- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:587.19-588.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的运动三要素(运动者、被运动者以及运动所借由的工具即源自心脏的普纽玛),斐洛庞努斯解释了为何工具性普纽玛会被比作始基与终结、枢纽以及步行中推拉结合的自然运动。
" Ἐπεὶ δέ ἐστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖται, τρίτον δὲ τὸ κινούμενον, καὶ τὰ ἑξῆς." Ἐντεῦθεν ἐπειδὴ εἶπε, τί μὲν οὐκ ἔστιν τὸ κινοῦν, τί δέ ἐστιν, συνάγει πάντα τὰ συντελοῦντα τῇ κινήσει καὶ λέγει ταῦτα τρία εἶναι, τὸ κινοῦν, οἷον τὸ ὀρεκτόν, καὶ τὸ κινούμενον σῶμα, καὶ ᾧ κινεῖ,1 τουτέστι τῷ ὀργανικῷ. ὀργανικὸν δὲ λέγει τὸ πνεῦμα τὸ ἀπὸ καρδίας διὰ τῶν νεύρων φερόμενον· ἐν καρδίᾳ γὰρ ὁ Ἀριστοτέλης δοξάζει τὸ ἡγεμονικόν. τοῦτο δὲ τὸ ὀργανικὸν καὶ ᾧ κινεῖται καλεῖ, ἐπειδὴ αὐτῷ τῷ πνεύματι κινεῖται τὸ σῶμα, ποτὲ δὲ καλεῖ αὐτὸ ᾧ κινεῖ, τουτέστιν ᾧ πνεύματι ἡ ψυχὴ κινεῖ τὸ σῶμα. ταῦτά ἐστι τὰ συντελοῦντα πρὸς κίνησιν. ἄρχεται δὲ τῆς διδασκαλίας ἐκ τοῦ ὀργανικοῦ, διὰ τὸ συνέχειαν φυλάξαι τῷ λόγῳ, καὶ ἐξεικάζει αὐτὸ ἀρχῇ καὶ τέλει καὶ γιγγλύμῳ, καὶ τῇ κατὰ φύσιν κινήσει καὶ τῇ παρὰ φύσιν κινήσει, ἃς ἀνάγει ὑπὸ ὦσιν καὶ ἕλξιν· ἀλλὰ μὴν καὶ κύκλῳ ἐξεικάζει αὐτό. καὶ διὰ τί, πάντων ἔστιν τὴν αἰτίαν εἰπεῖν. ἀρχῇ μὲν γὰρ καὶ τέλει ἐξεικάζει αὐτό, ἐπειδὴ τὸ πνεῦμα καὶ πέρας ἐστὶ τῶν ψυχικῶν ἐλλάμψεων καὶ ἀρχὴ τῶν σωματικῶν ὑποστάσεων, ἢ ἐπειδὴ τὸ πνεῦμα καὶ συνάρχεται τῇ κινήσει καὶ συμπερατοῦται αὐτῇ. εἰ γὰρ καὶ τὸ ποιητικὸν συνάρχεται τῇ κινήσει καὶ συμπερατοῦται αὐτῇ, ἀλλὰ μᾶλλον τὸ ὀργανικὸν προσεχέστερόν ἐστιν. ἔστι δὲ εἰπεῖν ὅτι οὐκ ἀρχὴν αὐτὸ καλεῖ καὶ τέλος, ἀλλ’ ἔνθα ἀρχὴ καὶ τέλος, τουτέστιν ἐν τῇ καρδίᾳ ἐστὶ τὸ πνεῦμα, ἥτις μέση οὖσα ἀρχή ἐστι καὶ τέλος. τὸ γὰρ μέσον τῶν μὲν φθασάντων πέρας ἐστί, τῶν δὲ μελλόντων ἀρχή, τῷ νόμῳ τῶν μέσων· ὥστε τὸ πνεῦμα ἔνθα ἐστίν, ἀρχὴ καὶ τέλος ἐκεῖ ὑπάρχει.2 ἰστέον δὲ ὅτι ἰατροὶ μὲν τὰ νεῦρα λέγουσιν εἶναι τὰ ὄργανα τῆς κινήσεως, φιλόσοφοι δὲ τὸ ἔμφυτον θερμὸν ὄργανον λέγουσι τῆς ὀρέξεως. καὶ τοῦτο τὸ πνεῦμα τὸ θερμὸν ἐν τῷ παντὶ σώματί ἐστιν, εἴ γε καὶ ὅλως ὡς ὅλον τὸ σῶμα ἡμῶν κινεῖται κατὰ τόπον· ἔστιν οὖν ἐν τῷ παντὶ σώματι ὡς ὄφειλον τὸ πᾶν σῶμα κινῆσαι.3 εἰ γὰρ καὶ λέγει αὐτὸ εἶναι ἐν τῇ καρδίᾳ, ἀλλ’ οὖν ὅμως ἐστὶ μὲν ἐν τῷ παντὶ σώματι, ὡς ἀπ’ ἀρχῆς δὲ χορηγούμενον τῆς καρδίας. ἀπεικάζει δὲ τοῦτο τὸ πνεῦμα καὶ γιγγλύμῳ· γίγγλυμος δέ ἐστι σύνταξις δύο ὀστέων, τοῦ κυρτοῦ ἐμβάλλοντος εἰς τὴν κοιλότητα. καὶ ταῦτα μὲν τῷ λόγῳ διάφορά ἐστιν (ἐν ἄλλῳ γὰρ σώματί ἐστι τὸ κυρτὸν καὶ ἐν ἄλλῳ τὸ κοῖλον) τῷ δὲ ὑποκειμένῳ τὰ αὐτά εἰσιν· συναρμόζουσι γὰρ ἀλλήλοις, καὶ γίνεται ἡ κίνησις οὐ τῶν δύο, ἀλλὰ τοῦ κυρτοῦ μόνου· περὶ τὸ κοῖλον γὰρ μένον καὶ ἀκίνητον ὂν ἡ τοῦ κυρτοῦ γίνεται κίνησις. τοιαύτη δέ ἐστιν ἡ κατ’ ἀγκῶνα τῶν χειρῶν ἡμῶν διάρθρωσις. ἐπεὶ οὖν τὸ πνεῦμα καὶ ἐζωωμένον ἐστὶ καὶ ἁπλῶς πνεῦμα, καὶ ταῦτα τῷ μὲν λόγῳ καὶ τῇ σχέσει διάφορά ἐστι, τῷ δὲ ὑποκειμένῳ τὰ αὐτά (ἐν τῷ πνεύματι γὰρ ἡ ζωή, καὶ κινεῖται τοῦτο ὡς πνεῦμα, οὐχ ὡς ἐζωωμένον πνεῦμα· τὴν γὰρ ψυχὴν ἀκίνητον λέγει Ἀριστοτέλης), διὰ τοῦτο οὖν γιγγλύμῳ αὐτὸ ἀπεικάζει, ἐπειδὴ ὥσπερ ἐν τῷ γιγγλύμῳ ἔστι τι κινοῦν καὶ ἀκίνητον, καὶ ταῦτα τῷ μὲν λόγῳ καὶ τῇ σχέσει διάφορα, τῷ δὲ ὑποκειμένῳ τὰ αὐτά, οὕτω καὶ ἐν τῷ πνεύματί ἐστί τι ἀκίνητον, τὸ ἐζωωμένον, καὶ κινούμενον, τὸ πνεῦμα, ταῦτα δὲ τῷ λόγῳ διαφέρει, οὐ τῷ ὑποκειμένῳ. παρεικάζει δὲ αὐτὸ καὶ τῇ κατὰ φύσιν κινήσει. ὥσπερ γὰρ ἐν τῇ κατὰ φύσιν κινήσει ἔστι τι μένον καὶ ἄλλο κινούμενον· οἱ γὰρ ἄνθρωποι οὐ καθ’ ὅλους ἑαυτοὺς κινούμεθα, ἐπειδὴ ἡ βαδιστικὴ κίνησις ἐξ ὥσεως καὶ ἕλξεως σύγκειται· ὁ μὲν γὰρ εἷς ἡμῶν ποὺς ὠθεῖ τὴν γῆν· ἀμέλει ἐὰν ἐν ἰλυώδει τόπῳ εὑρεθῶμεν, ὁ ποὺς ἅτε τῆς γῆς μὴ ἀντιβαινούσης τῇ ὥσει ἐμβαθύνει εἰς τὴν ἰλύν· τῷ δὲ ἄλλῳ ποδὶ ἕλκομεν τὸ σῶμα· καὶ τὸ μὲν πνεῦμα τὸ ὂν ἐν τῷ ἱσταμένῳ ποδὶ ἠρεμεῖ, τὸ δ’ ἐν τῷ κινουμένῳ ὂν ποδὶ κινεῖται.
“而既然有三者:其一引发运动者,第二由此被运动者,第三被运动者,等等。” 自此,既然他已经说明了什么不是运动者,什么才是运动者,他便总结了所有促成运动的事物,并说这些共有三者:引发运动者(如欲求对象)、被运动的身体、以及借以引发运动者(即工具性的东西)。而他所谓的工具性的东西是指从心脏经由神经输送的普纽玛;因为亚里士多德认为主导部分在心脏中。他把这一工具性的东西既称为“由此被运动者”,因为身体正是被这普纽玛自身所运动;有时又称其为“借以引发运动者”,即灵魂借由此普纽玛来运动身体。这些就是促成运动的事物。而他从工具性的东西开始其阐释,是为了保持论述的连贯性,并将其比作始基与终结、比作枢纽,以及比作自然运动与反自然运动(他把这二者归于推与拉之下);不仅如此,他还将其比作圆环。对于为何如此,可以说明这一切的原因。因为他将其比作始基与终结,是因为普纽玛既是灵魂之光照的终点,又是身体性实存的始基;或者是因为普纽玛既与运动一同开始,又与运动一同终结。因为即便动力性因素也与运动一同开始并一同终结,但工具性的因素更为直接。也可以这样说:他并不是称其自身为始基与终结,而是指普纽玛位于始基与终结所在之处,也就是在作为中介因而是始基与终结的心脏之中。因为依据中介的法则,中介对于先前的事物而言是终点,对于未来的事物而言是始基;所以在普纽玛所在之处,便存在着始基与终结。应当知晓,医生们说神经是运动的器官,而哲学家们则说生得之热是欲求的器官。而且这种温热的普纽玛存在于整个身体之中,如果我们的身体确实是作为整体而在进行位移运动的话;因此它存在于整个身体之中,乃是作为理应运动整个身体者。因为即便他说它在心脏中,然而它依然存在于整个身体中,只是作为源自心脏之始基而被供给的。他又将这普纽玛比作枢纽;枢纽是两块骨骼的结合,即凸出部分嵌合进凹陷部分之中。这些在定义上是不同的(因为凸起在一个身体中,凹陷在另一个身体中),但在基底上是同一的;因为它们彼此嵌合,运动并非属于两者,而仅仅属于凸起部分;因为凹陷部分保持不动,凸起部分的运动乃是围绕着它而产生。我们手臂的肘关节就是这样的关节构造。因此,既然普纽玛既是赋有生命的,又是单纯的普纽玛,并且它们在定义与关系上不同,但在基底上是同一的(因为生命在普纽玛之中,而它是作为普纽玛被运动,而非作为赋有生命的普纽玛;因为亚里士多德说灵魂是不动的),因此之故,他便将其比作枢纽;因为正如在枢纽中有某种引发运动者与不动者,且它们在定义与关系上不同,在基底上同一,同样在普纽玛中也有某种不动者(即赋有生命者)与被运动者(即普纽玛),它们在定义上不同,而在基底上不差。他又将其比作自然运动。因为正如在自然运动中有某物留存,有另一物运动——因为我们人类并非整体都在运动,既然步行运动是由推与拉组成的;我们的一只脚推着地面(确实,若我们身处泥泞之地,由于地面不抵抗推力,脚便陷入泥中),而借由另一只脚我们牵拉身体;处于静止脚中的普纽玛便静止,处于运动脚中的普纽玛则运动着。
- 3.193ᾧ κινεῖται / ᾧ κινεῖ
关系代词 ᾧ 在两处均作手段/工具与格。文中解释了指代同一工具实体(普纽玛)时,动词为何分别采用中动/被动态 κινεῖται(以身体为主语,“[身体]由此被运动”)和主动态 κινεῖ(以灵魂为主语,“[灵魂]借以运动身体”)。
- 3.193ἀρχὴ καὶ τέλος ἐκεῖ ὑπάρχει
虽然有两个单数名词(ἀρχὴ καὶ τέλος)作为复合主语,但述语动词 ὑπάρχει 采用了单数形式。这是由于该并列组合被视作单一的统一属性,或者是受临近单数主语 τέλος 吸引而产生的合致。
- 3.193ὡς ὄφειλον τὸ πᾶν σῶμα κινῆσαι
中性单数现在分词 ὄφειλον(源自 ὀφείλω)与前文的主语 τὸ πνεῦμα(中性)一致;与连词 ὡς 连用,表达原因或意图目的(“作为理应运动整个身体者”)。
