- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:594.16-595.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论灵魂》434a22,菲洛波庞将移行运动动物同植物、植虫与天体区分开来,并从身体与灵魂两方面论证了植物何以缺乏感觉而移行动物何以必然具有感觉。
" Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ὅτι περ ἂν ζῇ καὶ ψυχὴν ἔχει ἀπὸ γενέσεως καὶ μέχρι φθορᾶς, καὶ τὰ ἑξῆς." Ἐπειδὴ τῶν ἐμψύχων τὰ μὲν ὅλως ἐστὶν ἀκίνητα, καθάπερ τὰ φυτά, τὰ δὲ κινεῖται, καθάπερ τὰ ζῷα, καὶ τῶν κινουμένων τὰ μὲν καθ’ ὅλα ἑαυτὰ κινεῖται, ὡς τὰ πορευτικά, τὰ δὲ ἀπὸ μέρους, καὶ τούτων τὰ μέν ἐστιν ὑποσέληνα, ὡς τὰ ζωόφυτα, τὰ δὲ ὑπερσέληνα, καθάπερ τὰ οὐράνια, διὰ τοῦτο οὖν ἐπὶ τοῦ παρόντος ὁ φιλόσοφος ἐν τῇ παρούσῃ θεωρίᾳ διακρίνει τὰ πορευτικὰ τῶν παντελῶς ἀκινήτων καὶ τῶν κινουμένων μέν, ἀπὸ μέρους δὲ ποιουμένων τὴν κίνησιν· ὡς ἐξ ἀνάγκης τριπλῆν γίνεσθαι τὴν διάκρισιν τοῦ πορευτικοῦ, λέγω δὴ πρὸς τὰ φυτὰ καὶ τὰ ζωόφυτα καὶ πρὸς τὰ οὐράνια. ἄρχεται δὲ τῆς τῶν φυτῶν καὶ τῶν πορευτικῶν διακρίσεως. εἰ γὰρ καὶ ἑκάτερα, φησί, τὴν θρεπτικὴν ἔχει ψυχήν, ἀλλ’ οὖν τὰ μὲν φυτὰ οὐκ ἔχει αἰσθητικήν, τὰ δὲ πορευτικὰ ζῷα ἔχει αἰσθητικήν. καὶ τούτων ἑκάτερον διὰ δύο ἐπιχειρημάτων δείκνυσι, καὶ πρῶτον ὅτι τὰ φυτὰ οὐκ ἔχει αἰσθητικὴν εἰκότως. πρόεισι δὲ τῶν λόγων ὁ μὲν ἀπὸ τοῦ σώματος τῶν φυτῶν, ὁ δὲ ἀπὸ τῆς ψυχῆς. καὶ ἔστιν ὁ ἀπὸ τοῦ σώματος οὗτος· τὰ φυτά, φησίν, ἁπλοῦν τι δοκοῦσιν εἶναι· εἰ γὰρ καὶ ἐκ τῶν τεσσάρων στοιχείων συνίστανται, ἀλλ’ οὖν τοσοῦτον ἐπικρατεῖ τὸ γήινον ἐν αὐτοῖς, ὡς ἐξ αὐτοῦ μόνου δοκεῖν εἶναι. τὸ δὴ γεῶδες ἀναίσθητον, ὡς μαρτυρεῖ τὰ ἐν ἡμῖν αἰσθητικοῖς οὖσιν γεώδη μόρια μὴ αἰσθανόμενα, λέγω δὴ ὀστᾶ καὶ τρίχες καὶ ὄνυχες. πῶς γὰρ ἂν κτήσαιντο αἴσθησιν τὰ πρὸς τῷ γηίνῳ τυγχάνοντα, εἴ γε τὰ τοιαῦτα ἁφὴν ἔχειν οὐ δύνανται; αὕτη γὰρ πλειόνων ἀντιθέσεων ἀντιλαμβανομένη ἐκ πλειόνων καὶ ἴσως ἰσοσθενούντων θέλει συγκεῖσθαι.1 τοῦτό ἐστι τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τοῦ σώματος τῶν φυτῶν. τὸ δὲ ἀπὸ τῆς ψυχῆς ὧδέ πως ἔχει. οὐκ ἔχει, φησίν, αἴσθησιν τὰ φυτά· ἤμελλε γὰρ τῶν αἰσθητῶν εἰδῶν ἄνευ ὕλης ἀντιλαμβάνεσθαι. νυνὶ δὲ οὐκ ἀντιλαμβάνεται· μάτην γὰρ ἀντιλήψεται μήτε τοῖς ἡδέσι προσιέναι δυνάμενα διὰ τὸ ἐρριζῶσθαι καὶ ἀκινητεῖν μήτε τὰ λυπηρὰ ἐκκλῖναι. ὅτι δὲ τὰ πορευτικὰ δικαίως καὶ ἀναγκαίως ἔχουσιν αἴσθησιν διὰ β λόγων ἔστιν ἀποδεῖξαι, ὧν ὁ πρῶτός ἐστι τοιοῦτος· εἰ μὴ ἔχουσι, φησίν, αἴσθησιν τὰ πορευτικά, μάτην τε καὶ ἐπὶ κακῷ κινηθήσεται, τὸ μὲν ἀγνοοῦν ἔνθα τὸ τέλος ἐστὶ τῆς κινήσεως, τὸ δὲ κατὰ κρημνῶν φερόμενον,2 διότι οὐ διακρίνει αἰσθήσει. φύσις δὲ οὐδὲν πρὸς ἐπιβουλὴν ποιεῖ τῶν ζῴων, ἀλλὰ πάντα πάντως ἢ ἕνεκά του ποιεῖ ἢ συμπτώματα τῶν ἕνεκά του. ἔστι δὲ τούτων ἑκάτερον ἐκ τῶν τριχῶν πιστώσασθαι. αἱ μὲν γὰρ ἐν τῇ κεφαλῇ καὶ ταῖς βλεφαρίσι καὶ τῷ γενείῳ τρίχες ἕνεκά του γεγένηνται· αἱ μὲν γὰρ σκέπης χάριν, ὡς αἱ τῆς κεφαλῆς, αἱ δὲ φυλακῆς, ὡς αἱ βλεφαρίτιδες, αἱ δὲ διὰ κόσμον, ὡς ἐπὶ τοῦ γενείου. αἱ δὲ κατὰ τὰς μασχάλας καὶ ἐν τῇ κεφαλῇ ἐν τῷ γήρᾳ πολιαὶ ἕνεκά του μὲν οὔκ εἰσι, συμπτώματα δὲ τῶν ἕνεκά του ὑπάρχουσιν· αἱ μὲν γὰρ διὰ τὴν πλεονάζουσαν ἐν τῇ μασχάλῃ θερμότητα καὶ ὑγρότητα γίνονται, αἱ δὲ διὰ τὸ ἐν τῷ σώματι τηνικαῦτα πλεονάζον φλέγμα. τὸ δὲ δεύτερον ἐπιχείρημα τοιοῦτόν ἐστιν· ἀνάγκη συναίσθησιν ἔχειν τὰ πορευτικά· πολλαῖς γὰρ ὁμιλοῦντα τροφαῖς διὰ τὸ κινεῖσθαι γνωστικῆς δυνάμεως δεῖται διακρῖναι δυναμένης τὴν οἰκείαν τροφὴν ἀπὸ τῆς ἀλλοτρίας. τὰ γὰρ φυτὰ ταύτης οὐ δεῖται, διά τε τὸ μὴ κινεῖσθαι διά τε τὸ παρακείμενον ἔχειν τὸ τρέφον, τουτέστι τὴν γῆν. οὕτω διακρίνας τὰ πορευτικὰ τῶν φυτῶν διακρίνει αὐτὰ καὶ τῶν ζῳοφύτων. τὰ ζῳόφυτα, φησίν, οὐκ ἔχει τὰς τελειοτέρας αἰσθήσεις, ὄψιν καὶ ἀκοὴν καὶ ὄσφρησιν, τὰ δὲ πορευτικὰ καὶ ταύτας ἐκτήσατο. καὶ ὁ ἀσπάλαξ γὰρ ἔχει τὴν ὄψιν, εἰ καὶ λεπτῷ χιτῶνι καλύπτεται διὰ τὴν εἰς τὴν γῆν συνεχῆ κατάδυσιν. οἱ γὰρ σκώληκες εἰ καὶ μὴ ἔχουσιν ὄψιν κινούμενοι, ἀλλ’ οὖν ἡ φύσις διὰ τῆς μαλακότητος τὴν χρείαν ἀνεπλήρωσεν.
“因此,凡活着且具有灵魂之物,从生成直到毁灭都必然具有营养灵魂,等等。” 既然在有灵魂之物中,有些完全是不动的,如植物,有些则是运动的,如动物;而在运动之物中,有些是以自身全体运动的,如移行运动动物,有些则是部分地运动的;而在后者中,有些是月下的,如植虫,有些则是月上的,如天体;因此之故,目前哲学家在眼下的考察中将移行运动动物同完全不动之物以及虽运动却只部分地产生运动之物区分开来;以致于对移行运动动物的区分必然变成三重,我指的是相对于植物、相对于植虫以及相对于天体。他首先从植物与移行运动动物的区分开始。因为他说,即便两者都具有营养灵魂,但无论如何植物不具有感觉灵魂,而移行运动动物则具有感觉灵魂。他通过两个论证证明了其中的每一者,首先证明植物合情合理地不具有感觉灵魂。这些论证中,一个源自植物的身体,另一个源自灵魂。源自身体的论证如下:他说,植物似乎是某种单纯之物;因为即便它们是由四元素构成的,但土性元素在它们之中如此占支配地位,以致于显得仅仅由它构成。而土性之物是没有感觉的,正如在我们这些具有感觉的存在者中那些不感觉的土性部分所证明的那样,我指的是骨头、毛发和指甲。因为倾向于土性之物,如果连触觉都不能拥有,又怎能获得感觉呢?因为触觉感知多种对立,要求由多种且或许势力均等的元素复合而成。这是源自植物身体的第一论证。而源自灵魂的论证大致如下:他说,植物不具有感觉;因为它们原本应当不带质料地接收可感觉形式。但事实上它们并不接收;因为接收形式对于它们将是徒劳的,因为它们由于扎根和静止不动,既不能趋向令人愉悦之物,也不能避开带来痛苦之物。至于移行运动动物理所当然且必然地具有感觉,则可以通过两个论证来证明,其中第一个论证如下:他说,如果移行运动动物不具有感觉,它们将徒劳地且受害地运动,一部分不知运动的终点在何处,另一部分则由于不用感觉去辨别而跌落悬崖。但自然绝不作危害动物之事,而是毫无例外地要么为了某个目的创造万物,要么创造万物作为为了目的之物的附随结果。这两者中的每一者都可以从毛发得到证实。因为头上的、眼睫上的以及颌下的毛发是为了某种目的而生成的:一些是为了遮蔽,如头部的毛发;一些是为了防护,如眼睫毛;另一些是为了修饰,如颌下的胡须。而腋下的毛发和老年时头上的白发并不是为了某种目的,而是作为为了目的之物的附随结果而存在;因为前者是由于腋下过多的热与湿而生成的,后者则是由于当时体内过多的黏液而生成的。第二个论证如下:移行运动动物必然具有感知;因为它们因运动而接触多种多样的食物,需要一种能够将适合的食物与相异的食物区分开来的认识能力。而植物不需要这种能力,这既由于它们不运动,也由于它们身旁就备有滋养之物,即泥土。以这种方式将移行运动动物与植物区分开之后,他又将它们与植虫区分开来。他说,植虫不具有更完满的诸感觉,即视觉、听觉和嗅觉,而移行运动动物则连这些也获得了。因为鼹鼠也有视觉,即便由于持续潜入土中而被一层薄膜覆盖着。至于蠕虫,即便在运动时没有视觉,但自然还是通过柔软性弥补了这一需要。
- 3.199θέλει συγκεῖσθαι
动词 θέλει 接不定词 συγκεῖσθαι,在此处并非指有意识的意愿(“想要”),而是晚期希腊语中表示客观倾向或必然性(“要求由……构成”、“倾向于……”)的用法。
- 3.199τὸ μὲν ἀγνοοῦν ἔνθα τὸ τέλος ἐστὶ τῆς κινήσεως, τὸ δὲ κατὰ κρημνῶν φερόμενον
针对前文的复数主语 τὰ πορευτικά,中性单数分词短语 τὸ μὲν ἀγνοοῦν ... τὸ δὲ ... φερόμενον 以分配方式陈述其各部分或不同表现(整体与部分同位),修饰谓语动词 κινηθήσεται。
