← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§57.36-59.2

各学科的定义方法与愤怒的质料性定义

斐洛波诺斯解释了数学家在定义中省略质料与原因的理由,辨析了第一哲学家所研究的形式层次(表象中具延展的形式、理性灵魂中的形式以及造化主理智中的原型),并分析了关于愤怒的两种定义,阐明了自然哲学家的定义为何被归为出于质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#3

διὸ οὐδὲ τῆς αἰτίας ἐν τῷ ὁρισμῷ μέμνηται· εἰ γὰρ καὶ τὴν αἰτίαν ὡρίζετο, πάντως ἂν καὶ τὴν ὕλην παρελάμβανεν· ἐπειδὴ οὖν οὐ διαλέγεται περὶ ὕλης, διὰ τοῦτο οὐδὲ τῆς αἰτίας μεμνήσεται· οἷον τί ἐστι τρίγωνον; σχῆμα ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον· τί ἐστι κύκλος; σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον. ἐν τούτοις οὔτε ὕλης ἐμνήσθη καὶ διὰ τοῦτο οὐδὲ αἰτίας, δι’ ἣν ἐν τῇδε τῇ ὕλῃ τόδε τὸ εἶδός ἐστιν· ἀλλ’ ἐὰν ἄρα, τῶν συμπτωμάτων τῶν καθ’ αὑτὰ συμβαινόντων τοῖς σχήμασι τούτων τὰς αἰτίας ἀποδώσει,1 οἷον διὰ τί τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει. Ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης εἰδῶν διαλέξεται. τῶν γὰρ εἰδῶν τῶν ἐνύλων εἰσὶ καὶ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ λόγοι, εἰσὶ δὲ καὶ ἐξῃρημένοι ἐν τῷ δημιουργικῷ νῷ. καὶ τῶν ἐν τῇ ψυχῇ οἱ μέν εἰσι διαστατοὶ οἱ ἐν τῇ φαντασίᾳ, οἱ δὲ ἀμερεῖς καὶ ἀδιάστατοι οἱ ἐν τῷ λογικῷ μέρει τῆς ψυχῆς. ὁ μὲν οὖν γεωμέτρης περὶ τῶν ἐν τῇ φαντασίᾳ διαλέγεται διαστατῶν εἰδῶν· ὡς γὰρ ἀβακίῳ κέχρηται τῇ φαντασίᾳ μεριστῶς ἐνεργῶν καὶ διαστήματα ἀναμετρῶν καὶ τέμνων· ὁ μέντοι πρῶτος φιλόσοφος διαλέξεται περὶ τῶν εἰδῶν τῶν τε ἐν τῷ λογικῷ μέρει τῆς ψυχῆς καὶ τῶν δημιουργικῶν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν ἐν τῇ ψυχῇ εἰκόνες εἰσὶ τῶν πρώτων καὶ τῶν πραγμάτων γνωστικοί, οἱ δὲ ἕτεροι ἀρχέτυποί εἰσι καὶ ποιητικοί. περὶ μὲν οὖν τῶν δημιουργικῶν διαλεγόμενος ὡς θεωρητικὸς ἐνεργήσει, περὶ δὲ τῶν ἐν τῇ ψυχῇ ὡς καθαρτικός· καθαρτικῶς γὰρ ἐνεργεῖ, ὅταν ἐπιστρέφῃ πρὸς ἑαυτὸν καὶ γινώσκῃ τὴν οὐσίαν τῆς ψυχῆς· τότε γὰρ κατ’ ἐπιστήμην ὄντως ἡ κάθαρσις καὶ τῶν παθῶν καὶ τῆς ἀγνοίας. τὴν δὲ οὐσίαν γινώσκων τῆς ψυχῆς εἴσεται ὅτι τῶν εἰδῶν ἔστι πλήρωμα, καὶ διὰ τοῦτο τὰς μαθήσεις ἐρεῖ ἀναμνήσεις εἶναι. Ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως, ὁ διαλεκτικὸς δηλονότι·2 τοῦτο δὲ ἡ αἰτία ἐστὶ καὶ τὸ τέλος τῆς τοῦ θυμοῦ κινήσεως. ὁ δὲ ζέσιν τοῦ περὶ τὴν καρδίαν αἵματος ἢ θερμοῦ, ὁ φυσικός· οὗτος δὲ ἐκ τῆς ὕλης· ὕλη γὰρ τὸ αἷμα τὸ περὶ τὴν καρδίαν ἢ ἁπλῶς τὸ θερμόν. πῶς δὲ λέγομεν ἐκ τῆς ὕλης εἶναι τοῦτον; καίτοι δόξειεν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους εἶναι·3 εἶπε γὰρ ζέσιν εἶναι, τοῦτο δὲ εἶδος τοῦ θυμοῦ, ὕλη δὲ τὸ περὶ τὴν καρδίαν αἷμα, αἰτία δὲ οἱονεὶ τελικὴ τὸ δι’ ὄρεξιν ἀντιλυπήσεως. ἀλλὰ λέγω ὅτι οὐχ ἁπλῶς ἡ ζέσις εἶδός ἐστι τοῦ θυμοῦ, ἐπεὶ οὕτως γε ὁσάκις ἂν ζέσειε τὸ περικάρδιον αἷμα καὶ ἐξ ἄλλων προφάσεων, θυμὸς ἂν ἦν· ἀλλὰ εἶδός ἐστι τοῦ θυμοῦ ἡ ζέσις ἡ ὑπὸ τοῦδε γινομένη, ὡς αὐτὸς ἔναγχος εἶπε, λέγω δὲ ὑπὸ τοῦ λυπήσαντος. ὥστε ἡ ἁπλῶς ζέσις τοῦ αἵματος εἴη ἂν ὡς προσεχὴς ὕλη ὑποκειμένη τῇ διὰ τὸν λυπήσαντα γινομένῃ. πότε οὖν μεμνήμεθα τοῦ εἴδους; ὅταν προσθῶμεν ὅτι ὄρεξις ἀντιλυπήσεως· ἐν γὰρ τῷ εἰπεῖν ἀντιλυπήσεως ἐμνήσθη τό τε ὑπὸ τοῦ λυπήσαντος κεκινῆσθαι τὴν ζέσιν, καὶ διὰ τὸ ἀντιλυπῆσαι αὐτόν· τὸ γὰρ ἀντιλυπῆσαι σημαίνει καὶ τὸν προλυπήσαντα.

因此,他甚至在定义中也不提及原因;因为如果他连原因也加以界定,他就必定也会把质料包括进来。既然他不讨论质料,为了这个缘故,他也就不会提及原因。例如:什么是三角形?由三条直线所围成的形状。什么是圆?由一条线所围成的形状。在这些〔定义〕中,他并未提及质料,因此也未提及这形式借以处于这质料之中的原因;不过假如有的话,他将给出那些自身附属于诸形状的偶性的原因,例如为什么三角形具有等于两个直角的〔内角〕。 而第一哲学家将讨论完全脱离质料的形式。因为对于具质料的形式而言,在我们的灵魂中也存在着诸规定,而在造化主理智中也以超越的方式存在着。而在灵魂中的那些之中,处于表象中的是具有延展的,而处于灵魂理性部分中的则是无部分且无延展的。几何学家所讨论的,是处于表象中的具有延展的形式;因为他把表象当作算板来使用,以可分的方式活动,并丈量与分割间距。然而,第一哲学家将既讨论灵魂理性部分中的形式,也讨论造化主的形式。而它们彼此不同:处于灵魂中的是最初者的肖像,且能够认识事物;而另一类则是原型,且具有创造性。因此,他在讨论造化主的形式时将作为观照者来活动,而在讨论灵魂中的形式时则作为净化者来活动;因为当他回转到自身并认识灵魂的实体时,他就净化性地活动着。因为在那时,依据知识,对于激情与无知的净化才真正得以发生。并且,在认识灵魂的实体时,他将认识到灵魂乃是形式的充盈,并为了这个缘故,他将说诸学习即是回忆。 “因为一方〔说是〕报复的渴望”,显而易见是指辩证家;而这是愤怒运动的原因与目的。“而另一方则〔说是〕心脏周围血液或热素的沸腾”,是指自然哲学家;而这个〔定义〕乃是出于质料;因为心脏周围的血液或单纯的热素乃是质料。但是,我们怎么能说这个〔定义〕是出于质料呢?虽然它似乎可能被认为是由质料与形式二者构成的;因为他说它是沸腾,而这是愤怒的形式,心脏周围的血液是质料,而仿佛是目的因的原因则是出于报复的渴望。但我主张,单纯的沸腾并不是愤怒的形式,因为如果是那样的话,无论何时心脏周围的血液出于其他缘由沸腾,那就都会是愤怒了。相反,愤怒的形式乃是由这者所引起的沸腾,正如〔亚里士多德〕本人刚才所说,我的意思是由那施加痛苦者所引起的。因此,血液的单纯沸腾只是直接的质料,作为底护物承载着因施加痛苦者而产生的那种沸腾。那么,我们何时才提及形式呢?乃是在我们补充说它是报复的渴望之时;因为在说“报复”时,他既提到了沸腾是由施加痛苦者引发的,也提到了这是为了报复他;因为报复也意味着那先行施加痛苦者。

语法注3 条
  1. 1.39ἀλλ’ ἐὰν ἄρα, τῶν συμπτωμάτων τῶν καθ’ αὑτὰ συμβαινόντων τοῖς σχήμασι τούτων τὰς αἰτίας ἀποδώσει

    条件从句 ἐὰν ἄρα(“假如有的话”)后直接接主句谓语 ἀποδώσει(“将给出”)。属格词组 τῶν συμπτωμάτων τῶν καθ’ αὑτὰ συμβαινόντων τοῖς σχήμασι 因后接修饰成分较长而产生间隔,被紧邻的 τούτων 再次承接并作 τὰς αἰτίας 的定语。

  2. 1.39ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως, ὁ διαλεκτικὸς δηλονότι

    引用亚里士多德原书文本(403a30–31)的省略结构。省略了谓语动词(如 ὁρίζεται,“定义”);ὁ μὲν 指“一方”,而 ὁ διαλεκτικὸς δηλονότι 则作为同位语说明,明确指出主语为辩证家。

  3. 1.39καίτοι δόξειεν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους εἶναι

    连词 καίτοι 与不带 ἄν 的潜在希求法 δόξειεν 连用,引出一个可能的异议:“虽然它似乎可能被认为……”。不定式 εἶναι 的隐伏主语指的是上一句中所述的定义(ὁρισμός)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:57.36-59.2