- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:570.9-571.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德于《论灵魂》卷三第九章(432a15)开始探讨动物的空间运动能力之际,斐洛庞奴斯回顾了第一卷对自然哲学家们的批判并解释了论述诸灵魂能力的顺序原因,阐明了作为动力因的欲求之性质,并探讨了灵魂是借由部分(如柏拉图的划分)还是借由能力引起运动的问题。
" Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν." Εἰ μεμνήμεθα, κατ’ ἀρχὰς τῆς παρούσης ἐλέγετο πραγματείας ὅτι πάντες οἱ φυσικοὶ δύο τούτοις ὁρίζονται τὴν ψυχήν, τῷ τε γνωστικῷ καὶ τῷ κατὰ τόπον κινητικῷ· πρὸς ταῦτα γὰρ ἀπεῖδον. καὶ ἀπεδέχετο μὲν αὐτούς, διότι ἀπὸ τῶν ἐνεργειῶν τὴν οὐσίαν τῆς ψυχῆς ἐθήρευον, ὥσπερ καὶ δεῖ· καὶ αὐτὸς γὰρ οὕτως ποιεῖ· ἀπεβάλλετο δὲ αὐτοὺς πρῶτον μέν, ὅτι τὴν φυτικὴν ψυχὴν παρῆλθον· αὕτη γὰρ οὔτε κινεῖ τι κατὰ τόπον οὔτε γινώσκει· καὶ ὅτι ἐντεῦθεν ἐπὶ ψευδεῖς ἐννοίας ἐτράπησαν· ᾤοντο γὰρ τὴν ψυχὴν κινεῖσθαι. ἐπειδὴ γὰρ ἐναργῶς ἑώρων ὅτι ἡ ψυχὴ κινεῖ τὸ σῶμα, ὑπελάμβανον ὅτι κινουμένη κινεῖ καὶ διὰ τοῦτο πᾶν κινοῦν ἔλεγον καὶ κινεῖσθαι. καὶ εἰς ἄλλο δὲ ἥμαρτον κατὰ τὸ γνωστικόν· ἐνόμιζον γὰρ τὴν ψυχὴν ἐκ πάντων τῶν ὄντων συγκεῖσθαι, ἵνα ἐκ τῶν ἀρχῶν συγκειμένη οἷον ὁμήρους ἔχουσα αὐτῶν γινώσκῃ αὐτά. οὕτω γὰρ καὶ τὸ Ἐμπεδόκλειον ἔπος· φησὶ γὰρ ‘γαίῃ γαῖαν ὀπώπαμεν’. καταγνοὺς οὖν αὐτὸς τῶν φυσιολόγων καὶ διὰ ταῦτα προσθεὶς τὸν περὶ φυτικῆς ψυχῆς λόγον, διαλεχθεὶς δὲ καὶ περὶ τοῦ γνωστικοῦ τῆς ψυχῆς, ἐντεῦθεν καὶ περὶ τοῦ κατὰ τόπον κινητικοῦ διαλέγεται, ὃ ἔδει μὲν προτάξαι τῆς λογικῆς,1 ἐπειδὴ πανταχοῦ τὰ καθολικώτερα προέταξεν· ἀλλ’ ἐπειδὴ χρείαν εἶχε τῆς διεξόδου τῶν τριῶν ψυχῶν ἐν τῇ διδασκαλίᾳ τοῦ κατὰ τόπον κινητικοῦ πρὸς τὸ εἰπεῖν τί ἐστι καὶ τί οὐκ ἔστι, διὰ τοῦτο νῦν αὐτοῦ ἐμνήσθη. ἵνα γὰρ διδάξῃ ὅτι οὐκ ἔστιν φυτικὴ ψυχή, οὐκ ἄλογος, οὐχ ὁ νοῦς ἢ ἁπλᾶ νοῶν ἢ σύνθετα, ἢ φαντασίᾳ χρώμενος ἢ ἄνευ φαντασίας, προεμνήσθη τούτων. ἀλλὰ μὴν καὶ πρὸς τὸ τί ἐστιν αὐτῷ συμβάλλεται τὰ προειρημένα· βούλεται γὰρ δεῖξαι ὅτι τὸ κινοῦν ἐν μὲν λογικοῖς τὸ κοινὸν ἀλόγου καὶ λογικῆς, ἐν ἀλόγοις δὲ μόνον τὸ τῆς ἀλόγου. ἡνίκα δέ φησιν Ἀριστοτέλης τὸ ὀρεκτικὸν κινεῖν, οὐχ ὡς τελικὸν αὐτὸ αἴτιον λέγει, ἀλλ’ ὡς ποιητικόν· καὶ τοῦτο δῆλον, ἐπειδὴ ζητῶν τί τὸ κινοῦν φησιν ὅτι ἢ νοῦς ἐστιν ἢ ὄρεξις· ὁ δὲ νοῦς ποιητικός ἐστι καὶ οὐ τελικός † οὐδὲ ἄνευ κινήσεως δὲ οὔτε δύναται εἶναι τελικός. τοὐναντίον γὰρ ἡνίκα κατὰ νοῦν ἐνεργῶμεν, τῆς κινήσεως ἐκτρεπόμεθα· διὸ Θαλῆς ἀστρονομῶν εἰς φρέαρ ἔπεσεν. ὥστε ὡς ποιητικὸν λέγει τὴν ὄρεξιν κινεῖν· ἄλλο γὰρ ποιητικὸν συνῆψεν αὐτῇ· καὶ ὅτι τὸ ὀρεκτικὸν οὐκ ἔστι τέλος, ἀλλὰ τὸ ὀρεκτόν. ζητεῖ οὖν Ἀριστοτέλης περὶ τοῦ κατὰ τόπον κινοῦντος ἆρα μέρει κινεῖ ἡ ψυχὴ ἢ ὅλη αὐτὴ κινεῖ. τοῦτο εἰσάγει, ὅτι ὡς οὐσία εἰς δυνάμεις διαιρεῖται· ἡ γὰρ δύναμις δι’ ὅλης φοιτᾷ τῆς οὐσίας· ἡ γὰρ εὐωδία τοῦ μήλου, δύναμις αὐτοῦ οὖσα, ἐξ ὅλου ὡς ὅλου προέρχεται, καὶ οὐχ ὡδὶ μὲν τοῦ μήλου ἐστὶν ἡ εὐωδία, ὡδὶ δὲ οὐκ ἔστιν, ἀλλ’ ἐν ὅλῳ ὡς ὅλῳ ἐστίν. καὶ κατὰ τοῦτο διαφέρει δύναμις μέρους, ὅτι ἡ μὲν δύναμις, ὡς εἴπομεν, δι’ ὅλης τῆς οὐσίας κεχώρηκε, τὸ δὲ μέρος οὐκ ἔστιν ἐν ὅλῃ τῇ οὐσίᾳ, ἀλλ’ ἔν τινί ἐστι τῆς οὐσίας, εἴ γε μέρος αὐτῆς ἐστι, καὶ ὅτι ἡ μὲν δύναμις οὐκ ἔστιν οὐσία, τὸ δὲ μέρος οὐσία ἐστίν, εἴ γε τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν, ὡς ἐν Κατηγορίαις ἔγνωμεν. πότερον οὖν μέρει κινεῖ ἡ ψυχὴ ἢ δυνάμει; καὶ εἰ μέρει, ἆρά τινι τῶν εἰωθότων λέγεσθαι (εἰωθότα δὲ λέγει τὰ παρὰ Πλάτωνι τρία μέρη, λόγον, θυμόν, ἐπιθυμίαν) ἢ ἄλλῳ παρὰ ταῦτα; καὶ εἰ ἄλλῳ, ἆρα ἑτέρῳ ὄντι τούτων ἐπινοίᾳ μόνῃ ἢ καὶ ἐπινοίᾳ καὶ ὑποκειμένῳ; Πλάτωνι μὲν γὰρ ἕπεται λέγειν ὅτι μέρει κινεῖ ἡ ψυχή· πολυμερῆ γὰρ αὐτὴν εἶναι βούλεται· καὶ τὸ κατὰ τόπον κινοῦν ἕτερον εἶναι παρὰ λόγον, θυμόν, ἐπιθυμίαν· οὐδενὶ γὰρ τούτων ταὐτὸν εἶπε τὸ κατὰ τόπον κινοῦν, ἀλλ’ ἕτερον, ἕτερον δὲ οὐ μόνον ἐπινοίᾳ, ἀλλὰ καὶ τῷ ὑποκειμένῳ. οὐδὲ γὰρ ταὐτὰ βούλεται εἶναι τῷ ὑποκειμένῳ τὰ μέρη τῆς ψυχῆς, διορίζων αὐτὰ τόπῳ. διὸ καὶ τρία ταῦτα ἐγκαλεῖ Πλάτωνι, ἓν μὲν τὸ τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη διαιρεῖν· οὐδὲ γὰρ δυνατόν ἐστιν εἰς μέρη αὐτὴν διαιρεῖσθαι. ἐπὶ γὰρ τῶν ἀσωμάτων τὸ αὐτό ἐστι μεριστῷ καὶ μεμερισμένῳ εἶναι·2 οὐδὲ γὰρ ἀναμένει τὰ ἀσώματα χρόνον τινὰ ἢ τομὴν τοῦ διεξιόντος.
“既然动物的灵魂是由两种能力所规定的,即辨别能力——这是理智思考和感觉的作用——以及引起空间运动的能力,”如果我们还记得,在本论著的开头就曾说过,所有的自然哲学家都用这两样东西来规定灵魂,即认识性的东西和在空间上引起运动的东西;因为他们着眼于这些。一方面,他接受了他们,因为他们按照应有的方式从活动中探寻灵魂的实体;因为他自己也这样做。但另一方面,他排斥了他们:首先是因为他们忽略了植物性灵魂;因为这一灵魂既不在空间上移动任何事物,也不进行认识;其次是因为他们由此偏向了虚妄的概念;因为他们认为灵魂本身处于运动中。因为他们既然清楚地看到灵魂移动身体,就设想它是在被移动的同时移动身体的,正因如此,他们说一切推动者也都在被移动。他们在认识性方面还犯了另一个错误;因为他们认为灵魂是由所有存在物组成的,以便它由这些本原组成,就仿佛握有它们的人质一样来认识它们。因为恩培多克勒的诗句也是如此说的;他说“我们借由土得见土”。因此,[亚里士多德]自己谴责了自然哲学家们,并出于这些原因增补了关于植物性灵魂的论述,在讨论了灵魂的认识性方面之后,接着讨论在空间上引起运动的能力。这一能力原本应当置于理性能力之前,因为他在所有地方都将更具普遍性的东西置于首位;但由于他在关于空间运动能力的教学中需要详尽考察这三种灵魂,以便说明它是什么和它不是什么,因此他现在提到了它。因为为了阐明它不是植物性灵魂,也不是非理性灵魂,也不是理智(无论理智是思考单纯之物还是复合之物,无论是借助表象还是脱离表象),他预先提到了这些。不仅如此,前述内容对他〔说明〕它是什么也有所助益;因为他希望表明,推动者在有理性者身上是非理性[灵魂]和理性[灵魂]所共有的,而在无理性者身上则仅属于非理性[灵魂]。当亚里士多德说欲求能力引起运动时,他并不是把它作为目的因而说的,而是作为动力因而说的;这一点很明显,因为在探讨什么是推动者时,他说它要么是理智,要么是欲求;而理智是动力性的而非目的性的[……]不可能作为目的因存在。恰恰相反,每当我们依照理智活动时,我们都会避开运动;因此泰勒斯在仰望星空时掉进了井里。因此他说欲求作为动力因而引起运动;因为他把另一种动力因与它结合在一起,并且因为欲求能力不是目的,被欲求之物才是目的。因此,亚里士多德就空间运动的推动者探讨:灵魂究竟是借由某个部分引起运动,还是其自身作为整体引起运动?他提出了这样一个观点:灵魂作为实体被划分为诸能力;因为能力贯穿实体的整体;因为苹果的香气作为苹果的一种能力,是从作为整体的全体中散发出来的,并不是说香气在苹果的这一部分而不在那一部分,而是在作为整体的全体之中。在这方面,能力不同于部分:正如我们所说,能力渗透了整个实体,而部分不在整个实体之中,而是在实体的某一部分之中(如果它确实是实体的部分的话);并且能力不是实体,而部分是实体(如果确实如我们在《范畴篇》中所知,实体的各部分也是实体的话)。那么,灵魂究竟是借由部分还是借由能力引起运动?如果是借由部分,是借由那些习惯上提到的部分(所谓习惯上提到的,他指的是柏拉图那里的三个部分:理性、激情、欲望),还是除这些之外的另一个部分?如果是另一个部分,它是仅在概念上不同于这些,还是在概念和底层承载者上都不同?因为对于柏拉图而言,顺理成章的结论是灵魂借由部分引起运动;因为他认为灵魂是由多部分组成的,并且空间上的推动者是不同于理性、激情和欲望的;因为他说空间上的推动者与这些之中的任何一个都不是同一的,而是不同的,并且不仅在概念上不同,而且在底层承载者上也不同。因为他认为灵魂的各部分在底层承载者上不是同一的,而是按空间对它们加以区分。因此,他也对柏拉图提出了这三点指责:其一,将作为整体的灵魂划分为各个部分;因为灵魂甚至不可能被划分为诸部分。因为对于非物体性的事物来说,可分的与已被分割的是同一回事;因为非物体性的事物不会等待任何时间,也不会等待穿过之物的切分。
- 3.167ὃ ἔδει μὲν προτάξαι τῆς λογικῆς
未完成过去时无人称动词 ἔδει 不带 ἄν 表达本应发生却未发生的事实(“本应当置于首位”)。它指出了按照普遍性原则(从普遍到特殊)亚里士多德本应在理性灵魂之前讨论空间运动能力,而紧随其后的 ἀλλ’ ἐπειδὴ... διὰ τοῦτο 则给出了改变这一顺序的实际理由(需要先详述三种灵魂以说明其所是与所不是)。
- 3.167τὸ αὐτό ἐστι μεριστῷ καὶ μεμερισμένῳ εἶναι
在 τὸ αὐτό ἐστι 之后的两个与格 μεριστῷ 和 μεμερισμένῳ 受到包含不定词 εἶναι 的句式吸引,构成表示本质属性的结构:“对于非物体而言,可分的(μεριστόν)与已被分割的(μεμερισμένον)是同一回事”。这表明非物体性实体不能像物体那样具有潜在的可分性并在时间进程中等待切分,二者在本质上不可分离。
