- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:577.12-578.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯借助植虫类的例子等论证了无理性灵魂与感觉并非依位置运动的原因,随后补充排除了未被提及的想象,并指出理论理智与实践理智都不是运动的真正原因。
τὰ οὖν ζωόφυτα οὔτε ἀτελῆ ἐστιν (ἔχουσι γὰρ ἀνάβασιν, ἀκμήν, παρακμήν, τὰ παιδία δὲ οὐδὲν τούτων ἔχει· πάλιν τὰ ζωόφυτα γεννῶσιν ὅμοια ἑαυτοῖς, τὰ δὲ παιδία οὐ γεννῶσιν, ἔστ’ ἂν ὦσι παιδία, διὰ τὸ ἀτελῆ αὐτὰ εἶναι) οὔτε δὲ πηρώματά εἰσι τὰ ζωόφυτα· οὕτω γὰρ ὅλον τὸ εἶδος τῶν ζωοφύτων πήρωμα ἂν ἦν. εἰ οὖν μήτε πηρώματά ἐστι μήτε ἀτελῆ (τὰ μὲν γὰρ μὴ ἔχοντά τι διὰ τὸ ἀτελὲς ὕστερον αὐτὸ προσλαμβάνουσιν, ὥσπερ οἱ παῖδες τοὺς ὀδόντας, τὰ δὲ ζωόφυτα οὐδὲ αὐξανόμενα προσλαμβάνουσι τὰ κινητικὰ ὄργανα οὐδὲ ἀκμάζοντα), δῆλον ὅτι οὐδὲ τὴν δύναμιν ἔχουσιν ὅλως τὴν βαδιστικήν. εἰ γὰρ εἶχον αὐτήν, καὶ τὰ μόρια εἶχον ἂν τὰ ἐπιτήδεια· ἐκεῖνα γὰρ ἔχουσι τὴν δύναμιν, τὰ δὲ ὄργανα οὐκ ἔχουσιν, ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα.1 εἰ οὖν τὰ ζωόφυτα ἄλογον μὲν ἔχουσι ψυχήν, οὐ κινοῦνται δὲ κατὰ τόπον, οὐκ ἄρα τῆς ἀλόγου ψυχῆς ἐστιν ἡ κατὰ τόπον κίνησις. καὶ οὕτω μὲν ἡμεῖς· ἡ δὲ λέξις δι’ ἑνὸς ἐδήλωσε παραδείγματος τὸ ἀτελὲς καὶ τὸ πήρωμα. φησὶ γὰρ ὅτι τὰ ζωόφυτα οὐκ ἔστιν ἀτελῆ ἢ πηρώματα, ἐπειδὴ αὐξάνει καὶ ἀκμάζει καὶ φθίνει καὶ γεννᾷ ὅμοια, διὰ μὲν τοῦ γεννᾶν αἰνιττόμενος ὅτι οὐκ ἔστι πηρώματα (οἱ γὰρ εὐνοῦχοι πηρώματα ὄντες οὐ τίκτουσι), διὰ δὲ τοῦ αὐξάνεσθαι καὶ ἀκμάζειν καὶ φθίνειν ᾐνίξατο ὅτι οὐκ εἰσιν ἀτελῆ· προσελάμβανον γὰρ ἂν τῷ χρόνῳ τὰ λείποντα, ὁρῶμεν δὲ ὅτι οὐδὲν προσλαμβάνουσιν. ὥστε ἐδείχθη ὡς οὐκ ἔστιν ἡ ἄλογος ψυχὴ αἰτία τῆς κατὰ τόπον κινήσεως. ἀλλὰ οὐδὲ ἡ αἴσθησίς ἐστιν αἰτία τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ ἐχρῆν, ὅτε κατὰ τόπον κινούμεθα, ἐνεργεῖν τὴν αἴσθησιν. ἀλλὰ γὰρ καὶ μύοντες τοὺς ὀφθαλμοὺς κινούμεθα, καὶ μὴ ἀκούοντες μηδὲ ὀσφραινόμενοι, μηδὲ γευόμενοι ἢ ψηλαφῶντες. οὐκ ἄρα ἡ αἴσθησίς ἐστιν ἡ κατὰ τόπον κινοῦσα, διὰ τὸ κινεῖσθαι ἡμᾶς κατὰ τόπον καὶ ἄνευ τοῦ ἐνεργεῖν τὴν αἴσθησιν, καὶ ὅτι πολλάκις αἰσθανόμενοι διακόπτομεν τὴν κίνησιν καὶ ἠρεμίᾳ μᾶλλον αἰσθανόμεθα. Ταῦτα εἰποῦσα ἡ λέξις φέρεται ἐπὶ τὸν νοῦν, μὴ ζητοῦσα περὶ τῆς φαντασίας, εἴτε κινεῖ εἴτε οὔ. καὶ εἰκότως οὐκ ἐμνήσθη ταύτης, ἐπειδὴ οὐδὲν ἴδιον ἔχει, ἀλλ’ ὃ δἂν ἔχῃ ἐκ τῆς αἰσθήσεως ἔχει. πλὴν ἡμεῖς δείξομεν ὅτι οὐδὲ φαντασία κινεῖ. εἰ γὰρ κινεῖ αὕτη, ἔδει ἐν τοῖς ὕπνοις, ὅτε φανταζόμεθα, κινεῖσθαι καθ’ ὁρμήν· ἀλλὰ μὴν οὐ κινούμεθα· οὐκ ἄρα φαντασία κινεῖ. ταῦτα μὲν ἔξωθεν. δείξομεν δὲ λοιπὸν ὅτι οὐδὲ νοῦς ἐστιν ὁ κινῶν. δεῖ γὰρ εἰδέναι ὅτι τριττός ἐστιν ὁ νοῦς, ἢ ὁ θεωρητικὸς ὁ μὴ κεχρημένος ὀργάνῳ ἢ ὁ θεωρητικὸς ὁ κεχρημένος ὀργάνῳ ἢ ὁ πρακτικὸς νοῦς. ὁ θεωρητικὸς νοῦς ὁ κεχρημένος ὀργάνῳ οὐ δύναται κινεῖν, ἐπειδὴ οὐ καταγίνεται περὶ πρακτά· πρακτὸν δέ τί ἐστιν ἡ κίνησις· καὶ ὅτι τῷ νῷ τούτῳ στάσις ἁρμόζει ἤπερ κίνησις· ἐννοοῦντες γάρ τι ἱστάμεθα. ἀλλὰ μὴν οὐδὲ ὁ πρακτικὸς νοῦς ἐστιν ὁ κατὰ τόπον κινῶν· εἰ γὰρ καὶ προαίρεσιν ἔχει οὗτος, δι’ ἧς γίνεται ἡ κατὰ τόπον κίνησις, ἀλλ’ ὅμως οὐ κινεῖ. τοῦτο δὲ δῆλόν ἐστιν ἐντεῦθεν· ὁρῶμεν γὰρ ὅτι καὶ ἐπιτρέποντος τοῦ πρακτικοῦ νοῦ μὴ κινεῖσθαι ἐπερχομένου πολεμίου ἡ καρδία κινεῖται· πάλλεται γὰρ φοβουμένη. ἀλλὰ μὴν καὶ ἐπὶ τῶν ἀκρατῶν τοῦ πάθους ἐπιτρέποντος κινεῖσθαι, κἂν ὁ νοῦς ἐγκρατεύεσθαι ἐπιτρέψῃ, τὸ πάθος ἐνίοτε κρατεῖ, καὶ κινεῖται τὸ αἰδοῖον πρὸς ἀφροδίσια. ὥστε καὶ ἐναντίως ἔχει ἡ κίνησις πρὸς τὸν νοῦν ἐπὶ τῶν ἀκρατῶν· οὐκ ἄρα αὐτὸς κινεῖ. καὶ ὅτι ὁ πρακτικὸς νοῦς ἐνεργεῖ πρῶτον, καὶ εἶθ’ οὕτω κινούμεθα. εἰ μὴ γὰρ πρότερον ὁ πρακτικὸς νοῦς βουλεύσεται ‘κατέλθω εἰς τὸν λιμένα καὶ τῷ κυβερνήτῃ λαλήσω καὶ ἐμβάλωμαι τὰ σκεύη;’ (ὅλα δὲ ταῦτα ἱστάμενος βουλεύεται) * * εἰ οὖν ὁ πρακτικὸς νοῦς πρῶτον ἐνεργεῖ2 καὶ μετὰ τὸ παύσασθαι αὐτὸν τότε γίνεται ἡ κατὰ τόπον κίνησις, δῆλον ἄρα ὅτι οὐδὲ ὁ πρακτικός ἐστι νοῦς ὁ κατὰ τόπον κινῶν ἡμᾶς.
因此,植虫类既不是不完全的(因为它们有上升期、全盛期和衰退期,而幼童并不具备这些;而且植虫类能产生与自身相似的事物,而幼童只要还是幼童,由于其不完全性便不能产生),植虫类也不是畸形的;因为那样的话,植虫类的整个物种都将是畸形的了。因此,如果它们既不是畸形的,也不是不完全的(因为由于不完全而缺乏某种事物者,会在后来获得它,正如孩童长出牙齿一样,而植虫类在生长或处于全盛期时也不获得运动器官),显而易见,它们根本就不具有行步能力。因为如果它们具有这种能力,它们也就会具有适宜的部位;因为唯有那些要么是不完全的要么是畸形的事物,才具备能力却不具备器官。因此,如果植虫类虽具有无理性灵魂,却不依位置运动,那么依位置的运动就不属于无理性灵魂。这是我们自己的论证;而文本通过一个例子指明了不完全与畸形。因为他说,植虫类不是不完全的或畸形的,因为它们生长、达到全盛、衰退并产生相似的事物,通过产生暗示了它们不是畸形的(因为宦官作为畸形者不能生育),又通过生长、达到全盛和衰退暗示了它们不是不完全的;因为它们本来会随时间获得所缺失之物,然而我们看到它们什么也没有获得。因此表明了,无理性灵魂不是依位置运动的原因。然而,感觉也不是依位置运动的原因。因为当我们在依位置运动时,感觉本应当处于活动之中。然而事实上,我们闭着眼睛也在运动,在不听、不闻、不尝或不触碰时也在运动。因此,感觉不是引起依位置运动的事物,这是因为即使感觉不处于活动之中我们也在依位置运动,而且因为我们常常在感知时中断运动,并且毋宁在静止中感知。在说了这些之后,文本转向了理智,并未探究想象是否引起运动。它没有提及想象是合情合理的,既然想象没有任何自身固有的东西,而是凡所具有的都是从感觉中获得的。不过,我们将表明想象也不引起运动。因为如果它引起运动,我们在睡眠中有想象时就应当依冲动运动;然而我们并不运动;因此想象不引起运动。这些是外加的论证。接下来我们将表明理智也不是运动者。因为必须知道理智有三种:要么是不使用器官的理论理智,要么是使用器官的理论理智,要么是实践理智。使用器官的理论理智不能引起运动,因为它不从事于实践之事;而运动是一种实践之事;并且因为相较于运动,静止毋宁更适合于这种理智;因为我们在思考某事时是站立静止的。然而,实践理智也不是引起依位置运动的事物;因为即使它具有抉择,依位置的运动通过抉择而产生,但它仍然不引起运动。这一点从以下情况显而易见:因为我们看到,即使当实践理智下令不要运动时,当敌人逼近时,心脏仍在运动;因为它因恐惧而跳动。不仅如此,在不能自制者身上,当激情下令运动时,即使理智下令自制,激情有时也占据上风,私处便向着情欲运动。因此在不能自制者身上,运动甚至与理智处于相反的对立之中;因而理智本身并不引起运动。而且还因为实践理智首先活动,然后我们才如此运动。因为如果实践理智不预先考虑“我是否该下到港口去与舵手交谈并装上行装?”(并且它在站立静止时考虑这一切)……因此,如果实践理智首先活动,而在它停止之后依位置的运动才产生,那么显然,甚至实践理智也不是使我们依位置运动的事物。
- 3.176ἐκεῖνα γὰρ ἔχουσι τὴν δύναμιν, τὰ δὲ ὄργανα οὐκ ἔχουσιν, ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα
主句中的指示代词 ἐκεῖνα(那些事物)由紧随其后的关系从句 ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα(凡是不完全或畸形的事物)在后方加以限定。全句结构表达限制性含义:“唯有那些要么是不完全要么是畸形的事物,才具备能力而不具备器官”。
- 3.176εἰ μὴ γὰρ πρότερον ὁ πρακτικὸς νοῦς βουλεύσεται ‘κατέλθω εἰς τὸν λιμένα καὶ τῷ κυβερνήτῃ λαλήσω καὶ ἐμβάλωμαι τὰ σκεύη;’ (ὅλα δὲ ταῦτα ἱστάμενος βουλεύεται) * * εἰ οὖν ὁ πρακτικὸς νοῦς πρῶτον ἐνεργεῖ
由于写本流传中的缺文( ),与条件从句 εἰ μὴ...(“因为若非实践理智预先考虑……”)相对应的结句脱落了(可推定原本类似于“……运动便不会发生”)。随后紧接的 εἰ οὖν... 重新整理并得出了论点结论;译文在相应位置保留了句子的中断与破格。
