- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:591.20-593.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞参照《动物志》论述以静止关节为中心的类圆周运动机制,进而探讨欲求与表象的层级划分(自然欲求、感觉表象以及伴随实践理智的熟虑表象),并阐明人类熟虑表象如何将多个个别表象综合为单一行动方针。
" Διὸ καὶ ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις θεωρητέον περὶ αὐτῶν." Περὶ τῶν συντελούντων, φησίν, εἰς κίνησιν ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις σκεπτέον, τουτέστιν ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ. τὸ γὰρ ζῷον κοινόν ἐστιν ἐκ σώματος καὶ ψυχῆς· ἡ δὲ κατὰ τόπον κίνησις οὔτε ψυχῆς μόνης ἂν εἴη (ἀκίνητος γὰρ αὕτη) οὔτε σώματος μόνου. νυνὶ δὲ περὶ ψυχῆς μόνης ἐστὶν ἡ πραγματεία. ἰστέον δὲ ὅτι τὸ πνεῦμα τὸ ὀρεκτικὸν τὸ κινοῦν ἐν τοῖς νεύροις ἐστί. διὸ δεῖ ὥσπερ ἐν κύκλῳ μένειν τι καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν. εἶτα, φησίν, εἰ κίνησις ὤσει καὶ ἕλξει γίνεται, ἀνάγκη τὸ μὲν μένειν, τὸ δὲ κινεῖσθαι, ὥσπερ καὶ ἐν τῷ κύκλῳ περὶ μένον τὸ κέντρον ἡ κίνησις γίνεται. καὶ σημειωτέον ὡς λεληθότως κατασκευάζει ὅτι1 περί τι μένον πάντως ἡ κίνησις τῶν βαδιστικῶν ζῴων· ἐπὶ γὰρ ἰχθύων καὶ ἑρπετῶν καὶ τῶν τοιούτων οὐκ ἀναλογεῖ ἡ κίνησις τῇ κυκλικῇ κινήσει· ἐπὶ ἐκείνων γὰρ ἡ κίνησις οὐ γίνεται περὶ μένον τι.
“因此在身体与灵魂的共同功能中也必须考察它们。” 他说,关于有助于运动的事物,必须在身体与灵魂的共同功能中加以考察,也就是在《动物志》中。因为动物是由身体与灵魂构成的共同物;而空间运动既不可能单独属于灵魂(因为灵魂是不动的),也不可能单独属于身体。但眼下的探讨仅关涉灵魂。应当知晓的是,引发运动的欲求精气存在于神经之中。因此正如在圆周中一样,某物必须保持静止,且运动必须从那里开始。随后他说,如果运动是通过推与拉产生的,那么必然是一部分保持静止,另一部分被运动,正如在圆周中运动也是围绕静止的圆心产生的那样。应当注意,他如何隐蔽地确立了步行类动物的运动完全是围绕某种静止之物而进行的;因为在鱼类、爬行动物以及诸如此类的动物那里,运动并不类比于圆周运动;因为在它们那里,运动并不围绕某种静止之物产生。
"Ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας." Καλῶς τοῦτο εἶπεν· ἀνάγκη γὰρ τὸ ὀρεγόμενον φαντασθὲν τὸ ὀρεκτὸν ὀρεχθῆναι.2 τοῦτο δὲ εἴρηται καλῶς ἐπὶ τῶν μετὰ φαντασίας ὀρεγομένων· κοινὸν γὰρ τὸ τῆς ὀρέξεως. ὄρεξις γάρ ἐστι καὶ ἄνευ συναισθήσεως, ἥτις καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ἀψύχων, οἷον ἔχει ὄρεξιν ὁ λίθος, καθ’ ἣν ἐφίεται τοῦ κάτω τόπου, καὶ τὸ πῦρ ἔχει ὄρεξιν, καθ’ ἣν ἐφίεται τοῦ ἄνω τόπου. ἔστι πάλιν ὄρεξις καὶ μετὰ φαντασίας· ἔστι πάλιν ἄλλη ὄρεξις ἡ μετὰ τοῦ πρακτικοῦ νοῦ, ἥτις καὶ διαφέρει τῆς μετὰ τῆς φαντασίας ὀρέξεως· ὅπου μὲν γὰρ ἡ μετὰ νοήσεως ὄρεξις, ἐκεῖ καὶ ἡ μετὰ φαντασίας, οἷον ἐπὶ τῶν ἀνθρώπων ἀμφότεραί εἰσιν αἱ ὀρέξεις, καὶ ἡ μετὰ νοήσεως καὶ ἡ μετὰ φαντασίας, τὰ δὲ ἄλλα τῶν ζῴων τὴν μετὰ φαντασίας καὶ μόνον ὄρεξιν ἔχουσιν, ἐὰν ἄρα ἔχωσι τὴν φαντασίαν. ἔστι δὲ καὶ ἄλλην εἰπεῖν διαφοράν, ὅτι ἡ ὄρεξις ἡ μετὰ τοῦ πρακτικοῦ νοῦ δύναται βουλεύεσθαι· βουλεύεσθαι δέ ἐστι τὸ προαιρεῖσθαι, προαιρεῖσθαι δὲ τὸ τόδε πρὸ τοῦδε αἱρεῖσθαι, οἷον πότερον δεῖ περιτυχεῖν τῷ φίλῳ ἢ οὔ, καὶ αἱρεῖται ὅτι δεῖ· καὶ ἆρα ἐν τῷ αὐτῷ τόπῳ μένοντα ἢ ἐκδημοῦντα, καὶ αἱρεῖται ὅτι ἐκδημοῦντα· καὶ ἆρα διὰ θαλάττης ἢ γῆς, καὶ αἱρεῖται διὰ γῆς· καὶ διὰ γῆς πῶς, πεζῇ ἢ ἄλλως πως. λοιπὸν συνάγει ἐκ τῶν πολλῶν τούτων ἕν τι, ὅτι δεῖ ἰδεῖν τὸν φίλον ἐκδημοῦντα διὰ γῆς πεζῇ. ταύτῃ οὖν διαφέρει ἡ μετὰ τοῦ πρακτικοῦ νοῦ ὄρεξις τῆς μετὰ φαντασίας. καὶ σημειωτέον ὅτι τὸν πρακτικὸν νοῦν καὶ τὴν κυρίως φαντασίαν τὰ δύο ταῦτα κοινῶς φαντασίαν καλεῖ. ταύτης μὲν οὖν καὶ τὰ ἄλλα ζῷα μετέχει. ὁ καί σύνδεσμος διὰ τοὺς ἀνθρώπους πρόσκειται· ταύτης γάρ, φησί, τῆς φαντασίας μετέχει καὶ τὰ ἄλλα ζῷα καὶ ὁ ἄνθρωπος. ποίας δὲ λέγει φαντασίας; τῆς συζύγου τῇ αἰσθήσει. ἀορίστως δ’ ἔνεστιν. ἐν τοῖς ζῳοφύτοις, φησίν, ἀορίστως ἐστὶν ἡ φαντασία, ὡς δηλοῖ τὸ ἀόριστον τῆς κινήσεως αὐτῶν. ἀόριστον δὲ καλεῖ τῶν ζῳοφύτων τὴν κίνησιν διὰ τὸ μὴ ὁμοίως συστέλλεσθαί τε καὶ διαστέλλεσθαι, ἀλλά ποτε μὲν μᾶλλον, ποτὲ δὲ ἧττον· ἢ ἀορίστως λέγει ἀντὶ τοῦ ἀμυδρῶς καὶ πεπλανημένως. καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον γὰρ διώκει. ὥσπερ οἱ τέκτονες τῷ αὐτῷ μέτρῳ τῷ πηχυαίῳ καὶ τὰ μείζονα καὶ τὰ ἐλάττονα τῶν ξύλων καταμετροῦσιν, οὕτω καὶ τὸ ὀρεκτικόν, φησί, τὸ ἐν τοῖς ἀνθρώποις τῷ αὐτῷ ἀγαθῷ τὰς ἐναντίας ὀρέξεις μετρεῖ καὶ τὸ μεῖζον ἀγαθὸν αἱρεῖται, καὶ πρὸς ἐκεῖνο κινεῖται. ὥστε δύναται ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν. ἐπειδή, φησί, βουλευτική ἐστιν ἡ ἐν τοῖς ἀνθρώποις φαντασία (πρὸς τοῦτο γὰρ ἀποδοτέον τὸν λόγον),3 διὰ τοῦτο καὶ ἓν ἐκ πλειόνων φαντασμάτων δύναται ποιεῖν, τουτέστιν ἓν κοινὸν φάντασμα ἐκ πολλῶν μερικῶν φαντασμάτων, ὡς ἀνωτέρω μικρὸν εἴπομεν ὅτι δεῖ τὸν φίλον ἰδεῖν ἐκδημοῦντα διὰ γῆς πεζῇ. ἡ μὲν οὖν βουλευτικὴ φαντασία τοιουτοτρόπως ἓν κοινὸν φάντασμα ποιεῖ, ἡ δὲ ἄλογος οὐκέτι. καὶ τὴν αἰτίαν αὐτὸς ἐπάγει λέγων ὅτι δόξαν οὐκ ἔχει τὰ ἄλογα. δόξαν δὲ οὐκ ἔχει, ὅτι μὴ συλλογίζεται· ἡ γὰρ δόξα διανοίας ἐστὶν ἀποτελεύτησις, ἡ δὲ διάνοια διὰ συλλογισμοῦ τὸ πρακτὸν εὑρίσκει. τεσσάρων ὄντων, φαντασίας, βουλευτικοῦ, δόξης, λογιστικοῦ, τὸ βουλευτικὸν ταὐτὸν οἴονταί τινες ἐν ἡμῖν τῷ λογιστικῷ. τοῦτο δὲ ἄτοπον· εἰ γὰρ μὴ ταὐτὸν φαντασία καὶ δόξα ἐν ἡμῖν, οὐδὲ τὰ ἑπόμενα τούτοις τὰ αὐτά ἐστιν ἀλλήλοις, βουλευτικὸν καὶ λόγος. ἕπεται γὰρ τῇ μὲν ἐν ἡμῖν φαντασίᾳ τὸ βουλευτικόν, τῇ δὲ δόξῃ τὸ λογικόν.
“然而欲求能力并非没有表象。” 他这话讲得很好;因为欲求者必然是在表象了欲求对象之后才去欲求的。这话对于伴随表象而欲求者而言是讲得极好的;因为欲求这件事是普遍的。事实上,也存在没有共同感觉的欲求,这种欲求既存在于植物中也存在于无生命物中,例如石头拥有欲求,借此趋向下方的位置,火也拥有欲求,借此趋向上方的位置。此外,也存在伴随表象的欲求;又存在另一种伴随实践理智的欲求,它也不同于伴随表象的欲求;因为凡是有伴随思想的欲求之处,便也有伴随表象的欲求——例如在人类身上,伴随思想的欲求和伴随表象的欲求二者皆存在,而其余的动物则仅具有伴随表象的欲求,如果它们确实具有表象的话。还可以说出另一种差异,即伴随实践理智的欲求能够进行熟虑;而熟虑就是作出意向选择,意向选择就是在某物之前选取某物,例如是否应当去拜访友人,并选择应当去;是留驻在原地还是远行,并选择远行;是通过海路还是陆路,并选择陆路;通过陆路又以何种方式,徒步还是以某种别的方式。最终从这许多事情中推导出一件事,即应当远行经陆路徒步去见友人。因此,伴随实践理智的欲求便在此意义上不同于伴随表象的欲求。而且应当注意,他将实践理智与严格意义上的表象这两者统称为“表象”。“因此其余的动物也分有这一[表象]。”连词“也”是由于人类而添加的;因为他说,这种表象不仅其余动物分有,人也分有。但他所说的是哪种表象呢?是与感觉配对的那种表象。“但它以不定方式内在。”他说,在植形动物中,表象以不定方式存在,正如它们运动的不定性所显明的那样。他之所以称植形动物的运动是不定的,是因为它们并非均匀地收缩与舒张,而是时而较多,时而较少;或者他说“以不定方式”是用来替代暗淡且彷徨的方式。“并且必然以一者来衡量;因为追求较大者。”正如木匠以同一的一肘尺度来衡量木材之较大者与较小者,他说,人类身上的欲求能力同样以同一的善来衡量相反的欲求,选择较大的善并朝向它运动。“因此能够从多数表象像中造出一者。”他说,由于人类身上的表象是熟虑性的(因为必须将论述对应于此),正是由于这一缘故,它也能够从多数表象像中造出一者,即从许多个别的表象像中造出一个共同的表象像,正如我们刚才所说,应当远行经陆路徒步去见友人。熟虑性表象因此以这种方式造出一个共同的表象像,而非理性的表象则不再如此。他自己便引出原因,说非理性的动物没有意见。它们之所以没有意见,是因为它们不作推论;因为意见是推论思想的完成,而推论思想是通过推论发现所当行之事的。在表象、熟虑部分、意见、推算部分这四者之中,有人认为我们身上的熟虑部分与推算部分是同一的。但这很荒谬;因为如果我们身上的表象与意见不是同一的,那么伴随着它们的事物——熟虑部分与理性——彼此之间也不是同一的。因为熟虑部分伴随着我们身上的表象,而理性部分则伴随着意见。
- 3.194ὡς λεληθότως κατασκευάζει ὅτι
带有副词 λεληθότως(隐蔽地、不知不觉地)的 ὡς 修饰动词 κατασκευάζει,引导间接感叹/方式从句,意为“他如何隐蔽地确立了……”。
- 3.195ἀνάγκη γὰρ τὸ ὀρεγόμενον φαντασθὲν τὸ ὀρεκτὸν ὀρεχθῆναι
由非人称词 ἀνάγκη 支配的带受格的不定式结构。逻辑主语是受格 τὸ ὀρεγόμενον,不定式是 ὀρεχθῆναι。被动态不定过去时分词 φαντασθέν 具有主动意义(表象了……之后),修饰 τὸ ὀρεγόμενον,并支配直接宾语 τὸ ὀρεκτόν。
- 3.195πρὸς τοῦτο γὰρ ἀποδοτέον τὸν λόγον
由动形容词 ἀποδοτέον 构成的表示当为的结构。介词短语 πρὸς τοῦτο 意为“与此相对”或“联系于此”,指示应当将该论述/说法(τὸν λόγον)关联、对应于前文提到的熟虑表象来加以理解。
