- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:586.11-587.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》433a31–433b12,批评柏拉图的灵魂部分说,并阐明位移运动的动因在属上是单一的欲求能力,同时辨析作为不动推动者的欲求对象与被推动而推动的欲求能力之间的差异。
" Τοῖς δὲ διαιροῦσι τὰ μέρη τῆς ψυχῆς." Ἐντεῦθεν αἰνίττεται Πλάτωνα καί φησιν ὅτι κατ’ αὐτὸν οὐκ ἔστιν εἰπεῖν ἓν τὸ κινοῦν, ἐπειδὴ διαμερίζει τὰς ψυχάς, καὶ οὔ πως ἔχομεν κοινόν τι εὑρεῖν κατ’ αὐτόν. οὐ μόνον δὲ εἰς τοῦτο ἁμαρτάνει, ἀλλ’ ὅτι καὶ πολλὰ παραλιμπάνει1 καὶ πάντα εἰπὼν οὐκ ἐμνήσθη τῆς κατὰ τόπον κινήσεως, ἢ ὅτι ὑπὸ ὄρεξιν αὕτη ἀνάγεται καὶ συμπεριέλαβεν αὐτήν, ἢ ὅτι οὐ περὶ αὐτῆς ὁ λόγος.
“而对于区分灵魂各部分的人来说。” 自此他暗指柏拉图并说道,按照后者的观点不可能说运动者是一,因为他分割了灵魂,且按照他的观点我们无论如何无法找到某种共同之物。而且他不仅在这点上有失误,还在于遗漏了诸多事物,且在说了一切之后却没有提及位移运动——要么是因为此运动被归于欲求之下而他已将其包含在内,要么是因为论述并非关乎它。
"Ἐπεὶ δὲ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις." Ἐντεῦθεν τὸν τολμητίαν λέγει συλλογισμόν. τῇ δὲ τάξει οὐ καλῶς κέχρηται· τὸ γὰρ συμπέρασμα πρῶτον λέγει τῶν προτάσεων. ἦν γὰρ ὁ συλλογισμὸς οὗτος· ὅπου ἐναντίαι κινήσεις, ἐκεῖ χρόνου συναίσθησις· χρόνου δὲ συναίσθησις ἐν οἷς λόγος καὶ ἐπιθυμία.2 εἶτα λέγει τὴν πρώτην πρότασιν, ὅτι χρόνου συναίσθησίς ἐστιν, ἔνθα εἰσὶν ἐναντίαι κινήσεις, τῆς δὲ δευτέρας προτάσεως οὐδὲ μέμνηται. διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον· τὴν ἐπιθυμίαν φησὶν μὴ ὁρᾶν τὰ μέλλοντα, ἐπειδὴ δόγμα ἐστὶν Ἀριστοτελικὸν τὴν ἄλογον ψυχὴν μὴ καταγίνεσθαι περὶ τὰ μέλλοντα, ἡ δὲ ἐπιθυμία τῆς ἀλόγου ἐστὶ ψυχῆς.
“而既然诸欲求变得彼此相反。” 自此他陈述了大胆的三段论。但他并未妥善运用次序;因为他在前提之前首先陈述了结论。因为这一三段论曾是这样的:“哪里有相反的运动,那里就有对时间的觉知;而对时间的觉知存在于具有理性与欲望的事物中。”接着他陈述了第一前提,即哪里有相反的运动,哪里就有对时间的觉知,却根本没有提及第二前提。“由于看不见未来的事物”:他说欲望看不见未来的诸事,因为非理性灵魂不从事于关乎未来的事乃是亚里士多德的学说,而欲望属于非理性灵魂。
"Εἴδει μὲν οὖν ἂν εἴη ἓν τὸ κινοῦν, τὸ ὀρεκτικόν." Ὅτι ἡ ὄρεξις τῷ μὲν ἀριθμῷ πολλά ἐστι, τῷ δ’ εἴδει ἕν. εἶδος δὲ πάλιν εἶπεν ἀντὶ τοῦ γένους· κυρίως μὲν γὰρ τῷ μὲν γένει ἕν ἐστι, τῷ δὲ εἴδει πολλά· ἀνομοειδεῖς γὰρ καὶ αἱ ψυχαὶ καὶ αἱ θεωρούμεναι ἐν αὐταῖς ὀρέξεις. ταύτην δὲ τὴν ὄρεξιν τὴν μίαν τῷ γένει ἀπέδειξεν κινοῦσαν κατὰ τόπον τὰ ζῷα, εἴτε μετὰ λογισμοῦ εἴη εἴτε μετὰ θυμοῦ εἴτε μετ’ ἐπιθυμίας. ὥσπερ γὰρ οὐδὲν ἐκώλυσε τὴν αἰσθητικὴν ἀρχὴν μίαν εἶναι τῶν αἰσθήσεων πέντε οὐσῶν, οὕτως οὐδὲν κωλύει μίαν εἶναι τὴν ὀρεκτικὴν δύναμιν, τρεῖς δὲ εἶναι τὰς ἐνεργείας, ἐφ’ αἷς ἡ ὄρεξις μεταδίδοται εἰς νοῦν, εἰς ἐπιθυμίαν, εἰς θυμόν.3
“因此在形式上运动者应当是一,即欲求能力。” 这意味着欲求在数目上是多,但在形式上是一。然而他再次用“形式”代替了“属”;因为严格说来它在属上是一,而在形式上是多;因为灵魂以及在其中被观察到的诸欲求在形式上都是各异的。他证明了这在属上为一的欲求使动物进行位移运动,无论它是伴随着推论、伴随着激情,还是伴随着欲望。因为正如在感觉有五种时丝毫不妨碍感觉的始基是一,同样也丝毫不妨碍欲求能力是一,而欲求据以被分配给知性、欲望和激情的现实活动有三种。
"Πρῶτον δὲ πάντων τὸ ὀρεκτόν." Ἐνταῦθα ὑποτίθεται ὅτι οὐ μόνον τὸ ὀρεκτικὸν κινεῖ ἀλλὰ καὶ τὸ ὀρεκτόν, οἷον ὁ χόρτος. ἔστι δὲ διαφορὰ ὅτι τὸ μὲν ὀρεκτικὸν κινούμενον κινεῖ, τὸ δὲ ὀρεκτὸν ἀκίνητον ὂν κινεῖ ὡς τέλος ὄν· τὸ γὰρ τέλος ἀκίνητον ὂν κινεῖ, ὥσπερ καὶ ὁ θεὸς τέλος ὢν ἀκίνητος ὢν κινεῖ. ἔχεις οὖν ἐντεῦθεν τὸ ἔσχατον κεφάλαιον, ὅτι τῶν αἰτίων τῶν κατὰ τόπον κινούντων τινὰ μόνως κινοῦσι μὴ κινούμενα, τινὰ δὲ καὶ κινοῦσι καὶ κινοῦνται, ὡς ἡ ὄρεξις.
“而万物中最先者乃是欲求对象。” 在此他设定,不仅欲求能力引发运动,而且欲求对象如草料也引发运动。但这存在区别:欲求能力是被运动着而引发运动,欲求对象作为目的则自身不动而引发运动;因为目的自身不动而引发运动,正如神作为目的自身不动而引发运动一样。因此你由此便得到了最终的要点:在引发位移运动的原因中,有些仅仅自身不动而引发运动,有些则既引发运动又被运动,如欲求那样。
"Ἀριθμῷ δὲ πλείω τὰ κινοῦντα." Ἐπειδὴ εἶπε γένει ἓν τὸ κινοῦν, διὰ τοῦτό φησιν ὅτι τῷ ἀριθμῷ πολλά ἐστι· κινεῖ γὰρ φαντασία, νοῦς, ὄρεξις, τὸ ὀρεκτόν, ὥστε πολλά ἐστιν. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.4
“但在数目上运动者则更多。” 既然他说运动者在属上是一,因此他说在数目上是多;因为表象、知性、欲求、欲求对象都在引发运动,所以它们是多的。在这些之中,实践[讲义]借助于神而得以完成。
- 3.188οὐ μόνον δὲ εἰς τοῦτο ἁμαρτάνει, ἀλλ’ ὅτι καὶ πολλὰ παραλιμπάνει
在 οὐ μόνον... ἀλλ’ ὅτι... 的关联句式中,前项接介词短语 εἰς τοῦτο(在此点上),后项则转向由 ὅτι 引导的说明/原因从句,从属于 ἁμαρτάνει(“不仅在此点上有失误,还在于……”)。
- 3.189ἐν οἷς λόγος καὶ ἐπιθυμία
在关系从句 ἐν οἷς 中省略了存在动词(εἰσί)。其隐含的先行词是指同时具备理性和欲望的存在者(动物或人类)。
- 3.190ἐφ’ αἷς ἡ ὄρεξις μεταδίδοται εἰς νοῦν, εἰς ἐπιθυμίαν, εἰς θυμόν
关系词短语 ἐφ’ αἷς 的先行词是紧邻的阴性复数名词 τὰς ἐνεργείας(诸现实活动)。介词 ἐπί 接与格表示基准或依据(“依据/鉴于这些现实活动”),表明单一的欲求能力如何通过这些活动分属于知性、欲望和激情。
- 3.192ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται
讲义单元(πρᾶξις)的标准结束语。中性关系代词短语 ἐν οἷς 回指前文刚讨论的诸事项(“在这些内容中”)。在古代注解传统中,πρᾶξις 特指一次“讲课/讲读单元”。
