- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:581.10-582.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对432b14的注解中,作者借狮子的例子论证动物并不预见将来,调和了柏拉图与亚里士多德关于运动动因的观点以结束全体考察,并开始进行逐字解释,说明滋养能力为何不能作为处所运动的原因。
ὁρᾷς οὖν ὅτι περὶ τοῦ μέλλοντος σκοπεῖ, ἵνα μὴ πάθῃ· ὥστε καὶ τὰ ἄλογα περὶ τὸ μέλλον καταγίνονται. πρὸς ὃ ἀπελογήσαντο οἱ ἐξηγηταὶ ὅτι τὸ ἐκ τοῦ παρεληλυθότος περὶ τῶν μελλόντων σκοπεῖν λόγου ἐστὶ καὶ μόνον·1 ὁ γοῦν λέων οὐκ ἐκ τοῦ παρελθόντος τοῦ μέλλοντος προενοήσατο, ἀλλὰ κατὰ φαντασίαν κινούμενος ὡς ἔχων ἔτι λείψανον τῆς πληγῆς ἀναχαιτίζεται ἐπελθεῖν τῇ ποίμνῃ, τὴν παροῦσαν πληγὴν δεδιώς· ὥστε περὶ τὸ ἐνεστὸς μόνον ἐνεργεῖ. οὐ γάρ ἐστιν ἐν αὐτῷ χρόνου διάκρισις, ὥσπερ οὐδὲ ἀριθμοῦ· οὐ γὰρ οἶδεν ὁ λέων τί ἐστι β ἢ γ, ἀλλὰ μόνον πλῆθος οἶδε καὶ ὀλιγότητα, ὡς δηλοῖ τὸ ὀλίγοις μὲν αὐτὸν ἐπέρχεσθαι, πολλοὺς δὲ φοβεῖσθαι. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐφ’ οἷς φησιν Ἀριστοτέλης ὅτι τῶν κατὰ τόπον κινούντων τὸ σῶμα τὰ μὲν μόνως κινεῖ, τὰ δὲ καὶ κινεῖ καὶ κινεῖται. τὸ μὲν γὰρ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν αὐτὸ παντελῶς μὴ κινούμενον· ἡ δὲ ὄρεξις κινεῖται μὲν ὑπὸ τοῦ ὀρεκτοῦ, κινεῖ δὲ τὸ σῶμα τὴν κατὰ τόπον κίνησιν. καὶ ταῦτα μὲν Ἀριστοτέλης. Πλάτων δὲ οὐ λέγει τὴν ὄρεξιν κινεῖν, ἀλλὰ τὸ ἐν ἑκάστῳ προτερεῦον αὐτὸ λέγει κινεῖν κατὰ τόπον, ἐν ἀνθρώπῳ μὲν τὴν λογικὴν ψυχήν, ἐν ἀλόγοις δὲ τὴν ἄλογον· ἐν ἀμφοτέροις γὰρ αὗταί εἰσιν αἱ προτερεύουσαι. καὶ ἐν ἀνθρώποις γὰρ ἐπὶ τῶν παθῶν οὐκ ἔστιν ἡ ἄλογος ἡ κινοῦσα πρὸς τὰς ἡδονάς, ἀλλὰ καὶ τότε ἡ λογικὴ κινεῖ μὲν κατὰ τόπον τὸν ἄνθρωπον, πλημμελῶς δέ, οἱονεὶ γοητευθεῖσα καὶ ἀπατηθεῖσα ὑπὸ τῆς ἐπιθυμίας. ἰστέον δὲ ὅτι οὐ διαφωνεῖ Πλάτων Ἀριστοτέλει. ὁ μὲν γὰρ Πλάτων τὸ ποιητικὸν αἴτιον εἶπεν, ὁ δὲ Ἀριστοτέλης τὸ τελικόν, εἰπὼν τὴν ὄρεξιν. οὐκ ἔστι δὲ κυρίως αὕτη ἡ ὄρεξις τελικὸν αἴτιον τῆς κατὰ τόπον κινήσεως, ἀλλὰ τὸ ὀρεκτόν· καὶ διὰ τοῦτο γὰρ πορευόμεθα, ἵνα τοῦ ὀρεκτοῦ τύχωμεν. εἰπὲ οὖν ὅτι καὶ Πλάτων καὶ Ἀριστοτέλης τὰ ποιητικὰ αἴτια εἶπον τῆς κατὰ τόπον κινήσεως,2 ἀλλ’ ὁ μὲν Πλάτων τὸ πόρρω ποιητικόν, εἰπὼν τὴν λογικὴν ψυχήν, ὁ δὲ Ἀριστοτέλης τὸ προσεχές, εἰπὼν τὴν ὄρεξιν· καὶ ἡ λογικὴ γὰρ διὰ μέσης τῆς ὀρέξεως κινεῖ τὸ σῶμα τὴν κατὰ τόπον κίνησιν. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ὅτι μὲν οὖν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἕνεκά του ἡ κίνησις αὕτη καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστι. διὰ μὲν τοῦ ἕνεκά του ἡ κίνησις τὸ πρῶτον αἰνίττεται ἐπιχείρημα, ὅτι ἡ μὲν θρεπτικὴ ἓν τέλος ἔχει, ἡ δὲ κίνησις πολλά. δοκεῖ δὲ ἡ λέξις ἄπορον ἐπιδέχεσθαι. λέγει γὰρ ὅτι ἡ κατὰ τόπον κίνησις ἕνεκά του ἐστί, καὶ διὰ τοῦτο ἡ φυτικὴ οὐκ ἔστιν αἰτία τῆς κινήσεως. τί οὖν; ἡ φυτικὴ ἐν τῇ αὐξήσει οὐχ ἕνεκά του κινεῖ; ἢ φαμεν ὅτι οὐ δεῖ τὴν ἀνάγνωσιν ἀποκόπτειν εἰς τὸ ἕνεκά του, ἀλλὰ συνάπτειν καὶ τὰ ἑξῆς τῆς λέξεως,3 ἵνα ᾖ τὸ λεγόμενον οὕτως ‘οὐκ ἔστιν ἡ φυτικὴ ἡ κατὰ τόπον κινοῦσα, διότι ἡ κατὰ τόπον κίνησις ἕνεκά του γινομένη μετὰ φαντασίας γίνεται ἢ ὀρέξεως, ἡ δὲ φυτικὴ εἰ καὶ ἕνεκά του ἐστίν, ἀλλ’ οὐ μετὰ φαντασίας. διὰ δὲ τοῦ εἰπεῖν ὅτι ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστι τὸ δεύτερον λέγει ἐπιχείρημα, ὅτι δεῖ τὸ κινούμενον καὶ ὀρεχθῆναι, ἵνα φύγῃ ἢ διώκῃ, καὶ φαντασιωθῆναι· πάντως γὰρ ἡ κατὰ τόπον κίνησις ἢ μετὰ φαντασίας ἐστὶν ἢ μετὰ ὀρέξεως. ὅσα γὰρ τῶν ζῴων φαντασίαν ἔχει, καὶ ὄρεξιν ἔχει, τὰ δὲ μὴ ἔχοντα φαντασίαν μόνην ὄρεξιν ἔχει. καὶ ἐφ’ ὧν ἐστιν ἡ φαντασία, συγκινεῖται τῇ ὀρέξει, ἐφ’ ὧν δὲ μή ἐστιν φαντασία, ἀρκεῖ καὶ ἡ ὄρεξις. οὐδὲν δὲ μὴ ὀρεγόμενον κινεῖται, εἰ μὴ βίᾳ. τοῦτο δὲ εἶπε διὰ τοὺς μὴ θέλοντας μὲν κινηθῆναι, κινουμένους δὲ ἄκοντας, ὥσπερ οἱ συρόμενοι πρὸς δίκην ὑπό τινος.
因此你看到,他为了不受难而着眼于将来;以至于无理性的动物也是关涉将来的。对此,诸注解家辩护道:根据过去来着眼于将来的事物,唯独属于理性;无论如何,狮子并不是根据过去来预见将来,而是按照表象被运动,由于仍保留着击打的残留印记而止步不前、不袭击羊群,惧怕当下的击打;以至于它仅仅是就当下而言在活动。因为在它里面不存在对时间的辨别,正如不存在对数的辨别一样;因为狮子不知道什么是2或3,而只知道多与少,正如它袭击少数人却害怕多数人所表明的那样。关于这些问题的讨论就到此为止。 紧接着这些,亚里士多德说,在依处所运动身体的事物中,有些仅仅是运动者,另一些则既运动又是被运动者。因为欲求对象自身全然不被运动地运动着欲求;而欲求虽被欲求对象所运动,却以处所运动来运动身体。这些确实是亚里士多德所说的。然而柏拉图并不说欲求在运动,而是说在每一事物中占主导地位的事物本身依处所进行运动:在人身上是理性灵魂,在无理性动物中则是无理性灵魂;因为在这二者中,这些正是占主导地位者。因为即使在人身上涉及激情时,向着快乐运动的也不是无理性灵魂,而是即便在那时,理性灵魂也在依处所运动人,虽然是有偏差地、仿佛被欲望所蛊惑和欺骗地进行运动。但应当知晓的是,柏拉图与亚里士多德并不分歧。因为柏拉图说的是动力因,而亚里士多德在说欲求时说的是目的因。然而这种欲求严格来说并不是处所运动的目的因,欲求对象才是;因为我们行走也是为了获得欲求对象。因此应当说,柏拉图和亚里士多德都陈述了处所运动的动力因,但柏拉图说理性灵魂是陈述了间接的动力因,而亚里士多德说欲求则是陈述了直接的动力因;因为理性灵魂也是以欲求为中介而以处所运动来运动身体的。藉由这些,全体考察在神助下得以完成。 “因此,[处所运动的原因]不是滋养能力,这是明显的;因为这种运动总是为了某种事物,并且或者伴随着表象,或者伴随着欲求。” 通过“运动是为了某种事物”,他暗示了第一个论证:滋养能力具有单一的目的,而运动具有许多目的。但这句文句似乎容许一个疑难。因为他说处所运动是为了某种事物,正因如此植物性[能力]不是运动的原因。那么又怎样呢?植物性[能力]在生长中难道不是为了某种事物而运动吗?或者我们要说,不应当把阅读在“为了某种事物”处截断,而应当把文句中接续的部分也连接起来,使得所说的内容成为这样:“依处所运动的不是植物性[能力],因为处所运动虽是为了某种事物而产生的,却是伴随着表象或欲求产生的,而植物性[能力]即使是为了某种事物,却不伴随表象。”而通过说“或者伴随着表象,或者伴随着欲求”,他陈述了第二个论证:被运动者既必须欲求,以便逃避或追求,又必须具有表象;因为无论如何处所运动或者伴随着表象,或者伴随着欲求。因为凡是具有表象的动物,也都具有欲求,而不具有表象的动物则仅具有欲求。在那些具有表象的事物中,表象与欲求一同被运动;而在那些不具有表象的事物中,欲求也就足够了。若非出于强迫,没有任何不欲求的事物会被运动。而他这样说,是针对那些并不意愿被运动、却非自愿地被运动的人,正如那些被某人拖去受审的人一样。
- 3.176τὸ ἐκ τοῦ παρεληλυθότος περὶ τῶν μελλόντων σκοπεῖν λόγου ἐστὶ καὶ μόνον
带冠词的不定词短语 τὸ ... σκοπεῖν 充当主语,谓语部分 λόγου ἐστὶ καὶ μόνον 中的属格 λόγου 是表示特征或所有的属格(“属于……”)。καὶ μόνον 增加了排他性的限定(“且唯独属于它”)。
- 3.176εἰπὲ οὖν ὅτι καὶ Πλάτων καὶ Ἀριστοτέλης τὰ ποιητικὰ αἴτια εἶπον τῆς κατὰ τόπον κινήσεως
祈使语气 εἰπέ 是对话或教学语境中引入解决方案的习用表达(“因此应当说……”)。紧接在前文将欲求视为目的因所引起的疑问(真正的目的因是欲求对象而非欲求本身)之后,它通过分别赋予柏拉图和亚里士多德以间接和直接动力因来完成调和。
- 3.176ἢ φαμεν ὅτι οὐ δεῖ τὴν ἀνάγνωσιν ἀποκόπτειν εἰς τὸ ἕνεκά του, ἀλλὰ συνάπτειν καὶ τὰ ἑξῆς τῆς λέξεως
程式化短语 ἢ φαμεν ὅτι 用于在注解中引出对前述疑难(ἀπορία)的解决方案(λύσις)(“或者我们要说……”)。面对关于植物性灵魂在生长中也是为了目的而运动的反驳,它指示了对文句的句法连读方式(ἀνάγνωσις),即不可在 ἕνεκά του 处停顿,而应将其与后面的 μετὰ φαντασίας ἢ ὀρέξεως 连结阅读。
