- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:588.39-590.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者借由步行、强力运动及圆周运动中的推与拉阐释了作为工具的普纽玛的运动,随后探讨了植形动物中欲求与表象的难题,并提出了表象的分类。
κινεῖται δὲ ὁ ἕλκων πούς· ὁ μὲν γὰρ εἷς ποὺς πάντως ὠθεῖ, ὁ δὲ ἄλλος ἕλκει, ὅστις καὶ ποιεῖ τὴν κίνησιν. ἔστι δὲ εἰπεῖν ὅτι καὶ ἐν τῷ ἑνὶ ποδί ἐστιν ὦσις καὶ ἕλξις, ἵνα ἕλξιν μὲν λάβῃς τὴν συναίρεσιν1 τὴν ἐπὶ ἡμᾶς τοῦ ποδός, ὤθησιν δὲ τὴν ἔκστασιν τοῦ ποδὸς τὴν ἀφ’ ἡμῶν· ἡ γὰρ ἕλξις ἐστὶν ἡ ἐπὶ ἡμᾶς γινομένη, ὦσις δὲ ἡ ἀφ’ ἡμῶν· ἐπεὶ οὖν ἐν τῇ κατὰ φύσιν κινήσει ἔστι τι μένον καὶ ἄλλο κινούμενον, τὰ αὐτὰ δέ ἐστι καὶ ἐν τῷ πνεύματι, διὰ τοῦτο παρεικάζει αὐτὸ οὕτως. καὶ ὅρα ὅτι νῦν καὶ τὴν κατὰ φύσιν κίνησιν ὑπὸ ὦσιν καὶ ἕλξιν ἀνήγαγεν, ὥσπερ τὴν παρὰ φύσιν, ἐν δὲ τῇ Φυσικῇ μόνην τὴν παρὰ φύσιν κίνησιν ἐν τῷ ζ λόγῳ ὑπὸ ὦσιν καὶ ἕλξιν ἀνάγει. παρεικάζει δὲ αὐτὸ καὶ τῇ παρὰ φύσιν κινήσει, ἐπειδὴ καὶ αὐτὴ ἔχει τι μένον καὶ κινούμενον ὑπὸ ὤσεως καὶ ἕλξεως γινομένη· τὸ γὰρ βίᾳ κινούμενον ἢ ἀφ’ ἡμῶν ὠθεῖται ἢ πρὸς ἡμᾶς ἕλκεται. εἰ δέ τις εἴποι τὴν δίνησιν μὴ γίνεσθαι ἕλξει καὶ ὤσει, ψεύδεται· καὶ ἐν ταύτῃ γὰρ δύο ἡμικυκλίων ὄντων τὸ μὲν πρῶτον ἕλκει τὸ ὀπίσω, τὸ δὲ ὀπίσω ὠθεῖ τὸ πρόσω. περὶ δὲ τῆς ὀχήσεως ἔστιν εἰπεῖν ὅτι κατὰ συμβεβηκὸς κινεῖται, τῷ κινεῖσθαι τὸ ὀχοῦν.2 οὐχ ἕλκεται γὰρ ἢ ὠθεῖται, τὸ δὲ ὀχοῦν ἐπειδὴ καθ’ αὑτὸ κινεῖται, ἢ ἕλκεται, ὡς ἅμαξα, ἢ ὠθεῖται, ὡς πλοῖον ὑπὸ ἀνέμων. καὶ ἐν τῇ παρὰ φύσιν οὖν κινήσει ἐπειδή ἐστι μένον τὸ ὠθοῦν καὶ κινούμενον τὸ ἕλκον, διὰ τοῦτο ἀπεικάζει αὐτὴν τῷ ὀργάνῳ. ἀλλὰ μὴν καὶ κύκλῳ ἀπεικάζει τὸ πνεῦμα, διότι ἐν τῷ κύκλῳ περὶ μένον τὸ κέντρον γίνεται ἡ κίνησις, ὥσπερ καὶ τὸ πνεῦμα περὶ μένουσαν τὴν ζωὴν κινεῖται. καὶ μᾶλλον τοῦτο τὸ παράδειγμα πρόσφορόν ἐστιν· ἐν ἑκάστῳ γὰρ μέρει τοῦ κύκλου ἐστὶ σημεῖον, ὃ καὶ πρῶτον ὂν δύναται ἕλκειν καὶ ὕστερον ὂν δύναται ὠθεῖν· ἑκάστου γὰρ σημείου ἐστὶ καὶ πρῶτον καὶ ὕστερον. ἐπεὶ οὖν καὶ τὸ πνεῦμα ἐν ἑκάστῳ μέρει ἑαυτοῦ καὶ ἐζωωμένον * * * δικαίως κύκλῳ ὡμοίωται.3 Ταῦτα εἰπὼν περὶ τοῦ ᾧ κινεῖ ἔρχεται καὶ ἐπὶ τὸ κινούμενον καί φησιν ὅτι κινοῦνται καὶ τὰ ζῷα καὶ τὰ ζωόφυτα. καὶ ἀπορεῖ πρὸς τὰ ζῳόφυτα ὅτι πῶς ταῦτα κινεῖται, εἴπερ τὸ κινούμενον πάντως ὄρεξιν θέλει ἔχειν, ὅπου δὲ ὄρεξις, ἐκεῖ καὶ φαντασία, ἐπειδὴ ὥσπερ περὶ τὸ ἀπὸν ἡ ὄρεξις, οὕτω καὶ ἡ φαντασία περὶ τὸ ἀπὸν καταγίνεται. εἰ δέ τις εἴποι ὅτι πῶς περὶ τὸ ἀπὸν ἡ ὄρεξις καταγίνεται, εἴπερ ὀρεγόμεθα καὶ τῆς παρούσης ὑγιείας, λέγομεν ὅτι τῆς ὑγιείας διὰ τὴν μέλλουσαν ἀπόλαυσιν ὀρεγόμεθα. τί οὖν συνῆξεν ὁ λόγος; ὅτι εἰ κινοῦνται τὰ ζῳόφυτα, καὶ φαντασίαν ἔχουσιν. πρὸς ὃ ἐπιλυόμενός φησιν ὅτι ἔχουσι φαντασίαν τὴν σύστοιχον τῇ αἰσθήσει. ἐξ οὗ καὶ διαίρεσις τῆς φαντασίας· τῆς γὰρ φαντασίας, φησίν, ἡ μὲν βουλευτική ἐστιν, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει. καὶ ἡ μὲν βουλευτικὴ ἀνθρώποις μόνοις ὑπάρχει, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει ἢ συγκεχυμένη ἐστὶν ἢ ἀσύγχυτος· καὶ ἡ ἀσύγχυτος ἢ διδακτή ἐστιν ἢ ἀδίδακτος. συγκεχυμένη μέν ἐστιν ὡς ἐπὶ τῶν σκωλήκων· πεπλανημένη γὰρ τούτων ἡ κίνησις· ἀσύγχυτος δὲ καὶ διδακτὴ ὡς ἐπὶ τῶν κυνῶν καὶ τῶν ψιττακῶν, ἀδίδακτος δὲ ὡς ἐπὶ τῶν μυρμήκων καὶ τοῦ ἀράχνου. τὰ οὖν ζῳόφυτα φαντασίαν ἔχει τὴν σύστοιχον τῇ αἰσθήσει τὴν ἀσύγχυτον καὶ ἀδίδακτον, τουτέστι τὴν κατὰ τὴν ἁπτικὴν αἴσθησιν. Ταῦτα εἰπὼν καὶ περὶ τοῦ κινουμένου ἔρχεται καὶ ἐπὶ τὸ κινοῦν καὶ φησιν ὅτι τοῦτο τριττόν ἐστι.
而运动着的则是拉动的那只脚;因为一只脚始终在推,而另一只脚则在拉,正是这只脚产生着运动。也可以说,在单单一只脚中也存在着推与拉,只要你将拉理解为脚朝向我们自身的收缩,而将推理解为脚远离我们自身的伸展;因为拉是朝向我们自身发生的,而推则是远离我们自身发生的。因此,既然在自然运动中有留存者与另一被运动者,而同样的情况也存在于普纽玛之中,正是因此他才将其作如此比喻。请注意,此时他像对待反自然运动那样,也将自然运动归于推与拉之下,而在《物理学》第七卷中,他仅仅将反自然运动归于推与拉之下。他又将其比作反自然运动,因为反自然运动本身借由推与拉而产生,同样具有留存者与被运动者;因为受强力运动的事物要么被推离我们,要么被拉向我们。但若有人说旋动不是由拉与推产生的,他便说错了;因为在旋动中,也由于存在着两个半圆,前半部分拉着后半部分,而后半部分推着前半部分。关于载运,可以说它是随着载运者的运动而偶性地运动。因为被载运者本身并不被拉或被推,但载运者既然依其自身运动,便要么如货车那样被拉,要么如被风吹动的船那样被推。因此,在反自然运动中,既然施推者是留存的,而施拉者是被运动的,他便正是因此将其比作这一工具。不仅如此,他还将普纽玛比作圆环,因为在圆环中运动是围绕着留存的中心产生的,正如普纽玛也是围绕着留存的生命而运动。并且这一例证更为贴切;因为在圆环的每个部分中都存在一个点,它作为在先者能够拉,作为在后者能够推;因为每个点都有在先与在后。因此,既然普纽玛在其自身的每个部分中都既赋有生命[……]便理所当然被比作圆环。在谈论了借以引发运动者之后,他又转向被运动者,并说动物与植形动物都在运动。他针对植形动物提出了难题:它们究竟如何运动,如果被运动者必须完全具有欲求,而在有欲求之处也必有表象,既然正如欲求关涉于缺席之物,表象也同样关涉于缺席之物。如果有人问欲求如何关涉于缺席之物,既然我们也欲求现前的健康,我们则回答说,我们欲求健康是为了将来的享受。那么论证推导出了什么?即如果植形动物运动,它们也就拥有表象。针对这一点,他给出解决并说道,它们拥有与感觉相对应的表象。由此也产生了表象的划分:因为他说,表象的一种是审议性的,另一种则是与感觉相对应的。审议性表象仅属于人类,而与感觉相对应的表象要么是混杂的,要么是不混杂的;不混杂的表象要么是可受教的,要么是不可受教的。混杂的表象见于蠕虫等;因为它们的运动是飘忽不定的;而不混杂且可受教的表象见于狗和鹦鹉等,不可受教的则见于蚂蚁和蜘蛛。因此,植形动物所拥有的是与感觉相对应的、不混杂且不可受教的表象,即依循触觉的表象。在谈论了被运动者之后,他又进而讨论引发运动者,并说它是三重性的。
- 3.193ἵνα ἕλξιν μὲν λάβῃς τὴν συναίρεσιν
ἵνα 后接虚拟式 λάβῃς 的从句在此并非严格的目的从句,而是注疏者对读者的提示与说明用法,意为“以便你将拉理解为……”。
- 3.193τῷ κινεῖσθαι τὸ ὀχοῦν
带定冠词 τῷ 的不定式短语,用作表示原因的与格(“由于载运者被运动”),其中对格的 τὸ ὀχοῦν 为不定式 κινεῖσθαι 的逻辑主语。
- 3.193καὶ ἐζωωμένον * * * δικαίως κύκλῳ ὡμοίωται
底本在 ἐζωωμένον 之后以星号标示文句脱落(lacuna)。结合前后文,该句意在表达普纽玛在其各部分中既赋有生命[且被运动],因而理所当然被比作圆环。
