- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:582.20-583.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯依循亚里士多德的论证进行注解,援引自然的目的论、不能自制的现象及历史轶事,表明处所运动的原因既不是植物性能力,也不是感觉或知性(432b17–433a1)。
" Ἔτι κἂν τὰ φυτὰ κινητικὰ ἦν." Τὸ τρίτον ἐστὶν ἐπιχείρημα κατὰ τῶν λεγόντων ὅτι ἡ φυτική ἐστιν ἡ κατὰ τόπον κινοῦσα τὸ ζῷον, ὡσεὶ ἔλεγεν ὅτι εἰ ἡ θρεπτικὴ κινητικὴ ἦν κατὰ φύσιν, οὐκ ἂν ἡ φύσις ἀφείλετο τῶν φυτῶν τὰ κινητικὰ ὄργανα. ὥσπερ γὰρ οὐδὲν μάτην ποιεῖ, οὕτως οὐδὲ ἐλλείπει τι τῶν προσηκόντων.
“此外,植物也会具有运动能力。” 这是针对那些主张植物性[能力]是依处所运动动物者之人的第三个论证,仿佛他是在说:如果滋养能力依本性具有运动能力,自然就不会剥夺植物的运动器官。因为正如自然无一事妄作,它也不会遗漏任何适宜的事物。
"Κἂν εἶχέ τι μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν ταύτην." Τοῦτο τὸ τέταρτόν ἐστιν ἐπιχείρημα τὸ ἀπὸ τῶν ὀργάνων. καὶ ὅρα πῶς τῆς λέξεως δοκούσης μίαν ἔχειν συνέχειαν εἰς τέτταρα ἐτέμομεν αὐτὴν ἐπιχειρήματα.
“而且它们也会具有某种用于这种运动的器质性部分。” 这是第四个论证,即来自器官的论证。你看,虽然文句看似具有单一的连续性,我们却将它划分成了四个论证。
"Ὁμοίως δὲ οὐδὲ τὸ αἰσθητικόν." Ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ ἡ αἴσθησίς ἐστιν ἡ κινοῦσα, ὥσπερ εἴρηται ἐν τῇ θεωρίᾳ. ἀλλ’ ἐπειδὴ μακροαπόδοτός ἐστιν ἡ λέξις,1 φέρε τὸ ἐφεξῆς αὐτῆς εἴπωμεν οὕτως· εἰ τὸ αἰσθητικὸν ἦν τὸ κινοῦν, ἐπειδὴ ἡ φύσις οὔτε ποιεῖ μάτην οὔτε τῶν ἀναγκαίων παρορᾷ τι καὶ ἀπολείπει, εἶχεν ἂν καὶ τὰ νῦν μόνιμα τῶν ζῴων τὰ ὀργανικὰ μόρια τῆς πορείας, τέλεια ὄντα καὶ μὴ πηρώματα. ὅτι δὲ πηρώματα οὐκ ἔστι, σημεῖον τὸ γεννητικὸν καὶ τὸ ἀκμὴν ἔχειν καὶ φθίσιν.
“同样,也不是感觉[能力]。” 从这里起他表明,感觉也不是运动者,正如在全体考察中所说的那样。但由于文句的归结句相距遥远,来吧,让我们把接下来的文句这样表述:“如果感觉[能力]是运动者,既然自然既不妄作,也不忽视和遗漏任何必要的事物,那么如今那些定居不动的动物作为完全者而非残缺之物,也就会具有行走的器质性部分。”而它们不是残缺之物的标志,就在于具有生殖能力以及具有鼎盛期与衰落期。
"Ἀλλὰ μὴν οὐδὲ τὸ νοητικὸν καὶ ὁ καλούμενος νοῦς." Ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ ὁ νοῦς ἐστιν ὁ κινῶν. καὶ ἃ μὲν λέγει Ἀριστοτέλης, ἐν τῇ θεωρίᾳ εἴρηται. ἡμεῖς δὲ καὶ ἄλλο ἔξωθεν ἐκ τῆς ἱστορίας προσευπορήσαμεν ἐπιχείρημα, ὅτι πολλάκις τις θεωρήματά τινα κινῶν καθ’ ἑαυτὸν οὐ μόνον τῆς προκειμένης ὁδοῦ παρεπλανήθη, ἀλλὰ καὶ κατὰ κρημνῶν ἠνέχθη, ὡς καὶ Θαλῆς πέπτωκεν εἰς φρέαρ. ἐξ οὗ δῆλον ὡς οὐκ ἔστιν ὁ νοῦς ὁ κινῶν κατὰ τόπον.
“然而既不是思辨能力,也不是所谓的知性。” 从这里起他表明,知性也不是运动者。亚里士多德所说的话,已在全体考察中陈述过了;而我们还从历史中从外部补充了另一个论证,即屡次有人独自思索某些理论命题时,不仅偏离了面前的道路,甚至跌落山崖,正如泰勒斯也掉进井里一样。由此显然可见,知性不是依处所运动者。
"Ἀλλ’ οὐδ’ ὅταν θεωρῇ τι τοιοῦτον, ἤδη κελεύει φεύγειν ἢ διώκειν." Τὸν πρακτικὸν νοῦν διὰ τούτων σημαίνει. φησὶ γὰρ ὅτι οὐδ’ ὅταν ὁ νοῦς τοιοῦτόν τι γινώσκῃ, τουτέστι πρακτόν, οὐδὲ τότε δύναται κινεῖν, διὰ τὸ ἀντιπράττειν τὸ πάθος. ἂν δὲ ἡδύ, ἕτερόν τι μόριον.2 ἐὰν ἡδύ τι, φησίν, ἐνθυμηθῇ, ἕτερον μόριον κινεῖται τὸ ἧπαρ. ὅτε γὰρ τὸ πάθος κινεῖ, αὐτὸ κινεῖται, κἂν μὴ ἐπιτρέπῃ ὁ νοῦς. ὅρα δὲ ὅτι οὐ καλῶς ἐχρήσατο τοῖς παραδείγμασιν. περὶ γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα τοῦ λόγου καθεστηκότος κινήσεως τῆς καθ’ ὁρμὴν λεγομένης, ἤγαγεν παραδείγματα μερικῶν μορίων κινήσεως.
“但即使当它观照某种这类事物时,它也不会立刻命令逃避或追求。” 通过这些话他指的是实践知性。因为他说,即使当知性认识了某种这类事物、即实践可能的事物时,甚至在那时它也不能运动,因为激情在作反向的对抗。“但如果是令人愉悦的,则另有某个部分[被运动]。”他说,如果心想某种令人愉悦的事物,另一部分即肝脏就会被运动。因为当激情运动时,即使知性不允许,它本身也会被运动。但你看他并未恰当地使用例子;因为当论述是针对关乎整个身体、即被称为出于冲动的运动而确立时,他[亚里士多德]却引出了个别部分的运动的例子。
"Ἔτι καὶ ἐπιτάττοντος τοῦ νοῦ καὶ λεγούσης τῆς διανοίας φεύγειν τι ἢ διώκειν οὐ κινεῖται.3" Τὸ τελευταῖόν ἐστιν ἐπιχείρημα ὅτι οὐχ ὑπὸ τοῦ λόγου κατὰ τόπον κινεῖται τὸ κινούμενον· κἂν γὰρ ἐπιτάξῃ ἡ λογικὴ ψυχή, οὐ κινεῖται τὸ σῶμα, διὰ τὸ ὑπὸ πάθους κατέχεσθαι, ὥσπερ οἱ ἀκρατεῖς. καὶ γὰρ κελεύοντος τοῦ νοῦ μὴ κινεῖσθαι πρὸς πόρνην κινεῖται ὁ ἄνθρωπος.
“此外,即使当知性发布命令、思想述说逃避或追求某物时,[身体]也不被运动。” 这是表明被运动者不是由理性依处所而运动的最后一个论证;因为即使理性灵魂发布命令,身体由于受制于激情也不被运动,正如那些不能自制者一样。因为即使知性命令不要向着妓女运动,人还是会运动。
- 3.179μακροαπόδοτός ἐστιν ἡ λέξις
该述语指亚里士多德原文(432b19–26)中从条件从句(εἰ...)到主句归结句(apodosis)之间的句法结构因插入成分而相隔甚远。斐洛波诺斯梳理了这一长距离倒置与插入结构,将其核心骨架重构为与事实相反的条件句:“如果感觉能力是运动者(εἰ... ἦν),[静止的动物]也就会具有[器官](εἶχεν ἄν)”。
- 3.181ἂν δὲ ἡδύ, ἕτερόν τι μόριον
引自亚里士多德文本(432b31)。在此省略结构中,对应于条件从句“ἂν δὲ ἡδύ[ᾖ]”(但若是愉悦的),归结句中省略了动词“κινεῖται”(被运动),仅保留了主语“ἕτερόν τι μόριον”(另有某个部分)。斐洛波诺斯在接续的句子中补足为“ἕτερον μόριον κινεῖται τὸ ἧπαρ”(另一部分即肝脏被运动)。
- 3.182οὐ κινεῖται
接续在属格绝对句“ἐπιτάττοντος... καὶ λεγούσης...”(即使[知性]发布命令且[思想]述说……之时)之后的主句动词。主语在引文标目中未明确给出,但根据上下文承接前文可知省略了“τὸ σῶμα”(身体)或“τὸ κινούμενον”(被运动者)。斐洛波诺斯在解说中明确补出了“οὐ κινεῖται τὸ σῶμα”(身体不被运动)。
