← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§574.22-575.33

想象与欲求的划分定位及前进行动之限定

菲洛波庞根据亚里士多德的论述,讨论了想象能力与欲求能力在灵魂划分中的定位难题,并阐明此处所考察的运动并非增殖、衰退或呼吸等局部运动,而是整个动物的前进性位置运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.173

" Ἔτι δὲ τὸ φανταστικὸν τῷ μὲν εἶναι πάντων ἕτερον,1 τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον, ἔχει πολλὴν ἀπορίαν." Ὡς πρὸς λόγον, θυμόν, ἐπιθυμίαν, τὰ μέρη Πλάτωνος, συγκρίνει φαντασίαν καὶ ὄρεξιν, καὶ τὴν μὲν ὄρεξιν πάντῃ τούτων ἑτέραν λέγει, ἐπειδὴ ἔστιν ὄρεξις καὶ φυτικῆς, τὰ δὲ Πλάτωνος μέρη ἀλόγου ἐστὶ καὶ λογικῆς, ὥστε πάντῃ τούτων ἡ ὄρεξις ἕτερον. τὸ δὲ φανταστικὸν ἐπειδὴ ἀλόγου ἐστί, τῷ μὲν λόγῳ διαφέρει τῶν τριῶν μερῶν τούτων, λογικοῦ, θυμικοῦ, ἐπιθυμητικοῦ· τίνι δέ ἐστι τῷ ὑποκειμένῳ ταὐτὸν ἢ ἕτερον τῶν τριῶν τούτων μερῶν, ἄπορον. μήποτε γὰρ θυμῷ καὶ ἐπιθυμίᾳ ταὐτόν ἐστιν, ἐπειδὴ καὶ αὗται τῆς ἀλόγου εἰσί. καλῶς οὖν οὕτως εἶπεν ὅτι εἰ ὅλως μόρια ἔχει ἡ ψυχὴ κεχωρισμένα, καὶ τὸ φανταστικὸν καὶ τὸ ὀρεκτικὸν μόριόν ἐστι τῆς ψυχῆς, ὅπερ ὀρεκτικὸν ἢ παρῆκας, ὦ Πλάτων, ἢ λέγων αὐτὸ διασπᾷς αὐτό. εἰ δὲ τρία ἡ ψυχή, ἐν ἑκάστῳ ἔσται ὄρεξις. σημείωσαι τί λέγει ὅτι ἐὰν τρεῖς ὦσι ψυχαί, καθ’ ἑκάστην αὐτῶν ἔσται ὄρεξις· οὐκοῦν καὶ ἐν τῇ φυτικῇ ὄρεξίς ἐστιν. ἰστέον δὲ ὅτι ὡς ἀπομαχόμενος λέγει τοῦτο Ἀριστοτέλης,2 ἐπεὶ ἐν τῇ ἀρχῇ τοῦ κειμένου τῆς μελλούσης πράξεως, ἐὰν ἐπισκέψῃ, εὑρίσκεις αὐτὸν οὐκ εἰδότα ἐπὶ φυτῶν ὄρεξιν. ἀλλ’ οὐδὲ Πλούταρχος ὑπομνηματίζων λέγει εἶναι ὄρεξιν ἐπὶ φυτῶν, ἀλλὰ τοὐναντίον μὴ εἶναι. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, οὐ λέγει ἐπὶ φυτῶν ὄρεξιν, ἀλλὰ τρεῖς λέγει ὀρέξεις, μίαν μὲν τὴν μετὰ τοῦ πρακτικοῦ νοῦ, ἑτέραν δὲ τὴν θυμοειδῆ, καὶ ἄλλην τὴν ἐπιθυμητικήν.

“此外,想象能力就存在而言虽与所有这些部分不同,但它究竟与这些部分中的哪一个相同或相异,却包含着极大的困惑。” 相对于柏拉图的各个部分——理性、激情与欲望,他比较了想象与欲求,并说欲求与这些部分完全相异,因为植物性灵魂也有欲求,而柏拉图的各个部分属于无理性灵魂和理性灵魂,因此欲求与这些部分完全相异。但是想象能力既然属于无理性灵魂,在定义上便不同于这三个部分(即理性的、激情的与欲望的部分);然而它在基底上究竟与这三个部分中的哪一个相同或相异,是令人困惑的。因为或许它与激情和欲望是相同的,因为这两者也属于无理性灵魂。因此他讲得很对:如果灵魂根本上具有截然分开的部分,那么想象能力和欲求能力也是灵魂的部分,而对于这个欲求能力,柏拉图啊,你要么忽略了它,要么在谈论它时将它撕裂了。如果灵魂是三部分的,那么在每一个部分中都将存在欲求。请注意他所说的:如果有三种灵魂,在它们每一种之中都将存在欲求;因此在植物性灵魂中也有欲求。但应当知道,亚里士多德这样讲是出于辩难反驳,因为如果在接下来的讲课文本的开头进行考察,你会发现他并不承认植物具有欲求。而且普鲁塔克在作注时也并不说植物具有欲求,相反却说并不存在。如果应当说出实情的话,他所说的并不是植物中的欲求,而是指三种欲求:一种伴随实践理智,另一种是激情性的,还有一种是欲望性的。

§3.174

"Τὴν μὲν γὰρ κατ’ αὔξησιν καὶ φθίσιν κίνησιν." Ἐπειδὴ περὶ κινήσεώς ἐστιν αὐτῷ ὁ λόγος, ἡ δὲ κίνησις ὁμώνυμος, διαστέλλεται τὴν ὁμωνυμίαν καί φησιν ὅτι κίνησιν νυνὶ ζητῶ οὐ τὴν αὔξησιν καὶ φθίσιν· αὗται γὰρ ὑπὸ φύσεως γίνονται· νυνὶ δὲ τὴν ψυχικὴν ζητῶ τὴν κατὰ τόπον, καὶ ψυχικὴν οὐ μορίου τινός, ὥσπερ ἐστὶν ἡ ἀναπνοή, ἀλλὰ τὴν ὅλου τοῦ ζῴου τὴν πορευτικήν. καὶ ἀλλαχοῦ γὰρ φαίνεται λέγων διττὸν εἶναι τὸ κατὰ τόπον, ἢ πορευτικὸν ἢ κινητικόν, κινητικὸν λέγων τὸ ἀπὸ μέρους,3 οἷον ἡ ἀναπνοή. οὐ περὶ τούτου δὲ νῦν ὁ λόγος· ἤδη γὰρ καὶ ἀλλαχοῦ ἐζήτηται περὶ ἀναπνοῆς. καὶ ἀπορεῖται, εἴτε φυσική ἐστιν εἴτε ψυχική· φυσικὴ μὲν γὰρ δόξει εἶναι ὡς μὴ δουλεύουσα προαιρέσει, ψυχικὴ δὲ ὡς ὑπὸ μυῶν γινομένη καὶ ὅτι ἐν ἐμοί ἐστι τὸ ἐπιτεῖναι αὐτήν. οὐ περὶ ταύτης οὖν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ τοῦ κατὰ τόπον πορευτικοῦ σημαινομένου τῆς κινήσεως.

“因为关于依增殖与衰退的运动。” 由于他的论述是关于运动的,而运动是同名异义的,所以他厘清了这种同名异义性,并说:我现在所探寻的运动不是增殖与衰退,因为这些是由自然本性产生的;我现在所探寻的是依位置的灵魂运动,而且不是某种局部的灵魂运动(例如呼吸),而是整个动物的前进运动。因为在其他地方他也显然说过,依位置的运动是双重的,要么是前进运动,要么是局部运动,他所说的局部运动是指由部分产生的运动,例如呼吸。但现在的论述不是关于这个的;因为关于呼吸在其他地方也已经探究过了。并且人们也困惑于它究竟是自然本性的还是灵魂的:因为就它不服从抉择而言,它似乎是自然本性的;但就它是由肌肉产生的,并且加强它是取决于我而言,它又是灵魂的。因此论述并不是关于这种运动,而是关于依位置的前进性运动涵义。

§3.175

"Περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς καὶ ὕπνου καὶ ἐγρηγόρσεως. " Περὶ τῆς κατὰ τόπον κινήσεως ὄντος τοῦ λόγου, ἢ ἐπειδὴ ἡ ἀναπνοὴ ἐν τῷ ὕπνῳ μᾶλλόν ἐστιν ἤπερ ἐν τῇ ἐγρηγόρσει, διὰ τοῦτο αὐτῶν ἐμνήσθη (τῆς γὰρ ἀναπνοῆς ὡς μερικῆς κινήσεως ἐμνήσθη) ἢ ὅτι καὶ ὕπνος καὶ ἐγρήγορσις μερικαί εἰσι κινήσεις βλεφάρου κατὰ τόπον. φησὶν οὖν ὅτι οὐδὲ περὶ τούτων ἐστὶν ἡμῖν ὁ λόγος· μερικαὶ γὰρ κινήσεις εἰσὶν αὗται, νυνὶ δὲ καθόλου ζητοῦμεν πορευτικὴν κίνησιν· καὶ ὅτι ἐστὶν αὐτῷ γεγραμμένον βιβλίον Περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἐν ᾧ περὶ τούτων διαλέγεται. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“至于吸气与呼气,以及睡眠与醒觉。” 在论述关涉依位置的运动时,要么是因为呼吸在睡眠中比在醒觉中更为明显,因此他提及了它们(因为他提及呼吸是作为局部运动);要么是因为睡眠与醒觉也是眼睑依位置的局部运动。因此他说,我们的论述也不是关于这些的;因为这些是局部运动,而我们现在是在总体上探究前进运动;也是因为他写有一篇题为《论睡眠与醒觉》的著作,并在其中讨论了这些事情。至此,蒙神相助,本讲结束。

语法注3 条
  1. 3.173τῷ μὲν εἶναι πάντων ἕτερον

    带定冠词的与格不定式 τῷ εἶναι 用作限定与格,表示本质或定义,下文注释者将其换述为 τῷ λόγῳ(在定义上),与 τῷ ὑποκειμένῳ(在基底上)形成对比。

  2. 3.173ὡς ἀπομαχόμενος λέγει τοῦτο Ἀριστοτέλης

    分词 ἀπομαχόμενος(意为“辩难反驳”)与 ὡς 连用,表明亚里士多德此处的意图并非陈述自己的定论,而是以论辩反驳的方式针对柏拉图的观点进行归谬。

  3. 3.174κινητικὸν λέγων τὸ ἀπὸ μέρους

    由分词 λέγων 统领的双重宾格结构,其中名词化的介词短语 τὸ ἀπὸ μέρους(“由部分产生的运动”)作直接宾语,κινητικόν 作宾语补足语(述语宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:574.22-575.33