- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:585.3-586.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《灵魂论》433a15–21,通过具体事例阐明欲求对象作为实践知性始基而推论终局作为实践开端的逆向逻辑链条,并论证引发运动的真正原因并非知性,而是由可实践之善所激发的单一欲求能力。
" Οὗ γὰρ ἡ ὄρεξις, αὕτη ἀρχὴ τοῦ πρακτικοῦ νοῦ· τὸ δὲ ἔσχατον ἀρχὴ τῆς πράξεως." Τὸ οὗ γὰρ ἀντὶ τοῦ οὗτινος γὰρ ἔλαβε. καὶ δασέως ἀνάγνωθι·1 λέγει γὰρ ὅτι οὗτινος πράγματός ἐστιν ἡ ὄρεξις, τοῦτο ἀρχή ἐστι τοῦ πρακτικοῦ νοῦ, τοῦ δὲ νοῦ τὸ τέλος ἀρχή ἐστι τῆς πράξεως. ἐπὶ παραδείγματος δὲ ἔσται σαφὲς τὸ λεγόμενον. ἐν θέρει τις σφοδρῶς σκέπης ὠρέχθη διὰ τὸ μὴ καίεσθαι ἐκ τοῦ ἡλίου. καὶ αὕτη ἡ ὄρεξις ἕνεκά του ἐστίν· ἵνα γὰρ μὴ καῇ. αὕτη ἡ σκέπη ἀρχὴ γίνεται τοῦ πρακτικοῦ νοῦ. ἄρχεται γὰρ στέγην ἐπινοεῖν διὰ τὴν σκιάν, εἶτα τοὺς τοίχους ἀνέχοντας· καὶ ἀρχόμενος τοῦτο ποιεῖν ἀπὸ τῶν θεμελίων ἄρχεται. καὶ σκόπει ὅτι τὸ τέλος τοῦ πρακτικοῦ νοῦ, ὅ ἐστι τὰ θεμέλια, ἀρχὴ γέγονε τῆς πράξεως. ὄρεξις καὶ διάνοια πρακτική. σκόπει ὅτι τὸν πρακτικὸν νοῦν διάνοιαν ἐκάλεσε πρακτικήν. πάλιν δὲ μετὰ φαντασίας λαμβάνει τὸν νοῦν ἢ τὴν διάνοιαν.
“因为欲求所指向的对象,就是实践知性的始基;而最终之物则是实践的始基。” 他用“因为何者”代替了“因为任何何者”。并且请用粗气音来读;因为他说,欲求所朝向的无论何物,它就是实践知性的始基,而知性的终结则是实践的始基。而在例子中,所说的事情将变得明白。夏天有人由于不想被太阳灼晒而强烈地欲求遮蔽所。这种欲求是为了某物的;因为是为了不被灼晒。这一遮蔽所便成为实践知性的始基。因为他为了阴凉而开始构想屋顶,接着构想支撑屋顶的墙壁;而当开始制作这个时,他从地基开始。而且请注意,实践知性的终结即地基,已成了实践的始基。“欲求与实践思想”。请注意,他把实践知性称为实践思想。他又把知性或思想同表象一起理解。
"Ἕν δή τι τὸ κινοῦν κατὰ τὸ ὀρεκτόν." Ὃ βούλεται εἰπεῖν τοιοῦτόν ἐστιν, ὅτι εἰ ἦν δύο καὶ ἕτερα ἀλλήλων, νοῦς καὶ ὄρεξις, ἐκίνουν δὲ ἄμφω, ἄλλη ἄν τις δύναμις ἀμφοτέροις ὑπῆρχεν κοινή, ἥτις ἀμφοτέροις κοινωνοῦσα ἐκίνει τὸ ζῷον, ὡς τῷ δίποδι καὶ τετράποδι τὸ πόδας ἔχειν. νυνὶ δὲ οὐκ ἄμφω κινεῖ· ὁ μὲν γὰρ νοῦς κινῶν οὐκ ἄνευ ὀρέξεως κινεῖ (ἡ γὰρ βούλησις ὄρεξίς ἐστι, τότε δὲ κατὰ βούλησίν τι κινεῖται, ὅταν κατὰ λογισμὸν κινηθῇ), ἡ δὲ ὄρεξις κινεῖ καὶ παρὰ λογισμόν· δι’ ἐπιθυμίαν γὰρ κινούμεθα, ἡ δὲ ἐπιθυμία ὄρεξίς ἐστι. καὶ ὅτι οὐ ταὐτὸν ὄρεξις καὶ νοῦς, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ ἀληθινὸς νοῦς ἀεὶ ὀρθός ἐστι καὶ οὐδέποτε ψεύδεται, ἡ δὲ ὄρεξις κἂν μετὰ φαντασίας γένηται, εἰ καὶ νοῦν αὐτὴν εἰρήκαμεν, καὶ ὀρθή ἐστι καὶ οὐκ ὀρθή. τὸ μὲν γὰρ ὀρεκτὸν δεῖ κινεῖν τὴν ὄρεξιν· ἀλλὰ τοῦτο ἢ ἀληθινὸν ἀγαθόν ἐστι καὶ τὴν ἐν τῷ νῷ ὄρεξιν κινεῖ, ἢ φαινόμενον ἀγαθὸν καὶ κινεῖ τὴν ἄλογον ὄρεξιν· φαινόμενον δὲ ἄκουε τὸ δυνάμενον καὶ ἄλλως ἔχειν.2 εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι ἡ ὄρεξίς ἐστιν ἡ κινοῦσα, ἥ τε τῆς λογικῆς καὶ ἡ τῆς ἀλόγου. ὅτι γάρ, φησὶν ὁ Ἀριστοτέλης, οὐχ αἱ δύο δυνάμεις κινοῦσι, δῆλον· ὁ μὲν γὰρ νοῦς πάντως μετ’ ὀρέξεως κινεῖ, ἡ δὲ ὄρεξις καὶ χωρὶς νοῦ κινεῖ, ὅτε ταῖς ἀλόγοις ἐπιθυμίαις ἑπόμεθα. οὐκοῦν μία δύναμις κινεῖ καὶ οὐ δύο, ἐπεὶ κατὰ κοινὸν γένος ἐκίνουν 〈ἄν〉, ὃ εἶπεν αὐτὸς εἶδος. οὐ πᾶν δέ, ἀλλὰ τὸ πρακτὸν ἀγαθόν. καλῶς εἶπε τὸ οὐ πᾶν ἀγαθόν· τὸ γὰρ πρῶτον ἀγαθὸν τὸ θεῖον οὐχ ὑφ’ ἡμῶν γίνεται. εἶτα λέγει πρακτὸν δέ ἐστι τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν, καὶ δικαίως τοῦτο εἶπε· τὸ γὰρ ἄλλῳ ἀγαθὸν ἄλλῳ κακόν ἐστι, διὸ ἐνδεχόμενον αὐτὸ λέγει. ταῦτα δέ, τὸ ἀγαθόν φημι καὶ τὸ κακόν, τῷ πρακτικῷ νῷ ἕπεται, τὸ μέντοι ἀληθὲς καὶ τὸ ψεῦδος οὐ τῷ πρακτικῷ ἀλλὰ τῷ θεωρητικῷ.
“因此,依欲求对象而言,运动者乃是某种单一之物。” 他意图说明的大意如下:如果知性与欲求作为二者并且彼此相异,且两者都在引发运动,那么二者就会具有某种别的共同能力,正是这种为二者所共有的能力运动着动物,正如有足对于两足动物和四足动物是共通的一样。但现在并非两者都在引发运动;因为引发运动的知性不能离开欲求而运动(因为意愿是一种欲求,而当某物依推论运动时,它正是依意愿而运动),然而欲求即使违背推论也会引发运动;因为我们因欲望而运动,而欲望是一种欲求。而且欲求与知性并非同一,由此显而易见:因为真实的知性始终是正确的,绝不欺瞒,而欲求即便伴随表象产生,即便我们曾称之为知性,它既有正确的也有不正确的。因为欲求对象必然运动欲求;但这对象要么是真实的善并运动知性中的欲求,要么是表象的善并运动无理性的欲求(请把表象的善理解为能够处于不同状态者)。而如果这些情况是如此,显然欲求乃是运动者,无论是理性的欲求还是无理性的欲求。因为亚里士多德说,显然并非两种能力在引发运动;因为知性必定伴随欲求引发运动,而当我们顺从无理性的欲望时,欲求即使离开知性也能引发运动。因此,是一种能力而非两种能力在引发运动,否则它们就会依照某种共同的属来引发运动了,他本人把这共同之属称为形式。“然而并非一切[善],而是实践的善”。他说“并非一切善”是恰当的;因为首要的善即神圣的善并非由我们作成。接着他说,实践的善乃是能够处于不同状态者,他说得极是;因为对一个人而言是善的事物对另一个人而言是恶,所以他称其为“能够处于不同状态者”。而这些,我是说善与恶,伴随着实践知性,但真与假则不伴随实践知性,而伴随观照知性。
- 3.186Τὸ οὗ γὰρ ἀντὶ τοῦ οὗτινος γὰρ ἔλαβε. καὶ δασέως ἀνάγνωθι
对于亚里士多德原文开头的 οὗ γὰρ,斐洛庞诺明确指示应当读作粗气音(καὶ δασέως ἀνάγνωθι),即关系代词属格 οὗ(相当于 οὗτινος,“凡……的对象”),而非否定副词 οὐ(“不”)。随后的 αὕτη 是指代该关系从句的指示代名词,在性上被表语 ἀρχή 同化吸收为阴性单数。
- 3.187ἄκουε τὸ δυνάμενον καὶ ἄλλως ἔχειν
动词 ἄκουε 是主动语态第二人称单数命令式,意为“请理解为……/将……解释为”,支配宾格冠词分词短语 τὸ δυνάμενον καὶ ἄλλως ἔχειν,用以对前文的 φαινόμενον ἀγαθόν(“表象的善”)作出释义。
