← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§573.13-574.21

空间运动的担当部分与感觉能力的归属

斐洛波诺斯注解了《论灵魂》432a19–30,梳理了引起空间运动的是否为灵魂的某个可分部分还是整个灵魂这一问题,并考察了亚里士多德对柏拉图灵魂三分说及二分说的反驳,以及感觉能力兼具理智与非理智特征而无法简单归类的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.168

" Πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή." Ζητητέον, φησίν, εἰ μόριόν ἐστι τῆς ψυχῆς τὸ κινητικόν, καὶ εἰ μόριον, πότερον τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ χωριστόν, ὃ εἶπεν μεγέθει1 (καὶ μὴ ταραχθῇς, εἰ τὴν οὐσίαν τῆς ψυχῆς μέγεθος καλεῖ· κατεχρήσατο γὰρ καὶ ἀντὶ τοῦ εἰπεῖν ὑποκείμενον μέγεθος εἶπεν)· εἰ δὲ μή ἐστιν τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ χωριστόν, ἆρα δυνάμει ἐστὶ χωριστόν, ὃ εἶπε λόγῳ. ζητητέον δέ, φησί, μήποτε καὶ πᾶσα ἡ ψυχή ἐστι τὸ κινητικόν. παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα. εἰωθότα λέγεσθαι εἶπε τὰ παρὰ Πλάτωνι τρία, λόγον, θυμόν, ἐπιθυμίαν, εἰρημένα δὲ εἶπε τὰ παρ’ αὐτοῦ νυνὶ ῥηθέντα, λέγω δὲ νοῦν, διάνοιαν, δόξαν, φαντασίαν, αἴσθησιν κοινήν τε καὶ ἰδικήν.

“是它的某个单独部分在量度上或在定义上是可分离的,还是整个灵魂。” 他说,必须探究推动者是否是灵魂的一个部分;如果是部分,它是在基底和实体上可分离的(即他所说的“在量度上”,若他把灵魂的实体称为量度,不必困惑,因为他在此借用了该词,是用“量度”代替了“基底”),还是如果它在基底和实体上不是可分离的,那么它是在能力上可分离的(即他所说的“在定义上”)。他说,还必须探究,是否整个灵魂才是推动者。“除去通常所说的那些划分以及已陈述的那些划分之外”。他所说的通常所说的那些,指的是柏拉图的三部分,即理性、激情、欲望;而他所说的已陈述的那些,指的是他自己刚才提到的那些,我指的是理智、理智思考、意见、表象,以及共同感觉和固有感觉。

§3.169

"Πῶς δεῖ μόρια ψυχῆς λέγειν καὶ πόσα." Εἰς δύο ἤλεγξε διὰ τούτων τὸν Πλάτωνα, καὶ ὅτι μόρια λέγει καὶ ὅτι πόσα, τουτέστι τρία. ἀντὶ † ἢ ἅπερ ᾖ ἄπειρα εἶπεν ὡς πρὸς τὰ τρία· ὀκτὼ δέ εἰσιν μετὰ τῶν τριῶν τοῦ Πλάτωνος, ἐὰν συνάψῃς καὶ τὰ πέντε ἃ νῦν εἶπεν ὁ Ἀριστοτέλης.

“应当如何谈论灵魂的部分以及谈论多少[部分]。” 通过这些,他在两点上驳斥了柏拉图:既在于柏拉图说存在部分,也在于柏拉图说有多少部分,即三个部分。他说它们反倒是无限的,这是相对于那三个部分而言的;如果把亚里士多德刚才所说的五个部分也加上,与柏拉图的三个部分合在一起便有八个。

§3.170

"Οἱ δὲ τὸ λόγον ἔχον καὶ ἄλογον." Τινὲς μέν φασι τρία εἶναι τὰ μέρη τῆς ψυχῆς, ὡς Πλάτων λόγον, θυμὸν καὶ ἐπιθυμίαν, τινὲς δὲ δύο, ἄλογον καὶ λογικόν, ὡς Ἀριστοτέλης· ὡς πρὸς τὰ ζῷα γὰρ δύο ἔλεγε ψυχάς· ἡ γὰρ ἄλλη τῶν φυτῶν ἐστι.

“而另一些人则[划分为]具有理性的与无理性的。” 有些人说灵魂的部分有三个,如同柏拉图说理性、激情与欲望;另一些人则说有两个,即无理性的与理性的,如同亚里士多德;因为相对于动物而言他谈到了两种灵魂,因为另一种属于植物。

§3.171

"Κατὰ γὰρ τὰς διαφορὰς δι’ ἃς ταῦτα χωρίζουσι, καὶ ἄλλα φαίνονται." Πάλιν τὸν Πλάτωνα ἐλέγχει. εἰ γὰρ διὰ τὸ πάνυ ἀφίστασθαι, φησί, λέγει μόρια ψυχῆς λόγον, θυμόν, ἐπιθυμίαν, ἔδει τὸ θρεπτικὸν μόριον εἰπεῖν τῆς ψυχῆς· μᾶλλον γὰρ τούτων ἀφέστηκε, καὶ μᾶλλον θυμοῦ καὶ ἐπιθυμίας, ἐπειδὴ ἄμφω μὲν αὗται τῆς ἀλόγου ψυχῆς εἰσι, τὸ δὲ θρεπτικὸν τῆς φυτικῆς· πλέον δὲ ἀφέστηκε τῆς ἀλόγου ἡ φυτικὴ ἢ ἡ φυτικὴ αὐτὴ ἑαυτῆς.2

“因为根据他们据以区分这些部分的差异,其他的也显现出来。” 他又在驳斥柏拉图。他说,如果因为彼此极度疏离,柏拉图就称理性、激情、欲望为灵魂的部分,那么他就本应当称营养能力为灵魂的部分;因为营养能力与这些部分疏离得更远,尤其是与激情和欲望相比,因为这两者都属于无理性灵魂,而营养能力属于植物性灵魂;植物性灵魂与无理性灵魂的疏离程度,大于植物性灵魂内部自身各个部分的疏离程度。

§3.172

"Καὶ τὸ αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως." Τὸ αἰσθητικόν, φησίν, ἤτοι τὴν αἴσθησιν οὔτε ἀλόγου ἄν τις θείη μόνου οὔτε λογικοῦ,3 ἀλλ’ ἀμφοτέρου. διότι μὲν γὰρ ἔξω ἔχει τὸ γνωστὸν ἡ αἴσθησις καὶ κατὰ διάστασιν αὐτὸ οἶδε καὶ μορφωτικῶς καὶ τυπωτικῶς καὶ οὐκ ἐνακούει τῷ λόγῳ ἐν τῷ νομίζειν ποδιαῖον τὸν ἥλιον, κατὰ τοῦτο ἀλόγου ἐστί· καθὸ δὲ αὐτοπτεῖ τὰ πράγματα ὡς ὁ νοῦς, δοκεῖ ἡ αἴσθησις ὑπὸ λόγον ἀνάγεσθαι. ἔστι δὲ καὶ ἄλλως ἐξηγήσασθαι, ὅτι καθὸ μὲν γινώσκει, τῆς λογικῆς ἐστι, καθὸ δὲ πάσχουσα γινώσκει, οὐ δύναται εἶναι τῆς λογικῆς· ἡ γὰρ λογικὴ οὐ πάσχει, ἀλλὰ τῆς ἀλόγου ἐστὶ τὸ πάσχειν.

“以及感觉部分,人们既不容易将它归为无理性的,也不容易将它归为具有理性的。” 他说,感觉部分,也就是感觉,人们既不能将它单独归于无理性灵魂,也不能单独归于理性灵魂,而必须归于两者。因为一方面,就感觉将可知之物置于外部、在距离中认识它、以形式和印痕的方式认识它,并且在认为太阳只有一尺大时并不听从理性而言,在此意义上它是属于无理性灵魂的;但另一方面,就感觉如同理智那样亲眼见证事物而言,感觉似乎又被归结在理性之下。还可以用另一种方式解释:就它认识而言,它属于理性灵魂;但就它是通过受动而认识而言,它不可能属于理性灵魂;因为理性灵魂不受动,而受动是无理性灵魂所特有的。

语法注3 条
  1. 3.168ὃ εἶπεν μεγέθει

    关系代名词 ὃ 指涉前述整个短语(τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ χωριστόν),起到解释性补充作用:“这便是他所说的‘在量度上’”。斐洛波诺斯将亚里士多德原文中的关系与格 μεγέθει 视作转义,等同于“在基底上”(τῷ ὑποκειμένῳ)。

  2. 3.171πλέον δὲ ἀφέστηκε τῆς ἀλόγου ἡ φυτικὴ ἢ ἡ φυτικὴ αὐτὴ ἑαυτῆς

    在比较级句式 πλέον... ἤ(……大于……)中,后半部的比较对象 ἡ φυτικὴ αὐτὴ ἑαυτῆς 带有分离属格(ἑαυτῆς),是浓缩的表达方式,意为“植物性灵魂自身与其自身[各部分]的疏离程度”。它构成了不同灵魂种类间(植物性灵魂与无理性灵魂)的距离大于植物性灵魂内部距离的论证骨架。

  3. 3.172οὔτε ἀλόγου ἄν τις θείη μόνου οὔτε λογικοῦ

    动词 τίθημι 搭配归属或种类的属格(ἀλόγου, λογικοῦ),构成“将……归属于/算作……”之意。结合潜势的 ἄν + 祈愿语气(θείη ἄν),表达可能性判断:“人们不可能将它单独归属于无理性的,也不可能单独归属于理性的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:573.13-574.21