσεων τὰ μερικὰ γινώσκομεν, ἐκ δὲ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθόλου, καὶ ὅτι, ἐὰν ἄρα ἐφ’ ἡμῶν ὁ λογισμὸς ὑπὸ τῆς αἰσθήσεως ὥσπερ ὑπὸ φλυάρου γείτονος δικαίως ἐκκρούεται, παρ’ οἷς καὶ ὁ τῆς κακίας ἐστὶν ἵππος, ἐπὶ τῶν οὐρανίων οὐκ ἂν ἐκκρούοιτο, παρ’ οἷς ὁ τῆς κακίας ἵππος οὐκ ἔστι. θεῶν γὰρ ἵπποι, καθάπερ φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἀγαθοί τε καὶ ἐξ ἀγαθῶν, ἐμφαίνοντος τοῦ λόγου τὴν τῶν ἐν τοῖς οὐρανίοις ψυχῶν συμφωνίαν· ἅμα γὰρ ἀναγωγὸς ἐνεργεῖ καὶ καταγωγός,2 καὶ οὐκ ἐμποδίζει αἴσθησις ἐκεῖ· ὥστε συμβάλλεται τῇ ψυχῇ πρὸς τὴν γνῶσιν τῶν μερικῶν καὶ τῶν καθόλου ἡ αἴσθησις. εἶτα ὁ Πλούταρχος οὐκ ἀναγινώσκει τὴν λέξιν ὡς Ἀλέξανδρος, ἀλλ’ οὕτω ‘διὰ τί γὰρ τὰ οὐράνια οὐχ ἕξει αἴσθησιν; ἢ γὰρ τῇ ψυχῇ αὐτῶν βέλτιόν ἐστι τὸ μὴ ἔχειν αἴσθησιν’. καὶ τοσαῦτα μὲν περὶ τῆς λέξεως καὶ τῆς ἐν αὐτῇ τῶν ἐξηγητῶν διαφωνίας. ἔξεστι δὲ ἐκ τῶν Ἀριστοτελικῶν ὁρμωμένους ἀποδεῖξαι τὰ οὐράνια ἀμοιροῦντα αἰσθήσεως· ἔξεστι δὲ καὶ τῶν ἐπιχειρημάτων ἁπάντων ἐκ τῶν Πλατωνικῶν ἐπενέγκαι τὸν ἔλεγχον. φέρε οὖν, εἰ δοκεῖ, τοῦτο ποιήσωμεν. ὅτι μὲν οὖν λογικὴν ἔχει ψυχὴν τὰ οὐράνια, δῆλον ἅπασιν ἐκ τῆς κινήσεως αὐτῶν· ἡ γὰρ ἐν τῷ αὐτῷ κυκλικὴ κίνησις ὑπ’ οὐδενὸς ἂν γένοιτο, πλὴν ὑπὸ λόγου. περὶ δὲ τῆς αἰσθητικῆς διεφώνησαν· οἱ μὲν γὰρ Ἀριστοτελικοί φασιν ὡς οὐκ ἔστιν ἐν τούτοις αἴσθησις, εἴ γε ταῦτα μὲν ἀπαθῆ, πάσχει δὲ τῆς αἰσθήσεως τὸ ὑποκείμενον. ἀλλά, φαῖεν ἂν οἱ Πλατωνικοί, ὦ Ἀριστότελες, ἐφ’ ἡμῶν πάσχοντος τοῦ ὑποκειμένου κρίνει τὸ πάθος ἡ δύναμις, ἐπὶ δὲ τῶν οὐρανίων μόνη κρίσις ἐστὶ τῶν εἰδῶν ἄνευ πάθους. πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν ἀέρα καὶ τὸ ὕδωρ ἄνευ πάθους διακονεῖν τὰ εἴδη τῶν αἰσθητῶν καὶ ὑποδέχεσθαι, τὰ δὲ οὐράνια μὴ δύνασθαι πάθους χωρὶς τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι. ἀλλ’ εἰ ἔχουσι, φασὶν οἱ Ἀριστοτελικοί, τὰ οὐράνια αἴσθησιν, καὶ ἁφὴν ἕξουσι πάντως· ἡγεῖται γὰρ αὕτη πασῶν τῶν αἰσθήσεων ὡς χεῖρον,3 ὅπου δὲ τὸ κρεῖττον, καὶ τὸ χεῖρον.

这样将移行运动动物也同植虫区分开之后,他又进而区分天体,并说天体与移行运动动物的区别在于:移行运动动物兼具植物性灵魂与感觉性灵魂,而天体则唯独具有理性灵魂。在谈及天体时说了这些之后,他接着说道:“因为它为何会具有无理性的[灵魂]呢?”亚历山大和普鲁塔克对这一简短文句各自作了不同的解释。因为亚历山大说:“因为天体为何会具有感觉呢?”因为对它们的身体而言具有感觉并不更好,对它们的灵魂而言也是如此:对身体而言,是因为感觉或许能对受动的身体有所助益,通过将它们与毁灭性事物隔绝开来,但对不受动的天体却毫无助益,并且因为感觉之物是通过受动来感觉的,而这些天体是不受动且不朽的。而且[感觉]对它们的灵魂也毫无益处,因为具有感觉之物是为了回忆普遍者而获得感觉的,以便从它们通过各感觉在个别者中发现的东西出发,被提升到内在的普遍理性规则,而天体则不需要感觉;因为它们始终理智地运作,绝不离开普遍者。而感觉是感知个别者的;因此它在这些个别者周围冲撞纠缠,不容智性专注于普遍者,反而像一个多话的邻居,唠叨不休而打扰正在阅读的人。亚历山大的观点便是如此,且照他看来,经文并不包含否定词“οὐ”,而是“因为它为何会具有”,他将其作疑问句解释。普鲁塔克则反其道而行之,加上了否定词“οὐ”,并说:“因为天体为何会不具有感觉呢?”因为对身体而言,不具有感觉并不更好;因为成为有感觉的优于无感觉的,因为感觉之物比无感觉之物更高贵。如果你说:“那么它们就是通过受动来感觉,从而不再是不受动且不朽的了”,我说并非如此;因为“通过受动来感觉”这一说法对于月下之物是真实的,而那些天体是在不受任何触动的情况下进行感觉的。因此感觉对它们的身体是有助益的。不仅如此,感觉对它们的灵魂也是有助益的;因为感觉并不妨碍它对普遍者的认识,因为我们正是通过诸感觉来认识个别者,并从个别者提升至普遍者;而且,即便在我们身上,理性正当地被感觉所打扰——就如同被一个多话的邻居所打扰一样,在我们身上也存在着恶德之马——但在天体上却不会被打扰,在它们那里并不存在恶德之马。因为正如《斐德罗》中的苏格拉底所说,众神的马“既是优秀的,也出自优秀的血统”,这一说法表明了天体中诸灵魂的和谐一致;因为引向上方的力与引向下方的力同时运作,感觉在那里并不构成阻碍;因此感觉有助于灵魂认识个别者和普遍者。随后,普鲁塔克并不像亚历山大那样读该文句,而是读作:“因为天体为何会不具有感觉呢?难道对它们的灵魂而言不具有感觉更好吗?”关于该文句以及注释家们在其中的分歧,就谈这么多。不过,从亚里士多德的学说出发,可以证明天体不分有感觉;而根据柏拉图的学说,也可以对所有论证提出反驳。那么,如果可行的话,就让我们来做这件事吧。天体具有理性灵魂,这一点从它们的运动对所有人来说都是显然的;因为在同一处所的圆周运动,除了出于理性之外,不可能由任何东西产生。但关于感觉灵魂,他们产生了分歧:亚里士多德派声称天体中没有感觉,既然天体是不受动的,而感觉的基底层却要受动。然而柏拉图派会说:“亚里士多德啊,在我们身上,当基底层受动时,能力对这一受动进行判定,但在天体上,唯独存在对形式的不伴随受动的判定。空气和水不伴随受动而传递并接纳可感觉事物的形式,而天体却不能不伴随受动而感知可感觉事物,这岂非荒谬?”亚里士多德派则说:如果天体具有感觉,它们就无论如何也具有触觉;因为触觉作为较低劣者居于一切感觉之首,而凡有较优者的地方,也就有较低劣者。

语法注3 条
  1. 3.199ἄμεινον γὰρ αἰσθητικῷ εἶναι τοῦ ἀναισθήτου

    在无人称结构(ἄμεινον [ἐστί])中,不定式 εἶναι 的主语/表语受语义要求被吸引为与格 αἰσθητικῷ。比较属格 τοῦ ἀναισθήτου 依附于 ἄμεινον,意为“具有感觉优于不具有感觉”。

  2. 3.199ἅμα γὰρ ἀναγωγὸς ἐνεργεῖ καὶ καταγωγός

    结合前文引述的柏拉图《斐德罗篇》(246a及后)的飞车寓言,此处省略了主语(可理解为阴性名词 δύναμις 或比喻意义上的马)。“引向上方的[力/马]”与“引向下方的[力/马]”并列作为 ἐνεργεῖ 的主语,表明天体灵魂的机能处于完全和谐的运作中。

  3. 3.199ἡγεῖται γὰρ αὕτη πασῶν τῶν αἰσθήσεων ὡς χεῖρον

    动词 ἡγεῖται 支配属格 πασῶν τῶν αἰσθήσεων,意为“居于……之首”或“在……之前”。ὡς χεῖρον(“作为较低劣者”)以谓语/状语形式修饰触觉(αὕτη = ἁφή)的基础与从属性质。在接下来的 ὅπου δὲ τὸ κρεῖττον, καὶ τὸ χεῖρον 中,系动词 ἐστίν 在两处均被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:595.33-597.11