← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§593.12-594.15

不能自制的定义与实践三段论小前提的动力

注疏亚里士多德《论灵魂》434a14–16,菲洛波庞区分了自制缺失与不能自制两概念,并在实践三段论的语境下分析大前提(普遍)与小前提(个别)的功能,阐明小前提作为行动动力因的主要作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.196

" Ὅταν ἀκρασία ἐνῇ." Ἄλλο ἐστὶν ἀκρασία καὶ ἄλλο ἀκράτεια· ἀκρασία μὲν γάρ ἐστιν ἡ μάχη τῶν παθῶν καὶ τοῦ λόγου,1 ὅταν μηδέπω μηδὲν κρατήσῃ, ἀλλ’ ἀμφήριστος ἡ μάχη καθέστηκεν, ἀκράτεια δέ ἐστιν, ὅταν τὰ πάθη κατακρατήσωσι τοῦ λόγου.

“当自制缺失存在时。” 自制缺失是一回事,不能自制是另一回事;因为自制缺失是诸情感与理性之间的争斗,此时尚未有任何一方占据支配,争斗仍处在胜负未决的状态;而不能自制则是诸情感彻底压倒了理性的时候。

§3.197

"Τὸ δὲ ἐπιστημονικὸν οὐ κινεῖται, ἀλλὰ μένει." Ἐπιστημονικὸν καλεῖ τὸν θεωρητικὸν νοῦν· τούτῳ δὲ συμφυὴς ἡ στάσις, ὡς πολλάκις εἴρηται· ἱστάμενοι γὰρ νοοῦμεν μᾶλλον.

“然而科学认识部分不被运动,而是保持静止。” 他将观照理智称为“科学认识部分”;而静止对于这一部分是生来固有的,正如多次言及的那样;因为我们处于静止中时能更多地进行思想。

§3.198

"Ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα.2" Ἐντεῦθεν συλλογισμὸν παρατίθεται καὶ ζητεῖ ποία τούτου πρότασίς ἐστιν ἡ κινοῦσα. δύο γάρ, φησίν, οὐσῶν τῶν ὑπολήψεων, τουτέστι τῶν προτάσεων, τῆς μὲν καθόλου τῆς δὲ μερικῆς, ἤγουν τῆς μὲν ἐλάττονος, ἣν εἶπε μερικήν, τῆς δὲ μείζονος, ἣν εἶπε καθόλου, ζητητέον τὴν κινοῦσαν. ὑπαινίττεται δὲ τοιοῦτον συλλογισμόν ‘ἐγὼ τὸν πολέμιον ἐφόβησα· πᾶς ὁ τὸν πολέμιον φοβῶν ἀριστεύς· ἐγὼ ἄρα ἀριστεύς. πάντα δὲ ἀριστέα στεφανοῦσθαι δεῖ· καὶ ἐμὲ ἄρα στεφανοῦσθαι δεῖ. ἐν ταύταις μείζων μὲν πρότασίς ἐστιν ἡ λέγουσα ‘πάντα ἀριστέα στεφανοῦσθαι δεῖ’, ἐλάττων δὲ ἡ λέγουσα ἐγὼ ἀριστεύς’. νυνὶ γὰρ ὡς ἐπὶ τοῦ δευτέρου συλλογισμοῦ τὸν λόγον ποιούμεθα· διὰ τοῦτον γὰρ ὁ πρῶτος εἴληπται. ἐν ταύταις οὖν ταῖς προτάσεσιν ἡ ἐλάττων μᾶλλόν ἐστιν ἡ κινοῦσα, ὡς ἤδη εἴπομεν. ἡ δὲ μείζων εἰ μὲν καθολικωτάτη ἐστί, παντοίως ἀκίνητός ἐστιν, μᾶλλον δὲ ἧττον κινεῖ τῆς ἐλάττονος, ὅσον ἧττον αὐτῆς καθόλου ἡ ἐλάττων. διὸ δεῖ τῇ ἐλάττονι μᾶλλον δοῦναι τὴν κίνησιν. αἰνίττεται δὲ τοὺς δύο συλλογισμοὺς διὰ τριῶν προτάσεων. τὴν μίαν γὰρ κοινὴν λαμβάνει, τοῦ μὲν πρώτου συμπέρασμα, τοῦ δὲ δευτέρου πρότασιν. φησὶ γὰρ οὕτως ἡ μὲν γὰρ λέγει ὅτι δεῖ τὸν τοιοῦτον τὸ τοιόνδε πράττειν· αὕτη ἐστὶν ἡ μείζων πρότασις τοῦ πρώτου συλλογισμοῦ ἡ λέγουσα ὅτι τὸ φοβῆσαι πολέμιον ἀριστεῦσαί ἐστι. κἀγὼ δὲ τοιόσδε· αὕτη ἐστὶν ἡ κοινὴ πρότασις, ἥτις συμπέρασμά ἐστι τοῦ πρώτου συλλογισμοῦ, πρότασις δὲ τοῦ δευτέρου, ἡ λέγουσα ‘κἀγὼ δὲ ἀριστεύς εἰμι’. καὶ ὅρα ὅτι οὐδὲ τῇ τάξει τῶν προτάσεων ὡς ἡμεῖς ἐχρήσατο οὐδὲ οὕτως εἶπε τοὺς ὅρους, ἀλλὰ παρομοίους τῇ σημασίᾳ τῶν ἡμετέρων ὅρων. ἦ δὴ αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου, ὡς ἐν ἀπορίᾳ·3 ἆρα αὕτη ἡ δόξα ἡ τῆς ἐλάττονος κινεῖ καὶ οὐχ ἡ καθόλου πρότασις; εἶτα ἐπιλυόμενός φησιν ἢ ἄμφω, ἀλλ’ οὖν, φησί, τούτων τῶν προτάσεων μᾶλλον ἠρεμεῖ ἡ καθόλου, ὡς εἴπομεν. ἐν οἷς ἡ πρᾶξις.

“然而,既然一者是普遍的把握与言论,另一者则是关于个别事物的。” 从这里起他提出了一个三段论,并探究该三段论中何种前提是引发运动的。因为他说,既然存在着两种把握,即两种前提,一者是普遍的,另一者是个别的——也就是他称为个别的小前提,与他称为普遍的大前提——就必须探寻引发运动的那一个。他暗示了如下的三段论:“我使敌人惊惧;凡使敌人惊惧者皆为勇士;因此我是勇士。而凡勇士皆当受加冠;因此我也当受加冠。”在这些前提中,大前提是说“凡勇士皆当受加冠”,而小前提是说“我是勇士”。因为眼下我们是就第二种三段论展开论述的;第一种三段论正是为了这第二种而被采用的。因此在这些前提中,小前提更为引发运动,正如我们已经说过的那样。至于大前提,如果它是最普遍的,它就完全是不动的,或者说它比小前提引发运动更少,其减少程度正如小前提之不及它普遍那样。因此必须更多地将运动归于小前提。他通过三个前提暗示了这两个三段论。因为他把其中一个前提作为共同前提来采取,它既是第一三段论的结论,又是第二三段论的前提。因为他是这样说的:“因为一者说,如此之人当行如此之事”;这是第一三段论的大前提,即说使敌人惊惧便是成为勇士。“而我也是如此之人”;这是共同前提,它是第一三段论的结论,也是第二三段论的前提,即说“我也是勇士”。请注意,他既没有像我们那样采用前提的次序,也没有以那种方式表述项,而是采用了在意义上与我们的项相似的项。“难道真是这一意见在引发运动,而非普遍的意见吗?”,仿佛作为疑难提出:难道真是小前提的这一意见引发运动,而非普遍前提吗?随后在解决此疑难时他说:“或者二者皆然”;但无论如何,他说,在这些前提中,普遍的更倾向于静止,正如我们所说。至此讲课〔结束〕。

语法注3 条
  1. 3.196ἀκρασία μὲν γάρ ἐστιν ἡ μάχη τῶν παθῶν καὶ τοῦ λόγου

    展示了 ἀκρασία(自制缺失)与 ἀκράτεια(不能自制)之间的术语区分:前者被界定为情感与理性之间未分胜负的争斗,后者则是理性被情感彻底击败并克服的状态。

  2. 3.198Ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα

    亚里士多德的引文(条目)。后半句(ἡ δέ)中承前省略了 ὑπόληψις(把握)。属格 τοῦ καθ’ ἕκαστα 是限制性属格,意为“关于个别事物的[把握]”。

  3. 3.198ἦ δὴ αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου, ὡς ἐν ἀπορίᾳ

    语气小词 ἦ δή 用于引出亚里士多德文本中的疑问或疑难(aporia)。菲洛波诺斯添加了 ὡς ἐν ἀπορίᾳ(“仿佛作为疑难提出”),指明此处是一个辩证性质的质询而非决断性的断言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:593.12-594.15