← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§579.32-581.10

关于对立欲望与时间感知的疑难及其解决

在论证了欲望在种上具有差异之后,讨论了将对立运动与时间意识相联系的第一格三段论,并提出了两个疑难(动物是否具有时间意识,以及动物是否存在对立运动);进而通过三种途径(时间不可感、感知时间中的事物、把握确定的时间)化解前者,并借由当下与将来的对立运动来化解后者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.176#4

ὅτι δὲ δεῖ ἀνομοειδῆ τὴν ὄρεξιν εἶναι, οὐ μόνον ἐκ τοῦ ἀνομοίου τῶν ψυχῶν δῆλον, ἀλλὰ καὶ ἐντεῦθεν· ἐπιτρέπει ἡ ἄλογος ὄρεξιν πάθους,1 ἐπιτρέπει δὲ ἡ λογικὴ ὄρεξιν ἀρετῆς· καὶ ἐπειδὴ ἡ ἀρετὴ τῷ πάθει ἐναντία ἐστί, συμβήσεται τῶν ἐναντίων μίαν εἶναι ἐνέργειαν, ὅπερ ἐστὶν ἄτοπον. γίνεται δὲ ὅλως ἐναντία ὄρεξις, ὅταν λόγος τῷ θυμῷ ἐναντιωθῇ, ὡς ἐν ἀνθρώπῳ λέγω, ἐπεὶ γίνονται καὶ ἐν ἀλόγῳ ἐναντίαι ὀρέξεις, οἷον ἐπιθυμία πρὸς θυμόν. ὥστε γίνονται ἐναντίαι ὀρέξεις, ὅταν λόγος πρὸς ἐπιθυμίαν ἐναντιωθῇ. ταῦτα εἰπὼν λέγει τινὰ συλλογισμὸν τολμητίαν καὶ παράβολον ἐν πρώτῳ σχήματι. ἔστι δὲ ὁ συλλογισμὸς οὗτος· ὅπου ἐναντίαι κινήσεις, ἐκεῖ χρόνου συναίσθησις· ὅπου χρόνου συναίσθησις, ἐκεῖ λόγος καὶ ἐπιθυμία. οὗτος δὲ ὁ συλλογισμὸς δύο τινὰ ἔχει παράβολα, ἓν μὲν ἐπειδή φησιν πάντως εἶναι λόγον καὶ ἐπιθυμίαν, ὅπου ἐστὶ χρόνου συναίσθησις, ὡς ἐκ τούτου συνάγεσθαι μόνον ἄνθρωπον ἔχειν χρόνου συναίσθησιν. καὶ μὴν ὁρῶμεν ὅτι καὶ ἄλογα χρόνου συναισθάνονται, ὡς δηλοῖ ἡ γέρανος φεύγουσα ἐν χειμῶνι τὴν Θρᾴκην, καὶ μύρμηξ προθησαυρίζων αὑτῷ τροφὴν διὰ τὸν χειμῶνα. καὶ ἄλλο δὲ ἄτοπον ἔχει ὁ συλλογισμός. φησὶ γὰρ ὅτι, ὅπου ἐναντίαι εἰσὶ κινήσεις, ἐκεῖ λόγος καὶ ἐπιθυμία, τοῦ μὲν λόγου ἀντὶ τοῦ παρόντος ἡδέος τὸ μέλλον ἀγαθὸν αἱρουμένου, τῆς δὲ ἐπιθυμίας πρὸς τὸ παρὸν ἤτοι πρὸς τὸ φαινόμενον ἀγαθὸν ἀφορώσης· ὡς συνάγεσθαι κατ’ αὐτὸν ὅτι ἐν ἀνθρώπῳ καὶ μόνῳ εἰσὶν ἐναντίαι κινήσεις * * * ὡς εἴπομεν, θυμοῦ πρὸς ἐπιθυμίαν. ταῦτα ἀπορήσας ἐπιλύεται ἄμφω, τὸ μὲν πρότερον διὰ τριῶν λύσεων· μιᾶς μὲν ὅτι τὰ ἄλογα οὐκ ἔχει συναίσθησιν χρόνου. οὔτε γὰρ αἰσθήσει ἀντιλαμβάνονται αὐτοῦ· ὁ γὰρ χρόνος ἀσώματός ἐστι καὶ κρείττων σώματος, καὶ αἰσθήσει οὐ θεωρεῖται· ὃ δὲ αἰσθήσει τὰ ἄλογα οὐκ οἶδεν, οὐδὲ φαντασίᾳ οἶδεν· ὥστε τὰ ἄλογα οὐκ ἔχει χρόνου συναίσθησιν, διὰ τὸ μὴ ὑποπίπτειν αὐτὸν τῇ αἰσθήσει. αὕτη ἡ πρώτη λύσις. ὅσον δὲ πρὸς ταύτην, οὐδὲ ἡμεῖς ἔχομεν χρόνου συναίσθησιν· οὐδὲ γὰρ ὁρῶμεν αὐτόν· εἰ δὲ τοῦτο, οὐδὲ φανταζόμεθα αὐτόν. ῥητέον οὖν τὴν δευτέραν λύσιν ὅτι τὰ ἄλογα οὐκ ἀντιλαμβάνονται χρόνου, ἀλλὰ τῶν ἐν χρόνῳ, οἷον ψύχους, θέρμης καὶ τῶν τοιούτων. ὥστε ἀληθεύει Ἀριστοτέλης λέγων ὅτι τὰ ἄλογα οὐ συναισθάνονται χρόνου· τῶν ἐν χρόνῳ γὰρ ἀντιλαμβάνονται καὶ οὐ τοῦ χρόνου. ἡμεῖς γὰρ αὐτὴν τὴν λογικὴν ψυχὴν ἔχοντες αὐτοῦ τοῦ χρόνου συναίσθησιν ἔχομεν, ἀριθμοῦντες καὶ ὥρας καὶ ἡμέρας. αὕτη καὶ ἡ δευτέρα λύσις. τρίτη λύσις ὅτι ὁ Ἀριστοτέλης χρόνον καλεῖ τὸν ὡρισμένον μόνον καὶ οὐχὶ τὸν ἀόριστον. οὕτω γοῦν ἐν τῷ Περὶ ἑρμηνείας φησὶ ‘τὰ μὲν ἁπλῶς, τὰ δὲ ἐν χρόνῳ’, ἁπλῶς καλέσας τὸν ἀόριστον χρόνον, ἐν χρόνῳ δὲ τὸν ὡρισμένον χρόνον. τὰ οὖν ἄλογα ζῷα κἂν ἔχωσι συναίσθησιν χρόνου, ἀλλ’ οὐ τοῦ ὡρισμένου χρόνου τὴν συναίσθησιν ἔχουσιν, ἀλλὰ μόνον χειμῶνος φέρε εἰπεῖν ἢ θέρους συναισθάνονται· οἱ δὲ ἄνθρωποι ὡρισμένου χρόνου συναίσθησιν ἔχουσιν ἡμέρας καὶ ὥρας ἀριθμοῦντες· τὸ γὰρ ἀριθμεῖν ψυχῆς μόνης λογικῆς ἐστιν ἴδιον. διὰ τοῦτο οὖν εἶπεν ἄνθρωπον μόνον συναίσθησιν ἔχειν χρόνου τοῦ ὡρισμένου· τοῦ γὰρ ἀορίστου καὶ τὰ ἄλογα ἔχει συναίσθησιν. οὕτω μὲν οὖν τὸ πρῶτον ἐπελύσατο. ἐπιλύεται δὲ καὶ τὸ δεύτερον λέγων ὅτι καὶ ὅπου ἐναντίαι κινήσεις, ἐκεῖ καὶ λόγος καὶ ἐπιθυμία, ἐὰν προσθῇς κατὰ τὸν νῦν καὶ μέλλοντα χρόνον γινόμεναι ἐναντίαι κινήσεις.2 κατὰ γὰρ τὸ νῦν καὶ τὸ μέλλον μόνον ἄνθρωπος ἐναντίως κινεῖται, τὰ δὲ ἄλογα κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ μόνον. ὁ γὰρ νοσῶν διὰ τὸν ἐνεστῶτα πυρετὸν ἐφίεται ψυχροῦ, τῆς ὀρέξεως τοῦτο ἐπιτρεπούσης ποιεῖν· ὁ δὲ λόγος διὰ τὸ μέλλον γίνεσθαι κακὸν ἀνακρούεται τὴν ὄρεξιν. τὰ δὲ ἄλογα ἐναντίως κινεῖται οὐ διὰ τὴν τοῦ μέλλοντος οὖσαν πρόνοιαν. * * ὑποκείσθω γὰρ λέων ἐπελθὼν ποίμνῃ καὶ πληγείς, εἶτα ὕστερον ἑτέρᾳ βουλόμενος ἐπελθεῖν ποίμνῃ καὶ δεδιὼς τὴν προτέραν πληγὴν οὐκ ἐπέρχεται, ἵνα μὴ πάλιν πάθῃ.

欲望必然在种上不同,不仅从灵魂的不同之处看是明显的,而且从以下这一点看也是明显的:无理性[灵魂]准许激情的欲望,而理性[灵魂]准许德性的欲望;既然德性与激情相反,结果就会是对立事物具有单一的活动,这是荒谬的。总体而言,当理性反对激怒时,对立的欲望就会产生——我指的是在人身上,因为在无理性的事物中也会产生对立的欲望,例如欲望反对激怒。因此,当理性反对欲望时,对立的欲求就会产生。在说了这些之后,他陈述了一个在第一格中的大胆且冒进的三段论。这个三段论是这样的:凡是有对立运动的地方,那里就有时间的共同感知;凡是有时间的共同感知的地方,那里就有理性和欲望。但是这个三段论具有两个冒进之点:其一是因为他说凡是有时间共同感知的地方必定有理性和欲望,以至于由此推论出唯有人具有时间的共同感知。然而我们看到,无理性的动物也共同感知到时间,正如冬天逃离色雷斯的鹤,以及为了冬天而预先为自己储藏食物的蚂蚁所表明的那样。此外这个三段论还具有另一个荒谬之处。因为他说,凡是有对立运动的地方,那里就有理性和欲望,理性宁要将来的善而不要当下的愉悦,而欲望则着眼于当下即显见的善;以至于按照他的说法推论出,唯独在人身上才有对立的运动……正如我们所说,虽然也有激怒反对欲望[的对立运动]。在提出了这些疑难之后,他对二者都作出了解决:前者通过三个解决方案。其一是:无理性的动物不具有时间的共同感知。因为它们甚至不能通过感觉觉知时间;因为时间是非身体性的且优于身体,不能被感觉所观照;而无理性动物凡不能凭感觉认识的,也不能凭表象认识;所以无理性动物由于时间不落入感觉之下,而不具有时间的共同感知。这是第一个解决方案。但就这一点而言,连我们也不具有时间的共同感知了;因为我们也不能看见时间;如果是这样,我们也无法表象它。因此必须陈述第二个解决方案:无理性动物觉知的不是时间,而是时间中的事物,例如寒冷、炎热以及诸如此类的事物。因此亚里士多德说无理性动物不共同感知时间是真实的;因为它们觉知的是时间中的事物,而不是时间本身。因为我们由于具有理性灵魂本身,在计算小时和日子时拥有对时间本身的共同感知。这也是第二个解决方案。第三个解决方案是:亚里士多德仅将确定的时间称为“时间”,而不将不确定的时间称为时间。无论如何他在《解释篇》中说“一些是单纯地,另一些是在时间中”,他将不确定的时间称为“单纯地”,而将确定的时间称为“在时间中”。因此无理性动物即使具有时间的共同感知,它们所具有的也不是确定时间的共同感知,而只是可以说是共同感知到冬天或夏天;而人则在计算日子和小时中具有确定时间的共同感知;因为计数唯独是理性灵魂特有的。因此正因如此,他说唯有人具有确定时间的共同感知;因为对于不确定的时间,无理性动物也具有共同感知。于是他就这样解决了第一个疑难。他也解决了第二个疑难,他说:凡是有对立运动的地方,那里也有理性和欲望——如果你补充上“就现在与将来的时间而言所产生的对立运动”。因为唯有人是就现在和将来而言被对立地运动的,而无理性动物则仅仅就当下时间而言被对立地运动。因为患病的人由于当下的发烧而渴望冷物,欲望准许他这样做;但理性由于将来会产生的恶果而抑制了欲望。然而无理性动物并不是由于对将来的预见的出现而被对立地运动的。……因为假定一只狮子袭击了羊群并遭到击打,然后后来想要袭击另一个羊群,因畏惧先前的击打而不发起袭击,以免再次受难。

语法注2 条
  1. 3.176ἐπιτρέπει ἡ ἄλογος ὄρεξιν πάθους

    动词 ἐπιτρέπει 此处带宾格 ὄρεξιν(激情的欲望),意为“准许”或“任由”。它与紧随其后的 ἐπιτρέπει δὲ ἡ λογικὴ ὄρεξιν ἀρετῆς 构成平行结构,对照了无理性部分与理性部分各自所认可的欲望。

  2. 3.176ἐὰν προσθῇς κατὰ τὸν νῦν καὶ μέλλοντα χρόνον γινόμεναι ἐναντίαι κινήσεις

    在条件从句 ἐὰν προσθῇς(如果你补充)之后,短语 γινόμεναι ἐναντίαι κινήσεις 保留了主格,而非 προσθῇς 在语法上所要求的宾格。这是将所补充的限定条件(“就现在与将来时间而言所产生的对立运动”)作为引述性命题标目直接嵌入的破格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:579.32-581.10