← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§571.31-573.12

灵魂的可分性与对柏拉图部分论的批评

菲洛波庞斯驳斥了亚历山大和普鲁塔克关于灵魂可分性的解释,分析了柏拉图与亚里士多德在灵魂各部分及运动原因问题上的分歧,随后进入对字句的逐词注疏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.167#2

εἰ οὖν μεριστή ἐστιν ἡ ψυχή, καὶ μεμερισμένη ἔσται καὶ οἰχήσεται τὸ ὅλον· φθαρήσεται γὰρ καὶ αὐτὸ τὸ εἶναι κοινὸν ὅλον τῶν μερῶν διαιρεθέντων ἐνεργείᾳ ἀπ’ ἀλλήλων. ἐπὶ δὲ τῶν σωμάτων ἄλλο ἐστὶ τὸ μεριστῷ εἶναι καὶ μεμερισμένῳ. ἐνταῦθα δὲ γεγονότες Ἀλέξανδρος καὶ Πλούταρχός φασιν ὅτι ἐγκαλεῖ τῷ Πλάτωνι Ἀριστοτέλης ὡς διελόντι τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη, ὡς ἂν αὐτὸς ὡς μίαν οὐσίαν εἰς δυνάμεις διαιρῶν·1 βούλεται γὰρ τὴν ψυχὴν μίαν οὐσίαν πολυδύναμον. οὗτοι δὲ ψεύδονται· αὐτὸς γὰρ ἀλλαχοῦ ἔφη μηδέποτε τῶν δυνάμεων τῆς αὐτῆς οὐσίας τὰς μὲν εἶναι φθαρτὰς τὰς δὲ ἀφθάρτους, ἀλλ’ ὁμοίως ἢ ἀφθάρτους πάσας ἢ φθαρτάς. λέγει δὲ τὸν μὲν νοῦν ἀΐδιον, τὴν δὲ ἄλογον φθαρτήν· ὥστε οὖν οὐ μία. κατ’ ἄλλο δὲ ἐγκαλεῖ Πλάτωνι ὡς τὰς δύο ψυχάς, τήν τε λογικήν φημι καὶ τὴν ἄλογον, ὡς μίαν ποιήσαντι, καὶ διελόντι τὴν μίαν ταύτην εἰς τρία, εἰς λόγον, θυμόν, ἐπιθυμίαν· Ἀριστοτέλης δὲ βούλεται τὰς τρεῖς ψυχάς. μήποτε δὲ ἔστιν εἰπεῖν ὑπὲρ Πλάτωνος ὅτι διὰ τοῦτο μέρη ἔλεγε τὰ τρία ταῦτα, διὰ τὸ μίαν ἐμψυχίαν ποιεῖν· ἓν γάρ ἐστι τὸ ἔμψυχον καὶ οὐ τρία. εἶτα καὶ δεύτερον ἐγκαλεῖ τῷ Πλάτωνι, διὰ τί πολλὰ μέρη παρῆκε. καὶ εἴρηται τούτου ἡ ἀπολογία, ὅτι ἐν τῇ Πολιτείᾳ τοῦτο ἐποίησεν, οὐκ ἐν Τιμαίῳ· αὐτῶν γὰρ μόνων ἐκεῖ ἔχρῃζε τῶν τριῶν. εἶτα καὶ τρίτον αὐτῷ ἐνεκάλεσεν, ὅτι διέσχισε τὰ μέρη ταῦτα ἀπ’ ἀλλήλων· ὅσον γὰρ ἐπὶ τούτῳ οὐκ ἔστι ῥᾴδιον εἰπεῖν, τί τὸ κινοῦν· οὐδὲ γὰρ κοινὸν πλέγμα ἔστι τῶν ψυχῶν αὐτὸ εἰπεῖν, τῶν μορίων κεχωρισμένων κατὰ Πλάτωνα· διασπᾷ οὖν τὸ ὀρεκτικόν. εἴρηται δὲ καὶ τούτου ἡ ἀπολογία. καὶ ταῦτα μὲν τὰ τῆς λέξεως. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ συμφέρονται ἀλλήλαις αὗται αἱ δόξαι, αἱ Πλατωνικαὶ καὶ αἱ Ἀριστοτελικαὶ περὶ τοῦ κατὰ τόπον κινητικοῦ. ὁ μὲν γὰρ Πλάτων βούλεται τὸ κράτιστον ὑπάρχον ἐν ἡμῖν ἐκεῖνο εἶναι τὸ κινοῦν· κρεῖττον δὲ ἐν μὲν ἀλόγοις ζῴοις ἡ φαντασία (διὸ καὶ παθητικὸς νοῦς λέγεται ὡς ἔνδον ἔχουσα τὸ γνωστόν), ἐν δὲ λογικοῖς ὁ νοῦς. διὰ τοῦτο οὖν κατ’ αὐτὸν τὰ μὲν ἄλογα ζῷα φαντασία κινεῖ, τὰ δὲ λογικὰ ὁ νοῦς· τὸ γὰρ ἄγον καὶ φέρον τὸ ζῷον δεῖ τὸ κῦρος ἔχειν αὐτοῦ· διὸ δεῖ τὸ κρεῖττον εἶναι τὸ κινοῦν. εἶτα ἐπειδὴ ἀντιπίπτει τοῖς Πλατωνικοῖς, ἡνίκα τὸ πάθος κατακρατεῖ τοῦ λόγου καὶ ἀπάγει ἡμᾶς εἰς αἰσχρὰν ἡδονήν (οὐ γὰρ νοῦς τοῦτο ποιήσει, ἀλλὰ τὸ πάθος), φασὶν ὅτι καὶ τότε μὲν ὁ λόγος ἐστὶν ὁ κινῶν, ἀνδραποδιζόμενος δὲ μηχανᾶται ὁδοὺς τῷ πάθει. συνάγεται δὲ ἐκ τούτου τῷ Πλάτωνι2 ὅτι κατ’ αὐτοὺς οὐ τὸ κρατοῦν ἐστι τὸ κινοῦν· ἰδοὺ γὰρ τὸν κρατούμενον νοῦν εἶπον κινεῖν. καὶ πῶς ἄνω τὸ κρατοῦν εἶπον κινεῖν; Ἀριστοτέλει δὲ δοκεῖ τὸ κινοῦν κατὰ τόπον μὴ εἶναι γνωστικὸν ἰδίωμα, ἀλλὰ ζωτικόν· βούλεται γὰρ τὸ ὀρεκτικὸν εἶναι τὸ κινοῦν· οἰκεῖον γὰρ λέγει τὸ κινοῦν μᾶλλον ζωῇ ἤπερ γνώσει. καὶ ἐπὶ μὲν ἀλόγων ζῴων τὸ ὀρεκτικὸν μόνον τῆς ἀλόγου κινεῖ, ἐπὶ δὲ τῶν λογικῶν ζῴων ποτὲ μὲν τὸ τῆς λογικῆς ὀρεκτικόν, ποτὲ δὲ τὸ τῆς ἀλόγου. ἐπὶ μὲν γὰρ τῶν κατὰ λόγον ζώντων τὸ ὀρεκτικὸν τῆς λογικῆς κινεῖ, ἐπὶ δὲ τῶν πολλῶν ἀνθρώπων καὶ κατὰ τὴν αἴσθησιν ζώντων τὸ ὀρεκτικὸν τῆς ἀλόγου κινεῖ. ὥστε ζωτικὸν ἰδίωμα μᾶλλόν ἐστι τὸ κατὰ τόπον κινοῦν ἤπερ γνωστικόν. νοῦ γὰρ ἰδίωμα τὸ γινώσκειν μόνον, οὐ κινεῖν. ἀντιπράττει γὰρ ὁ νοῦς τῇ κινήσει· οὐ γὰρ συναισθάνονται κινήσεως, ὅπου γε οὐδὲ στάσεως, οἱ περὶ τὰ νοητὰ ἠσχολημένοι· διὸ καὶ Σωκράτης ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ νυχθήμερον στὰς οὐκ ᾔσθετο τῆς στάσεως, διὰ τὸ ἐννοεῖν τι. καὶ ὅτι εἰ ἐκίνει ὁ νοῦς τὸ ζῷον, οὐ πρὸς κακὸν ἂν αὐτοῦ ἐκίνει· εἴπομεν γὰρ ὅτι Θαλῆς ἀστρονομῶν εἰς φρέαρ ἐνέπεσε. τάχα δὲ καὶ κατὰ Ἀριστοτέλην Πλατωνικὴ διάταξις κρατεῖ, ὅτι τὸ κρεῖττον κινεῖ· κρεῖττον γὰρ πασῶν τῶν δυνάμεων ἡ ὄρεξις, εἴ γε τοῦ ἀγαθοῦ ἐστιν. ἐν οἷς ἡ θεωρία.3 Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις. δύο λέγει δυνάμεις ἢ ὡς [τὸ] πρὸς τὸ ζῷον (τοῦτο γὰρ ἄλογον καὶ λογικὸν συνίστησιν) ἢ δύο λέγει δυνάμεις ὡς πρὸς τοὺς ἀρχαίους· ἐκεῖνοι γὰρ μόνον γνωστικὸν ἔλεγον, ὃ εἶπε κριτικόν, καὶ κινητικόν. ἐπεὶ οὖν, φησί, δύο εἰσὶ δυνάμεις, καὶ ἤδη εἴπομεν περὶ τοῦ γνωστικοῦ καὶ τῆς διανοίας καὶ τῆς αἰσθήσεως, ἔλθωμεν καὶ ἐπὶ τὸ κινητικόν.

因此,如果灵魂是可分的,它也将已经被分割,而整体将不复存在;因为一旦诸部分在现实活动中彼此分割开来,诸部分作为共同整体的所是自身也将毁灭。但在物体的情况下,可分与已被分割是两回事。论述至此,亚历山大和普鲁塔克认为,亚里士多德之所以谴责柏拉图,是因为柏拉图将作为整体的灵魂划分为各个部分,正如亚里士多德自己将灵魂作为一个实体划分为诸能力一样;因为他认为灵魂是具有多重能力的一个实体。但他们说错了;因为亚里士多德自己在别处说过,同一实体的诸能力绝不可能一部分是可毁灭的而另一部分是不朽的,而是同样地要么全部不朽,要么全部可毁灭。但他又说理智是永恒的,而非理性[灵魂]是可毁灭的;因此,灵魂并不是单一的。在另一点上,他谴责柏拉图把两个灵魂——我指的是理性灵魂和非理性灵魂——当成了一个,并将这单一者划分为三部分,即理性、激情和欲望;而亚里士多德则坚持有三种灵魂。不过,人们或许可以为柏拉图辩护说:他之所以称这三者为部分,是为了产生一种赋魂状态;因为被赋魂者是一个,而不是三个。接着,第二点,他又谴责柏拉图为何遗漏了许多部分。对此的辩护已经说明:因为他是在《理想国》中这样做的,而不是在《蒂迈欧篇》中;因为他在那里只需要这三个部分。接着,第三点,他也谴责柏拉图将这些部分彼此撕裂开来;因为就这一点而言,要说明什么是推动者绝非易事;因为既然按照柏拉图的观点诸部分彼此分离,就甚至不能说推动者是诸灵魂的共同编织物;因此他撕裂了欲求能力。对此的辩护也已经说明。以上是关于文本字句的讨论。 但如果必须道出真相,关于空间运动推动者的这些见解——即柏拉图主义的见解与亚里士多德的见解——是互不相符的。因为柏拉图认为,在我们之中作为最强有力的那个存在才是推动者;在无理性动物中更优越的是表象(正因如此,它也被称为受动理智,因为它在内部拥有被认识之物),而在有理性者中则是理智。因此在他看来,表象推动无理性动物,而理智推动有理性动物;因为引导和运载动物者必须拥有对它的支配权;因此更优越者必须是推动者。接着,每当激情压倒理性并把我们带入可耻的享乐时(因为理智不会做这事,而是激情在做),柏拉图主义者便面临反驳,于是他们说,即使在那种情况下推动者也依然是理性,只是它被奴役了,因而为激情谋划道路。然而由此对柏拉图而言得出的结论是:按照他们的说法,进行推动的并非支配者;看哪,他们竟然说被支配的理智在推动。那么他们刚才又怎能说是支配者在推动呢? 而对亚里士多德来说,在空间上引起运动的能力并不是一种认识性的固有特征,而是一种生命性的固有特征;因为他认为欲求能力才是推动者;因为他说推动者更属于生命,而非属于认识。在无理性动物身上,只有非理性灵魂的欲求能力引起运动;而在有理性动物身上,有时是理性灵魂的欲求能力引起运动,有时则是非理性灵魂的[欲求能力]引起运动。因为在依照理性生活的人身上,理性灵魂的欲求能力引起运动;而在大众以及依照感觉生活的人身上,非理性灵魂的欲求能力引起运动。因此,在空间上引起运动的能力与其说是认识性的,不如说是生命性的固有特征。因为理智的固有特征仅仅在于认识,而不在于推动。因为理智对抗运动;专注于可知事物的那些人,由于根本不曾觉察到静止,因而也没有觉察到运动;所以苏格拉底在代利翁战役中站立了一昼夜,由于在沉思某事,竟没有觉察到自己的站立。而且,如果理智推动动物,它就不会把动物推向对它有害的坏事;因为我们已经说过,泰勒斯在仰望星空时掉进了井里。但或许依照亚里士多德,柏拉图式的等级秩序仍然成立,即更优越者引起运动;因为如果欲求是指向善的,那么欲求便优越于所有能力。一般的义理探讨便在于这些内容。 “既然灵魂是由两种能力所规定的,”他说“两种能力”,要么是相对于动物而言(因为非理性者与理性者构成了它),要么是相对于古人而言说“两种能力”;因为他们只谈到了认识能力(即他所说的辨别能力)与推动能力。他说,既然存在这两种能力,而且我们已经讨论了认识能力以及理智思考和感觉,那么让我们也转向推动能力。

语法注3 条
  1. 3.167ὡς διελόντι τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη, ὡς ἂν αὐτὸς ὡς μίαν οὐσίαν εἰς δυνάμεις διαιρῶν

    包含多个 ὡς 的复合结构。第一个 ὡς 引出与格分词 διελόντι 的原因(“因为将……”),其后的 ὡς ὅλον 表示方式(“作为整体”)。随后的 ὡς ἄν 引导虚拟比较(“就好像他自己……那样”),与主语亚里士多德一致的主格分词 διαιρῶν 相连;紧随其后的 ὡς μίαν οὐσίαν 意为“作为单一实体”。

  2. 3.167συνάγεται δὲ ἐκ τούτου τῷ Πλάτωνι

    无人称动词 συνάγεται 与与格 τῷ Πλάτωνι 连用,表示“对柏拉图(的论点)而言得出了……这一推论”(关涉与格)。随后的 ὅτι 从句表达了推论的具体内容。

  3. 3.167ἐν οἷς ἡ θεωρία

    古代注疏中的程式化表达,省略了系动词 ἐστί:“在这些之中乃是一般探讨(theoria)”,标志着从整体义理阐述(theoria)转向对字句的逐词注疏(lexis)的分界。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:571.31-573.12