- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:583.27-585.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞诺考察了作为动物处所运动原因的知性与欲求(以及表象)之间的关系,探讨了表象为何被称为知性的数种理由。随后他论述了实践知性与观照知性的异同,解释了二者虽在目的上有所不同但在基底层面上是同一的,由此推论出排除了外来知性以及实践知性也是不灭的。
" Φαίνεται δέ γε τὰ δύο ταῦτα κινοῦντα." Ἐντεῦθεν βούλεται εἰπεῖν τί ἐστιν αἴτιον τῆς κατὰ τόπον κινήσεως· μέχρι γὰρ τῶν ἐνταῦθα τί οὐκ ἔστιν ἔλεγεν. φησὶν οὖν ὅτι δύο ἐστὶ τὰ αἴτια τῆς κατὰ τόπον κινήσεως, νοῦς καὶ ὄρεξις, εἴ τις τὴν φαντασίαν θείη ὡς νόησίν τινα, ἐπειδὴ ἐν τοῖς ἀνωτέρω πολλάκις τῷ νῷ τὴν φαντασίαν συνέζευξεν. τὰς γὰρ τῆς ψυχῆς γνωστικὰς δυνάμεις εἰς δύο μόνον διεῖλεν, εἰς τὸ μετὰ σώματος ἐνεργεῖν, ὅπερ ἐστὶν αἰσθήσεως, καὶ εἰς τὸ ἄνευ σώματος, ὅπερ νόησιν κοινότερον καλεῖ. νῦν φησιν ὅτι ἐάν τις τὴν φαντασίαν νόησίν τινα θείη, τουτέστι μετὰ τοῦ νοῦ, δύο μόνον ἐστὶ τὰ κινοῦντα, ὄρεξις καὶ νοῦς, εἰ δὲ ἄλλο τι λάβοι τὴν φαντασίαν παρὰ τὸν νοῦν, τρία εὑρίσκονται τὰ κινοῦντα, νοῦς, φαντασία, ὄρεξις. καὶ ταῦτα μέν φησιν ὁ Πλούταρχος· ὁ δὲ αὐτὸς λέγει ὅτι καὶ τὸ τῆς ὀρέξεως ὄνομα κατὰ θυμοῦ καὶ ἐπιθυμίας φέρεται. διὰ τί δὲ ὅλως Ἀριστοτέλης λέγει τὴν φαντασίαν συνάπτεσθαι τῷ νῷ; ἢ ἐπειδὴ ὀλίγαι εἰσὶν ἀφάνταστοι νοήσεις, ὃ ᾐνίξατο εἰπὼν πολλὰ γὰρ παρὰ τὴν ἐπιστήμην ἀκολουθεῖ ταῖς φαντασίαις. εἰς πολλὰ γὰρ ἐξακολουθοῦμεν τῇ φαντασίᾳ, ὅ ἐστι τοῖς πάθεσι, παρὰ τὰ δοκοῦντα τῷ νῷ, καὶ τὸ οἰκεῖον τοῦ νοῦ ἡ φαντασία πολλάκις ἀπολαμβάνει· οἰκεῖον γάρ ἐστι τὸ ἀκολουθεῖν τῷ νῷ.1 ἐπειδὴ οὖν πολλάκις καὶ ταῖς φαντασίαις ἀκολουθοῦμεν ἀφέντες τὸν νοῦν, διὰ τοῦτο νοῦν αὐτὰς καλεῖ, ἢ ὅτι ἐν τοῖς ἀλόγοις ἀντὶ τοῦ νοῦ ἡ φαντασία ἐστὶν ἡ κινοῦσα, ὃ ᾐνίξατο εἰπὼν καὶ ἐν τοῖς ἄλλοις ζῴοις οὐ νόησις οὐδὲ λογισμός ἐστιν, ἀλλὰ φαντασία. ἔστι δὲ εἰπεῖν ὅτι ἐπειδὴ καὶ παθητικὸς νοῦς ἐστιν ἡ φαντασία ὡς ἔνδον ἔχουσα τὸ περὶ ὃ ἐνεργεῖ, ὥσπερ ὁ νοῦς, διὰ τοῦτο νοῦν αὐτὴν λέγει. τοῦτο δὲ τὸ ἐπιχείρημα ἡ λέξις οὐκ ἔχει.
“然而这二者至少显现为运动者。” 从这里起他意图说明何为依处所运动的原因;因为在此之前他一直在说明什么不是原因。因此他说,依处所运动的原因有二,即知性与欲求,如果有人将表象设定为某种思辨的话,因为在前面的论述中他屡次将表象与知性结合在一起。因为他仅将灵魂的认知能力划分为二:伴随身体活动(这属于感觉),以及不伴随身体活动(他更宽泛地称之为思辨)。现在他说,如果有人将表象设定为某种思辨,即与知性同类,那么运动者就仅有二者,即欲求与知性;但如果把表象视作知性之外的别物,被发现的运动者就有三者:知性、表象与欲求。普鲁塔克正是这样说的;而这位同一的人还说,欲求这一名称也适用于激愤与欲望。然而究竟为什么亚里士多德说表象与知性相联结?难道是因为不伴随表象的思辨为数极少吗?他通过说“因为许多事物违背知识而跟随表象”暗示了这一点。因为我们在许多事情上违背知性所认可的意见而盲从表象、即盲从激情,并且表象屡次夺取了知性所固有的地位;因为跟从知性才是本然的。既然我们屡次抛开知性而甚至跟随表象,由于这个缘故他将表象称为知性;或者[难道是因为]在无理性的动物中,代替知性充当运动者的是表象吗?他通过说“而在其他动物中既无思辨也无推论,而只有表象”暗示了这一点。也可以说,因为表象正如知性一样,作为在自身内部拥有其活动所围绕的对象者,也是一种受动知性,由于这个缘故他将表象称为知性。但文句并不包含这个论证。
"Νοῦς δὲ ὁ ἕνεκά του λογιζόμενος καὶ ὁ πρακτικός." Δοκεῖ ἡ λέξις ἕνεκά του λέγειν ἐνεργεῖν τὸν πρακτικὸν νοῦν. ὅθεν καὶ ἀπορῆσαι ἄξιον· τί οὖν; ὁ θεωρητικὸς νοῦς οὐκ ἔστιν ἕνεκά του; ἐπειδὴ ἰδίως τὸν πρακτικὸν ἕνεκά τοῦ ἐκάλεσεν. καὶ μὴν τοῦ θεωρητικοῦ τὸ ἕνεκά του κρεῖττόν ἐστι τοῦ πρακτικοῦ.2 πρὸς ὅ φαμεν ὅτι καὶ ὁ θεωρητικὸς ἕνεκά του ἐστίν, ἀλλ’ ὁ μὲν πρακτικὸς τὸ ἕνεκά του, ὅ ἐστι τὸ τέλος, ἔξωθεν ἔχει, οἷον πλουτῆσαι, πλεῦσαι ἢ ἄλλο τι τοιοῦτον, ὁ δὲ θεωρητικὸς ἔνδον ἔχει τὸ τέλος· πάντα γὰρ ποιεῖ, ἵνα γνῶσιν προσλάβῃ, ὅ ἐστι ψυχῆς οἰκεῖον κατόρθωμα. καὶ ἐπειδὴ ἀφανὲς τὸ ἔνδον, διὰ τοῦτο οἱ πολλοὶ ἀργοὺς λέγουσι τοὺς θεωρητικούς, οἷς ἀκολουθῶν ὁ φιλόσοφος τὸ ἔξω μόνον τέλος ὡρίσατο· διὸ καὶ ἐπὶ αὐτοῦ εἶπεν τὸ ἕνεκά του.
“而知性乃是为某物而推论者,即实践[知性]。” 文句似乎在说实践知性是为某物而活动的。由此也值得提出疑难:那么怎样呢?难道观照知性就不是“为某物”的吗?因为他特别将实践知性称为“为某物”的。而且观照知性的“为某物”比实践知性的更为优越。对此我们说,观照知性也是“为某物”的;但实践知性的“为某物”即目的存在于外(例如发财、航海或某种其他此类事物),而观照知性则将目的居于内部;因为它是为了获得知识而做一切事情,而这正是灵魂固有的成就。而且由于内在的事物不可见,由于这个缘故大众称观照者为无所事事者;哲学家顺应他们,仅界定了外在的目的;所以他也针对它[实践知性]说了“为某物”。
"Διαφέρει δὲ τοῦ θεωρητικοῦ τῷ τέλει." Ἐντεῦθεν βούλεται εἰπεῖν ὅτι πᾶς νοῦς τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι τῷ ἑτέρῳ, τῷ δὲ λόγῳ διαφέρουσι.3 τὸ γὰρ τέλος τοῦ θεωρητικοῦ νοῦ ἀρχή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἀρχή ἐστι τῆς ὀρέξεως. ἐκ τούτου δὲ δύο ἔστι συνάξαι, πρῶτον μὲν ὅτι οὐ περὶ τοῦ θύραθεν νοῦ ἐστιν ὁ λόγος, ὅταν εἴπῃ θεωρητικόν. ἰδοὺ γὰρ τοῦτον τῷ πρακτικῷ νῷ ταὐτὸν εἶπε τῷ ὑποκειμένῳ· ὁ δὲ θύραθεν νοῦς οὐκ ἔστιν ὁ αὐτὸς τῷ πρακτικῷ. δεύτερον δὲ ἔστιν ἐκ τούτου συνάξαι ὅτι καὶ ὁ πρακτικὸς νοῦς ἀθάνατός ἐστιν, εἴπερ ὁ αὐτός ἐστι τῷ θεωρητικῷ τῷ ὁμολογουμένῳ ἀθανάτῳ ὄντι.
“然而它与观照[知性]在目的上有所不同。” 从这里起他意图说明,每一种知性在基底层面上与另一种是同一的,但在规定上有所不同。因为观照知性的目的乃是实践知性的始基,乃是欲求的始基。而由此可以推论出两点:第一,当他说“观照[知性]”时,论述并非关乎外来知性。因为你看,他说它在基底层面上与实践知性同一;但外来知性与实践知性并非同一。第二,由此可以推论出,实践知性也是不灭的,既然它与公认是不灭的观照知性是同一的。
- 3.183οἰκεῖον γάρ ἐστι τὸ ἀκολουθεῖν τῷ νῷ
主语是带冠词的不定式短语 τὸ ἀκολουθεῖν τῷ νῷ(跟从知性),οἰκεῖον 作表语形容词。承接前句所说的表象“屡次夺取了知性所固有的地位(τὸ οἰκεῖον τοῦ νοῦ ἡ φαντασία πολλάκις ἀπολαμβάνει)”,此处给出了理由:跟从知性对人而言才是固有的本然秩序,然而表象却僭夺了这一本来属于知性的地位。
- 3.184τοῦ θεωρητικοῦ τὸ ἕνεκά του κρεῖττόν ἐστι τοῦ πρακτικοῦ
句中的两个属格具有不同的句法功能:句首的 τοῦ θεωρητικοῦ 是依附于主语 τὸ ἕνεκά του 的所属属格(“观照知性的‘为某物’”),而句末的 τοῦ πρακτικοῦ 则是受比较级 κρεῖττον 支配的比较属格(“优于实践知性的[为某物]”)。
- 3.185πᾶς νοῦς τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι τῷ ἑτέρῳ, τῷ δὲ λόγῳ διαφέρουσι
语法主语为单数的 πᾶς νοῦς(每一种知性),前半句与单数动词 ἐστι 相应,但后半句转换为了复数动词 διαφέρουσι(它们有所不同)。这是考虑到相互对照的两种知性(观照知性与实践知性)而按意义进行的一致(constructio ad sensum)。
