← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§576.1-577.12

营养能力与感觉能力并非运动原因的论证

斐洛庞诺斯梳理并补充了亚里士多德在《论灵魂》432b14中将营养能力排除在空间运动原因之外的论据,并进一步论证了感觉能力(无理性灵魂)同样不是空间运动的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.176#1

" Ὅτι μὲν οὖν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἕνεκά του ἡ κίνησις αὕτη, καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστιν." Ἡ παροῦσα θεωρία δείκνυσι τί τε οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν καὶ τί ἐστι. πρῶτον δὲ δείκνυσι τί οὐκ ἔστι. φησὶ γὰρ ὅτι οὐκ ἔστιν ἡ θρεπτικὴ δύναμις οὔτε αἴσθησις οὔτε νοῦς, καὶ νοῦς οὐχ ὁ θεωρητικὸς ὁ μὴ κεχρημένος ὀργάνῳ, οὐχ ὁ κεχρημένος ὀργάνῳ θεωρητικός, οὐχ ὁ πρακτικὸς νοῦς, οὐκ ὄρεξις· ταῦτα οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν. καὶ ὅτι μὲν οὐκ ἔστιν ἡ θρεπτικὴ δύναμις, διὰ τεσσάρων ἐπιχειρημάτων δείκνυσιν, ὧν πρῶτόν ἐστι τοῦτο· ἡ θρεπτικὴ ἓν τέλος ἔχει τὸ τρέφειν, ἡ δὲ κίνησις ἔχει τέλος καὶ πάθος καὶ λόγον· ἔνθα μὲν γὰρ ἐπὶ σπουδαῖα κινούμεθα, ὁ λόγος τέλος ἐστίν, ἔνθα δὲ ἐπὶ ἀφροδίσια, τὸ πάθος ἐστὶ τέλος· ὥστε οὐχ ἡ θρεπτική ἐστι τὸ κατὰ τόπον κινοῦν. τοῦτο δὲ δείκνυται διὰ δύο ἐπιχειρημάτων.1 εἰ ἀνάγκη τὸ κινούμενον πρῶτον φαντασιοῦσθαι καὶ ὀρεχθῆναι αἰσθητῶς, καὶ εἶθ’ οὕτω κινηθῆναι ὑπὸ ὀρέξεως, ταῦτα δὲ οὐκ ἔστιν ἐν τῇ θρεπτικῇ (οὔτε γὰρ φαντασία ἐστὶν οὔτε ὄρεξις αἰσθητική· ἐν γὰρ τῷ κινεῖσθαι αἰσθητικῆς ὀρέξεως χρεία), οὐκ ἄρα τὸ θρεπτικὸν ἐστι τὸ κατὰ τόπον κινοῦν. τρίτον ἐπιχείρημα· εἰ τὸ θρεπτικὸν κινεῖ, ἔδει καὶ τὰ φυτὰ κινεῖσθαι, ὡς ἔχοντα τὴν κατὰ τόπον κινητικὴν δύναμιν. ἀλλὰ μὴν οὐδέποτε κατὰ τόπον κινεῖται τὰ φυτά· οὐκ ἄρα ἡ φυτικὴ ψυχὴ ἔστιν ἡ κατὰ τόπον κινοῦσα. τέταρτον ἐπιχείρημα· εἰ τὸ θρεπτικὸν κινεῖ, ἔδει καὶ τὰ φυτὰ πορευτικὰ ἔχειν ὄργανα, ἵνα κινηθῶσιν. ἀλλὰ μὴν οὐκ ἔχουσι πορευτικὰ ὄργανα, τοὐναντίον δὲ καὶ ἐρριζωμένα εἰσίν· οὐκ ἄρα τὸ θρεπτικὸν κινεῖ. ταῦτα μὲν τὰ ἀπὸ τῆς λέξεως· δεῖ δὲ προσευπορῆσαι καὶ ἕτερον ἐπιχείρημα. εἰ ὅτε μᾶλλον ἐνεργεῖ ἡ θρεπτική, ἐν νυκτί φημι, οὐ κινούμεθα καθ’ ὁρμήν, οὐκ ἄρα ἡ θρεπτικὴ κινεῖ. εἰ γὰρ καὶ κινούμεθα ἐν νυκτί, ἀλλ’ οὐ καθ’ ὁρμὴν κινούμεθα· περὶ δὲ τῆς καθ’ ὁρμὴν κινήσεως ὁ λόγος ἐστὶ τῷ φιλοσόφῳ. ἀλλ’ ἴσως τις ἐρεῖ ὅτι ἡ φυτικὴ μὲν ψυχή ἐστιν ἡ κατὰ τόπον κινοῦσα, οὐ κινοῦνται δὲ τὰ φυτά, καίπερ ἔχοντα τὴν κινητικὴν δύναμιν, διὰ τὸ μὴ ἔχειν ἐπιτήδεια ὄργανα πρὸς κίνησιν. λέγομεν δὲ πρὸς ταύτην τὴν ἀπορίαν, ὅτι πρῶτον μὲν συμβήσεται ἐν ὅλῳ εἴδει μάτην εἶναι δύναμιν· εἰ γάρ ἐστιν ἐν ὅλοις μὲν τοῖς φυτοῖς ἡ κινητικὴ δύναμις, οὐ κινεῖ δὲ διὰ τὴν τῶν ὀργάνων ἀνεπιτηδειότητα, οὐκοῦν μάτην ἔσται ἐν ὅλοις τοῖς εἴδεσι τῶν φυτῶν· ὅπερ ἐστὶν ἄτοπον, τὸ λέγειν μάτην τι γίνεσθαι ὑπὸ τῆς φύσεως. δεύτερον δὲ εἰ ἔχουσι τὰ φυτὰ τὴν κινητικὴν δύναμιν, μὴ κινοῦνται δὲ διὰ τὴν τῶν ὀργάνων ἀπορίαν, διὰ τί οὐκ εὐτρέπισεν ἡ φύσις τούτοις ὄργανα; οὔτε γὰρ τῶν ἀναγκαίων τι ἐλλείπει οὔτε περιττὰ δημιουργεῖ. δῆλον οὖν πανταχόθεν γέγονεν ὡς οὐχὶ τὸ θρεπτικόν ἐστι τὸ αἴτιον τῆς κατὰ τόπον κινήσεως. ἀλλὰ μὴν οὐδὲ αἴσθησίς ἐστιν ἡ κατὰ τόπον κινοῦσα. καὶ ἐπειδὴ ἡ αἴσθησις τῆς ἀλόγου ψυχῆς ἐστι, δείκνυσιν ἐπὶ τὸ καθολικώτερον ἀνατρέχων ὅτι ὅλως οὐκ ἔστιν αἰτία κινήσεως ἡ ἄλογος ψυχή. εἰ γὰρ ἡ ἄλογος ψυχὴ ἦν αἰτία τῆς κατὰ τόπον κινήσεως, ἐχρῆν πάντα τὰ ἔχοντα τὴν ἄλογον ψυχὴν κινεῖσθαι. ἀλλὰ μὴν τὰ ζωόφυτα ἄλογον ἔχοντα ψυχὴν οὐ κινοῦνται· οὐκ ἄρα τῆς ἀλόγου ψυχῆς ἐστιν ἡ κατὰ τόπον κίνησις. οὐδὲ γὰρ ἔστιν ἐνταῦθα αἰτιάσασθαι τὴν τῶν ὀργάνων ἀνεπιτηδειότητα. ἐκεῖνα γὰρ ἐπιτηδείων ὀργάνων ἀμοιροῦσι τῶν ἐχόντων τὴν ἄλογον ψυχήν, ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα,2 οἷον τὰ παιδία ἀτελῆ ἐστιν· οὐδὲ γὰρ ἔχει ὀδόντας· πάλιν τὰ τετραδάκτυλα πηρώματά ἐστι.

“因此,这并不是营养能力,是显而易见的;因为这种运动总是为了某种目的,并且要么伴随着想象,要么伴随着欲求。” 当前的考察指明了引起依位置运动的事物既不是什么,又是什么。首先,它指明了它不是什么。因为他说,引起依位置运动的事物既不是营养能力,也不是感觉,也不是理智(就理智而言,既不是不使用器官的理论理智,也不是使用器官的理论理智,也不是实践理智),也不是欲求;这些都不是引起依位置运动的事物。他通过四个论据表明它不是营养能力,其中第一个是这样的:营养能力只有一个目的,即摄取营养,而运动的目的则兼有激情与理性;因为当我们向着崇高之事运动时,理性是目的,而当我们向着情欲之事运动时,激情是目的;因此营养能力不是引起依位置运动的事物。而这一点通过两个论据来表明:如果运动者必须首先在感性上具有想象和欲求,然后如此被欲求所运动,而这些并不存在于营养能力中(因为既没有想象,也没有感性欲求;因为在运动中需要感性欲求),那么营养能力就不是引起依位置运动的事物。第三个论据:如果营养能力引起运动,植物作为具有依位置运动能力的事物,也应当运动。然而植物绝不依位置运动;因此植物性灵魂不是引起依位置运动的事物。第四个论据:如果营养能力引起运动,植物也应当具有前进的器官,以便能够运动。然而它们并不具有前进器官,相反甚至是生了根的;因此营养能力并不引起运动。这些是来自文本的论据;但还必须补充另一个论据:如果在营养能力活动更强的时候(我指的是在夜间),我们并不依冲动运动,那么营养能力就不引起运动。因为即便我们在夜间运动,也不是依冲动运动;而哲学家的论述是关于依冲动的运动的。但是或许有人会说,植物性灵魂确实是引起依位置运动的事物,但植物尽管具有运动能力,却因为没有适宜于运动的器官而不运动。针对这种困惑,我们说,首先,这将导致在一个整个物种中能力是徒劳存在的;因为如果运动能力存在于整体的植物之中,却由于器官的不适宜而不引起运动,那么它在植物的所有物种中都将是徒劳的;而说某种事物是由自然本性徒劳产生的,是荒谬的。其次,如果植物具有运动能力,却因为缺乏器官而不运动,为什么自然本性没有为它们备置器官呢?因为自然既不遗漏任何必需之物,也不创造多余之物。因此,从各个方面都已清楚表明,营养能力不是依位置运动的原因。然而,感觉也不是引起依位置运动的事物。既然感觉属于无理性灵魂,他便上升到更具普遍性的层面表明,无理性灵魂根本不是运动的原因。因为如果无理性灵魂是依位置运动的原因,那么凡具有无理性灵魂的事物都应当运动。然而植虫类虽然具有无理性灵魂,却不运动;因此依位置的运动不属于无理性灵魂。因为在这里不能归咎于器官的不适宜;因为在具有无理性灵魂的事物中,唯有那些要么是不完全的要么是畸形的事物,才缺乏适宜的器官,例如婴孩是不完全的(因为他们甚至没有牙齿),又如四指者是畸形的。

语法注2 条
  1. 3.176τοῦτο δὲ δείκνυται διὰ δύο ἐπιχειρημάτων

    在开头声明“通过四个论据”(διὰ τεσσάρων ἐπιχειρημάτων)并陈述了第一个之后,紧接着出现了此句。在句法上,τοῦτο 指的不是前面的结论,而是引文后半部分的命题(运动伴随想象或欲求),由后文包含两点(想象与感性欲求)的论述构成第二条论证;或者在列举序列中充当“第二个论据”(δεύτερον ἐπιχείρημα)的作用。

  2. 3.176ἐκεῖνα γὰρ ἐπιτηδείων ὀργάνων ἀμοιροῦσι τῶν ἐχόντων τὴν ἄλογον ψυχήν, ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα

    分隔倒装结构(hyperbaton):属格短语 τῶν ἐχόντων τὴν ἄλογον ψυχήν 是部分属格,被动词谓语 ἐπιτηδείων ὀργάνων ἀμοιροῦσι 所分隔,修饰关联主语 ἐκεῖνα ... ὅσα(“在具有无理性灵魂的事物中,唯有那些……的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:576.1-577.12