- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:578.25-579.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞诺论证了理论理智以及理性或无理性灵魂本身并不是位置运动的原因,确立了真正的运动者是在属上为一的“共同欲望能力”,并化解了基于欲望为二所提出的疑难。
ἀλλὰ μὴν οὐδὲ ὁ θεωρητικὸς νοῦς ὁ μὴ κεχρημένος ὀργάνῳ, ἐπειδὴ οὗτος οὐκ ἔχει προαίρεσιν, ἀνάγκη δὲ προαιρεῖσθαι τὸ κατὰ τόπον κινοῦν· μὴ προαιρουμένου1 γὰρ οὐ κινούμεθα, ὥσπερ καὶ οἱ ἰατροὶ πολλάκις μὴ προαιρούμενοι οὐχ ὑγιάζουσί τινα διὰ τὸ συμφέρειν αὐτῷ ἐν νόσῳ εἶναι ἢ διὰ τυραννίδος κατάλυσιν ἢ διὰ τὸ φιλοσοφῆσαι, ὥσπερ καὶ Θεάγῃ ἐν νόσῳ κατέλειψαν διὰ φιλοσοφίαν, ἐξ οὗ καὶ Θεάγης ὁ διάλογος. ὥστε οὐδὲ οὗτος κινεῖ. καὶ ἐξ ἄλλου δὲ ἔστι δεῖξαι ὅτι οὐ κινεῖ οὗτος ὁ νοῦς, ἐπειδὴ οὐκ ἔχει τὸ φεύγειν ἢ διώκειν· πᾶσα δὲ κίνησις ἢ φεύγει τι ἢ διώκει. πᾶν οὖν σημαινόμενον τοῦ νοῦ ἐδείχθη μὴ κινοῦν κατὰ τόπον. καὶ τοῦτο ἔξωθεν ἔστι κατασκευάσαι διὰ γενναιοτάτου ἐπιχειρήματος, ὅτι εἰ οἷον δή ποτε σημαινόμενον τοῦ νοῦ ἦν αἴτιον τῆς κατὰ τόπον κινήσεως, ἐχρῆν ἐκεῖνα μὴ κινεῖσθαι τὰ μὴ ἔχοντα οἷον δή ποτε νοῦν. ἀλλὰ μὴν τὰ ἄλογα ζῷα ὅλως νοῦν μὴ ἔχοντα κατὰ τόπον κινοῦνται· οὐκ ἄρα ὁ θεωρητικὸς νοῦς ἢ ὁ πρακτικὸς αἴτιός ἐστι τῆς κατὰ τόπον κινήσεως. ὅλως δὲ οὔτε ἡ λογικὴ ψυχή ἐστιν ἡ κινοῦσα οὔτε ἡ ἄλογος. ἡ λογικὴ μὲν γὰρ οὐ κινεῖ κατὰ τόπον, διότι ὑπὸ πάθους ἀσελγοῦς κρατούμενοι κατὰ τόπον κινούμεθα, τὰ δὲ πάθη ὑπὸ τῆς ἀλόγου κινεῖται· πάλιν δὲ ἡ ἄλογος οὐ κινεῖ, διότι ὁ λόγος ποτὲ κατὰ τόπον ἡμᾶς κινεῖ, οἷον πρὸς διδασκάλους ἢ εἰς εὐχήν, καὶ ὅτι ἐπὶ τῶν ἐγκρατῶν δείκνυται σαφῶς μὴ κινοῦσα ἡ ἄλογος· πολλάκις γὰρ ἐπιτρεπούσης αὐτῆς κινεῖσθαι πρὸς ἀφροδίσια οἱ ἐγκρατεῖς οὐ κινοῦνται οὐδὲ εἴκουσιν τῇ ἐπιτροπῇ· τὸ δὲ κινοῦν δεῖ πάντως ἐνακούεσθαι. ὥστε μεμαθήκαμεν τί ἐστι τὰ μὴ κινοῦντα. Εἴπωμεν λοιπὸν ἀκολούθως τί ἐστι τὸ κατὰ τόπον κινοῦν. ἔστι δὴ τὸ κατὰ τόπον κινοῦν ὁ νοῦς ὁ πρακτικὸς καὶ ἡ ἄλογος ὄρεξις. καὶ τοῦτο ἐδείχθη ἐκ τοῦ τὴν μὲν ὄρεξιν ἐπὶ τῶν ἀκρατῶν κινεῖν, τὸν δὲ νοῦν ἐπὶ τῶν ἐγκρατῶν. ἀλλ’ ἐπειδὴ ἡνίκα δύο τινὰ ἕν τι ποιοῦσι, κατά τι κοινὸν πάντως τοῦτο ποιοῦσιν, ὥσπερ τὸ δίπουν καὶ τὸ τετράπουν κατά τι κοινὸν τὸ ὑπόπουν κινοῦνται, οὕτως οὖν ἔδει τὸν νοῦν καὶ τὴν ὄρεξιν κατά τι κοινὸν κινεῖν· τί δέ ἐστι μέσον ζωῆς καὶ γνώσεως. πρὸς ὅ φαμεν ὅτι2 καὶ ταῦτα τὰ δύο, νοῦς καὶ ὄρεξις, κατά τι κοινὸν τὸ ὀρεκτικὸν κινοῦσιν * * * ὥσπερ ὀρεκτικὸν κινεῖ, ὃ καὶ βουλευτικὸν ὁ Ἀριστοτέλης καλεῖ, ἐπὶ 〈δὲ〉 τῶν ἀλόγων τὸ τῆς ἀλόγου ὀρεκτικόν. δικαίως δὲ τῷ κοινῷ ὀρεκτικῷ δίδωσι τὴν κίνησιν, καὶ οὐ τῷ νῷ, ὡς ἐν Τιμαίῳ, ἐπειδὴ ὁ μὲν νοῦς ὀρθῶς μόνον κινεῖ, ἡ δὲ ὄρεξις καὶ ὀρθῶς καὶ διεστραμμένως, πρέπει δὲ τῇ κινήσει τὸ ὀρθὸν καὶ διεστραμμένον. διὸ τῷ κοινῷ ὀρεκτικῷ δοτέον τὸ κῦρος τῆς κατὰ τόπον κινήσεως. ἀποροῦσι δὲ λέγοντες ὅτι οὐ δυνατὸν τὸ ὀρεκτικὸν κατὰ τόπον κινεῖν, ὅσον ἐπὶ τοῖς εἰρημένοις. εἰ γὰρ τὸ κατὰ τόπον κινοῦν ἕν, αἱ δὲ ὀρέξεις δύο καὶ οὐ μία, οὐκ ἄρα τὸ ὀρεκτικὸν κινεῖ. καὶ πλέκεται ἐν δευτέρῳ σχήματι τοιοῦτος συλλογισμός· τὸ κατὰ τόπον κινοῦν ἕν· τὸ ὀρεκτικὸν οὐχ ἕν· τὸ κατὰ τόπον ἄρα κινοῦν οὐκ ὀρεκτικόν. πρὸς ὅ φαμεν ὅτι τὸ ὀρεκτικὸν καὶ ἕν ἐστι καὶ οὐχ ἕν, ἓν μὲν τῷ γένει, δύο δὲ τοῖς εἴδεσιν· ὡς οὖν ἓν τῷ γένει κινεῖ. πῶς δέ ἐστιν τῷ μὲν γένει ἕν, τῷ δὲ εἴδει δύο τὸ ὀρεκτικόν; ἐπειδὴ ἄλλη ἐστὶν ἡ ὄρεξις τῆς ἀλόγου καὶ ἄλλη ἡ τῆς λογικῆς· ἀνομοειδὴς δὲ ἡ ἄλογος πρὸς τὴν λογικήν, ὥστε καὶ ἡ ἄλογος ὄρεξις ἀνομοειδής ἐστι πρὸς τὴν ὄρεξιν τῆς λογικῆς. ὥστε τῷ μὲν γένει μία ἡ ὄρεξις, τῷ δὲ εἴδει διάφορος.
然而,不使用器官的理论理智也不是[引起依位置运动的事物],既然它不具有抉择,而引起依位置运动的事物必然要做出抉择;因为当[运动者]不做抉择时,我们就不运动,正如医生们往往由于不做抉择而不医治某人,因为处于疾病中对他是有益的(要么是为了推翻僭主统治,要么是为了从事哲学,正如他们也为了哲学而让泰阿革斯留在疾病中,由之也有了《泰阿革斯》这篇对话)。因此,这种理智也不引起运动。而且从另一个角度也可以表明这种理智不引起运动,既然它不具有逃避或追求;而一切运动要么逃避某物,要么追求某物。因此,理智的任何涵义都被表明不依位置引起运动。而这一点可以从外部通过一个极其优异的论证来确立:如果理智的无论何种涵义是依位置运动的原因,那么凡不具有无论何种理智的事物就应当不运动。然而无理性的动物完全不具有理智,却依位置运动;因此,无论是理论理智还是实践理智,都不是依位置运动的原因。总之,无论是理性灵魂还是无理性灵魂都不是引起运动的事物。因为理性灵魂不依位置引起运动,因为当我们被放纵的激情所支配时我们依位置运动,而激情是由无理性灵魂所引起的;反过来无理性灵魂也不引起运动,因为理性有时依位置运动我们,例如带我们去老师那里或去祈祷,而且在自制者身上清楚表明无理性灵魂并不引起运动;因为往往当它下令向着情欲运动时,自制者们并不运动,也不屈从于命令;而运动者无论如何必须受到听从。因此我们已经知晓了什么是不引起运动的事物。 接下来我们顺理成章地谈谈什么是依位置引起运动的事物。依位置引起运动的事物乃是实践理智与无理性欲望。这一点是由欲望在不能自制者身上引起运动,而理智在自制者身上引起运动所表明的。但是,既然每当两件事物产生一件单一事物时,它们完全是基于某种共同之物而产生它的,正如两足的和四足的是基于某种共同之物即具足者而运动,因此理智和欲望也应当基于某种共同之物而引起运动;那么在生命与认识之间居中的事物又是什么呢?对此我们说,理智和欲望这两者也是基于某种共同之物即欲望能力而引起运动 * * * 正如[理性]欲望能力引起运动那样(亚里士多德也将它称为审虑的),而在无理性的动物身上,则是无理性灵魂的欲望能力引起运动。他将运动赋予共同的欲望能力,而不是像在《蒂迈欧篇》中那样赋予理智,是完全正当的,因为理智仅能正确地引起运动,而欲望则既能正确地也能偏曲地引起运动,并且正确与偏曲都适合于运动。因此必须将依位置运动的支配权赋予共同的欲望能力。但他们提出疑难说,就上述所言而言,欲望能力不可能依位置引起运动。因为如果依位置引起运动的事物是一个,而欲望是两个而非一个,那么欲望能力就不引起运动。而且在第二格中编织出了这样的三段论:依位置引起运动的事物是一个;欲望能力不是一个;因此依位置引起运动的事物不是欲望能力。对此我们说,欲望能力既是一个又不是一个:就属而言是一个,但就种而言是两个;因此它是作为就属而言的一个而引起运动的。欲望能力又如何在属上是一个而在种上是两个呢?因为无理性灵魂的欲望与理性灵魂的欲望是彼此相异的;而无理性灵魂对于理性灵魂在种上是不同的,因此无理性欲望对于理性灵魂的欲望在种上也是不同的。因此欲望在属上是一个,但在种上是有区别的。
- 3.176μὴ προαιρουμένου
属格独立结构,其主语根据上下文可补出前文的“依位置引起运动的事物”(τὸ κατὰ τόπον κινοῦν)或泛指的主体(τινός),意为“当[运动者]不做抉择时”。
- 3.176τί δέ ἐστι μέσον ζωῆς καὶ γνώσεως. πρὸς ὅ φαμεν ὅτι
“τί δέ ἐστι...”是一个插入的设问句,探问在生命(欲望)与认识(理智)之间何为中间共通项。随后的“πρὸς ὅ”为中性关系代词,以这一设问/论点为先行词,引出“对此我们回答说……”。
