← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§590.7-591.19

运动的三重动因与实践推论中的小前提

菲洛波庞论述了引发运动者的三重性、相反欲求的冲突以及实践推论中小前提何以更直接地引发运动;随后进入433b13字句释读,介绍亚历山大与普鲁塔克关于“既然(ἐπειδή)”是否存在后件的句法裁定,并阐明欲求为何更应被视作现实活动而非运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.193#3

πρῶτον γὰρ τὸ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν ἀκίνητον ὂν ὡς τελικόν, ὥσπερ καὶ τὸ θεῖον· καὶ ἡ ὄρεξις δὲ κινεῖ τὴν ἐναντίαν ὄρεξιν, καὶ ἡ κρατήσασα τὴν κυρίαν λαβοῦσα κινεῖ τὸ σῶμα· ὥστε τριχῶς ἐστι τὸ κινοῦν. ἔοικε δὲ ὄρεξις σημείῳ ὄντι ἐν σφαίρᾳ, ὅπερ σημεῖον ἐν μὲν τῷ ὑπὲρ γῆν γινόμενον ἡμισφαιρίῳ ὑπερέχει καὶ μεσουρανοῦν ἐπικρατεῖ, ἐν δὲ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ γινόμενον ἐπικρατεῖται. ἐπειδὴ δὲ ἐν τῇ ἐναντίᾳ μάχῃ τῶν ὀρέξεων συλλογιζόμενοι κινούμεθα, καὶ ἐν τῷ συλλογίζεσθαι ἡμᾶς, εἴτε δεῖ πορνεύειν ἢ πρὸς διδάσκαλον τρέχειν, ἢ τὸ πάθος ἐπικρατεῖ ἢ ὁ λόγος, καὶ τὸ ἐπικρατοῦν κινεῖ, ζητεῖ οὖν ἐν τῷ συλλογισμῷ ποία πρότασις κινεῖ, καί φησιν ἑκατέραν, καὶ τὴν μείζονα καὶ τὴν ἐλάττονα, ἀλλὰ μᾶλλον τὴν ἐλάττονα ἢ τὴν μείζονα· τῇ γὰρ ἐλάττονι ἕπεται τὸ συμπέρασμα ὡς χείρονι οὔσῃ.1 τὸ γὰρ χεῖρον ἀεὶ συνάγεται· ἐκ καθόλου γὰρ καὶ μερικοῦ μερικὸν συνάγεται, καὶ ἐκ καταφατικοῦ καὶ ἀποφατικοῦ ἀποφατικόν. ἐπεὶ οὖν πρὸς τὸ συμπέρασμα γίνεται ἡ κίνησις, τοῦτο δὲ ἀκολουθεῖ τῇ ἐλάττονι, διὰ τοῦτο μᾶλλον αὕτη κινεῖ. οἷον ὡς ἐπὶ παραδείγματός ἐστι συλλογισμὸς τοιοῦτος· ὁ δεῖνα φιλόσοφος, αὕτη ἐστὶν ἡ ἐλάττων· πᾶς φιλόσοφος τιμητέος, αὕτη ἡ μείζων· ὁ δεῖνα ἄρα τιμητέος. ποία οὖν πρότασίς ἐστιν ἡ κινοῦσα τὴν ὄρεξιν πρὸς τὸ τιμηθῆναι τὸν φιλόσοφον; καὶ δῆλον ὅτι ἀμφότεραι· οὐδὲ γὰρ ἡ ἐλάττων μόνη· καὶ γὰρ οὐκ ἐτιμᾶτο, εἰ μὴ ἔγνωμεν τὴν μείζονα ὅτι πᾶς φιλόσοφος τιμητέος· οὔτε δὲ ὀρεγόμεθα ὅλως τιμῆσαι τόνδε, εἰ μὴ τὴν ἐλάττονα ἔγνωμεν ὅτι φιλόσοφός ἐστιν. πῶς γὰρ εἴχομεν τιμῆσαι αὐτόν, κἂν τὰ μάλιστα ἔγνωμεν ὅτι πᾶς φιλόσοφος τιμητέος ἐστίν; ὥστε ἄμφω μὲν κινοῦσιν, ἀλλ’ ἡ μὲν μείζων πρότασις μὴ κινουμένη κινεῖ (ἀκίνητος γάρ ἐστιν ὡς καθολική, ἐπειδὴ τὸ καθόλου οὐ μεταβάλλει) ἡ δὲ ἐλάττων κινουμένη κινεῖ· δύναται γὰρ ἡ ἐλάττων ἀμεῖψαι τὸν ὑποκείμενον, ἵνα εἴπῃ Σωκράτης φιλόσοφος ἢ ἀντὶ Σωκράτους Πλάτωνα, Θεμίστιον. καὶ ἰδοὺ κινεῖται ἡ ἐλάττων καὶ οὕτω κινεῖ. ἀλλ’ ἡ μὲν μείζων κατὰ τὸ πόρρω κινεῖ, ἡ δὲ ἐλάττων κατὰ τὸ προσεχές· ἡ γὰρ ἐλάττων μερική ἐστι, καὶ ἐπειδὴ τῶν μερικῶν ἐστιν ἡ κίνησις καὶ οὐ τῶν καθόλου, ταύτῃ προσεχῶς κινεῖ ἡ ἐλάττων. ἐν οἷς ἡ θεωρία.2 Ἐπειδή ἐστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖται, καὶ ἔτι τρίτον τὸ κινούμενον. ὁ μὲν Ἀλέξανδρός φησι μὴ εἶναι ἀπόδοσιν τῆς ἐπειδὴ προθέσεως·3 ὁ δέ γε Πλούταρχος ἀξιοῖ τοιουτοτρόπως ἀκοῦσαι τοῦ λόγου. ἐπειδὴ γάρ, φησίν, ἐστὶ τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖται, καὶ τρίτον τὸ κινούμενον, ἔστι δὲ τὸ κινοῦν διττόν, ἢ ἀκίνητον ὡς τὸ ὀρεκτόν, ὃ καλεῖ πρακτὸν ἀγαθόν, ἢ κινούμενον ὡς τὸ ὀρεκτικόν, εἶτα προσυπακούει ‘τέτταρα ἄρα ἔστι τὰ τῇ κινήσει συμβαλλόμενα’, τουτέστιν ἐπειδὴ ἔστι τρία, καὶ τὸ ἓν εἰς δύο διαιρεῖται, τέτταρα ἄρα. τοιαύτην ὁ Πλούταρχος ἀπολογίαν λέγει τοῦ ἐπειδή. ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ κινοῦν καὶ κινούμενον τὸ ὀρεκτικόν. εἴπομεν ὅτι τὸ ὀρεκτὸν πρακτὸν ἀγαθὸν ἐκάλεσε· τὸ δὲ πρακτὸν προσέθηκε χωρίζων αὐτὸ ἀπὸ τοῦ καθ’ ἑαυτὸ ὑφεστῶτος ἀγαθοῦ. τὴν δὲ ὄρεξιν τὴν κινοῦσαν καὶ κινουμένην ὀρεκτικὸν ἐκάλεσεν. κινεῖται γὰρ τὸ κινοῦν ᾗ ὀρέγεται. φησὶν ὅτι τὸ ὀρεκτικὸν κινούμενον κινεῖ, καὶ δῆλον· κινεῖται γὰρ τὸ κινοῦν, καθὸ ὀρέγεται, ἐπειδὴ ἡ ὄρεξις κίνησίς τίς ἐστιν. εἶτα ἐπειδὴ ἔφη τὴν ὄρεξιν κίνησιν εἶναι, βούλεται δὲ τὴν ψυχὴν ὀρέγεσθαι μέν, μὴ κινεῖσθαι δέ, διὰ τοῦτο διορθοῦται τὸ λεχθὲν καί φησιν ὅτι ἡ γὰρ ὄρεξις ἢ κίνησίς ἐστιν ἢ ἐνέργεια. καὶ ἀποδεκτέον ὅτι ἐνέργεια, διὰ τὸ μὴ κινεῖσθαι τὴν ψυχήν, καὶ ὅτι ἡ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ἡ δὲ ὄρεξις τελεία· διὸ κίνησιν αὐτὴν εἰπὼν οὐκ ἐνέμεινε.

因为首先,作为终极[原因]的欲求对象自身不动地推动着欲求,正如神圣之物那样;而欲求则推动相反的欲求,取得优势并掌握支配权的那一方推动着身体;因此引发运动者具有三重方式。欲求又类似于球体上的一个点,这个点在地上半球时升高并在天顶居于优势,而在地下半球时则被压制。既然在欲求的相反冲突中我们通过推论而运动,而在我们的推论中——无论应当放荡还是应当奔向老师——要么是激情取得优势,要么是理性取得优势,且取得优势者引发运动,因此他在推论中探究哪一个前提引发运动,并说两者皆然,既是大前提又是小前提,但小前提比大前提更能引发运动;因为结论追随着作为较弱者的小前提。事实上,被推导出的总是较弱者:从全称与特称中推导出的是特称,从肯定与否定中推导出的是否定。因此,运动既然是朝向结论而产生的,而结论又伴随着小前提,正是由于这个缘故,小前提更能引发运动。例如,作为一个例证,有这样一个推论:“某某是哲学家”,这是小前提;“凡哲学家皆应受尊敬”,这是大前提;“因此某某应受尊敬”。那么,究竟是哪一个前提推动着欲求去尊敬哲学家呢?显然两者都在推动;因为不仅是小前提单独起作用;如果我们不晓得“凡哲学家皆应受尊敬”这一大前提,他便不会受到尊敬;但如果我们不晓得“他是哲学家”这一小前提,我们也绝不会欲求尊敬此人。因为即便我们极其清楚地知道凡哲学家皆应受尊敬,我们又如何能尊敬他呢?因此两者皆引发运动,但大前提自身不运动而引发运动(因为它作为全称是不动的,全称并不变化),而小前提则在被运动中引发运动;因为小前提能够更换其主词,从而可以说“苏格拉底是哲学家”,或用柏拉图、泰米斯提乌斯代替苏格拉底。看啊,小前提被运动,且以此种方式引发运动。而且大前提是从远处引发运动,小前提则是从近处引发运动;因为小前提是特称的,而既然运动关涉特称者而非全称者,小前提便在此意义上从近处引发运动。一般性考察至此结束。 “既然有三者:其一是引发运动者,第二是借以运动者,第三则是被运动者。”亚历山大说,连词“既然”没有后件;然而普鲁塔克认为应当这样理解这句话:因为他说,既然有三者——其一是引发运动者,第二是借以运动者,第三是被运动者——而引发运动者是双重的,要么如欲求对象那样是不动的(他将其称为实践的善),要么如欲求能力那样是被运动的,于是他补充理解道:“因此促成运动的事物有四种”,这就是说,既然有三种,而其中一种被划分为两种,因此便是四种。普鲁塔克为这个“既然”提供了这样的辩护。不动的是实践的善,而既引发运动又被运动的是欲求能力。我们说过,他将欲求对象称为实践的善;他添加了“实践的”,将其与自存的善区分开来。而将既引发运动又被运动的欲求,他称为欲求能力。因为引发运动者就其欲求而言被运动。他说欲求能力在被运动中引发运动,这是显而易见的;因为引发运动者就其欲求而言被运动,因为欲求是一种运动。随后,既然他曾说欲求是一种运动,但他又主张灵魂虽有欲求却不被运动,因此他修正了所说的话并说:“因为欲求要么是运动,要么是现实活动。”我们应当接受它是现实活动,因为灵魂不被运动,而且运动是不完全的现实活动,而欲求是完全的;因此他虽称其为运动,却并未拘泥于此。

语法注3 条
  1. 3.193τῇ γὰρ ἐλάττονι ἕπεται τὸ συμπέρασμα ὡς χείρονι οὔσῃ

    ὡς χείρονι οὔσῃ 是表示原因的分词结构,意为“作为较弱者/较劣者”。此处指逻辑学中的传统公理(结论总是随从前提中较弱的一方),小前提作为特称命题,在逻辑层面上弱于作为全称命题的大前提。

  2. 3.193ἐν οἷς ἡ θεωρία

    晚期古代注疏中的固定惯用语,意为“以上为义理总论”。句中省略了系词或主动词,标志着从宏观理论阐述(theoria)转向对原文逐句训诂(lexis)的分界。

  3. 3.193τῆς ἐπειδὴ προθέσεως

    文法术语 πρόθεσις 通常指“前置词”,此处则指从属因果连词 ἐπειδή(“既然/因为”)。亚历山大认为该从句缺乏对应的主句/后件(形成破格文句),而普鲁塔克则通过补充潜在的后件(“因此有四者……”)来解决这一句法难题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:590.7-591.19