← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§569.3-570.8

理智对表象的伴随与无质料形式的认识

菲洛波诺斯注解了亚里士多德《论灵魂》432a8–13,探讨了理智对表象意象的伴随(第二个支持性论证)、“没有质料”的归属,以及关于单纯对象真伪与表象及理智关系的疑难(第三个支持性论证及其反驳),并结束了本篇讲课。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.163

" Ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν." Ἐπειδὴ εἶπεν ὅτι τὰ εἴδη τῶν νοητῶν ἐν τοῖς αἰσθητοῖς ἐστι, διὰ τοῦτο, φησίν, ἐπάναγκές ἐστι τὸν νοῦν ἅμα φάντασμά τι θεωρεῖν, τουτέστιν ὀργάνῳ τῇ φαντασίᾳ * * εἴ γε1 καὶ ποιητική ἐστιν αὐτῆς ἡ αἴσθησις· ὥστε κἂν φαντασίᾳ εἴπωμεν κἂν αἰσθήσει ὅτι κέχρηται, ταὐτόν ἐστι. διὰ τούτων δὲ τὴν δευτέραν συνηγορίαν λέγει ὅτι ὁ νοῦς ἅμα φαντασίᾳ ἐνεργεῖ, ἡ δὲ φαντασία οὐκ οἶδε τὰ ἄυλα εἴδη· οὔτε ὁ νοῦς ἄρα.

“并且当人进行观照时,必然同时观照着某种表象意象。” 既然他说可理知对象的形相存在于感觉事物之中,他说,正因如此,理智必然同时观照某种表象意象,也就是把表象用作工具[……],尤其是如果感觉还是表象的产生者的话;因此,无论我们说理智使用了表象还是使用了感觉,都是一回事。他借由这些话提出了第二个支持性论证,即理智与表象一同运作,而表象不认识非质料的形相,因此理智也不认识。

§3.164

"Πλὴν ἄνευ ὕλης." Ἐπειδὴ εἶπεν ὅτι φαντάσματα οἷον αἰσθήματά ἐστι, φησὶν ὅτι ἄνευ τῆς ὕλης· αἱ μὲν γὰρ αἰσθήσεις περὶ τὰ ἔνυλα ἐνεργοῦσιν, ἡ δὲ φαντασία περὶ τὰ εἴδη μόνον. τινὲς δὲ τὸ πλὴν ἄνευ ὕλης τῷ νῷ φασιν αὐτὸν συνάπτειν· ἐπειδὴ γὰρ εἶπεν ὅτι κἂν φαντασίᾳ κἂν αἰσθήσει εἴπῃς κεχρῆσθαι τὸν νοῦν, ταὐτόν ἐστι, φησὶν ὅτι πλὴν ὁ νοῦς τὸ ἄνευ ὕλης γινώσκει.

“只是没有质料。” 既然他说表象意象类似于感觉经验,他说,没有质料;因为感觉围绕包含质料的事物运作,而表象则仅围绕形相运作。但有些人说他把“只是没有质料”连结于理智;因为既然他说无论你说理智使用表象还是使用感觉都是一回事,他说,只是理智认识没有质料的对象。

§3.165

"Ἔστι δ’ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως." Περὶ γὰρ τὰ ἁπλᾶ καταγίνεται, ὅθεν καὶ ἀμερής ἐστι περὶ ὅρους καταγινομένη. διὸ ὑπαρκτική ἐστιν ἐν αὐτῇ ἀλήθεια, οὐκ ἐν συνθέσει. εἰ οὖν μήτε ἀληθεύει μήτε ψεύδεται ὡς μήτε καταφάσκουσα μήτε ἀποφάσκουσα, ὁμοίως δὲ καὶ ὁ νοῦς οὔτε ἀληθεύει οὔτε ψεύδεται κατὰ τὴν συνηγορίαν, τί οὖν διοίσει τὰ πρῶτα νοήματα, ὅ ἐστι τὰ ἁπλᾶ, φαντάσματα εἶναι;2 ὡς καὶ τὸν νοῦν φαντασίαν εἶναι. ἰστέον δὲ ὅτι ὁ νοῦς καὶ ἡ φαντασία καὶ αἴσθησις ὑπαρκτικὴν ἔχουσι τὴν ἀλήθειαν καὶ ὁρικῶς γινώσκουσιν.

“但表象不同于肯定与否定。” 因为它是围绕单纯之物展开的,因此也是不可分的,因为它围绕定义展开。所以存在于其中的真理是实在性的,而不是在结合中的真理。因此,如果表象既非肯定也非否定,因而既不为真也不为假,同样按照支持性论证,理智也既不为真也不为假,那么第一级思想对象(即单纯之物)作为表象意象存在,以至于理智也就是表象,这又会有什么区别呢?但应当知道,理智、表象与感觉都具有实在性的真理,并且是定义性地进行认识的。

§3.166

"Ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων." Ταῦτα τὰ ῥητὰ ἀνατροπή ἐστι τῆς τρίτης συνηγορίας. τρεῖς γὰρ εἰπὼν συνηγορίας τὴν τρίτην μόνην ἀνατρέπει λέγων ‘μήποτε οὐδὲ τὰ ἄλλα φαντάσματα νοήματά εἰσι’.3 ποῖα δὲ λέγει τὰ νοήματα; ἃ εἴπομεν ἁπλᾶ εἶναι καὶ διὰ τοῦτο ἐοικέναι τῇ φαντασίᾳ. ἀλλ’ οὐκ ἄνευ, φησί, φαντασμάτων, τουτέστιν ἀλλ’ οὐ χωρίς εἰσι φαντασίας· ὥστε διὰ φαντασίας γίνονται τὰ νοήματα, οὐ μὴν ταὐτόν ἐστι φαντασία καὶ νοῦς. πλὴν ὅμως, φησίν, ἡνίκα τὰ πρῶτα νοήματα νοῇ, οὐ κέχρηται ὀργάνῳ τῇ φαντασίᾳ, ἐπὶ δὲ τῶν δευτέρων καὶ τρίτων κέχρηται. ἀλλ’ οὖν οὐ ταὐτόν ἐστι φάντασμα καὶ νόημα· τὸ μὲν γὰρ φάντασμα ἔνυλόν πώς ἐστι, τὸ δὲ νόημα ἄυλον. ἰστέον δὲ ὅτι ἐν τῇ θεωρίᾳ καὶ ἄλλα τινὰ ἐκινήσαμεν, ἀλλ’ ἐπειδὴ ἐπιπολαίως αὐτὰ ἐθεωρήσαμεν, ἔδοξεν ἄνωθεν ἀναλαβεῖν τὸν λόγον· παλινδρομεῖν γὰρ κρεῖττον ἢ παρελθεῖν τι. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“或者甚至其他东西也不是表象意象,但并非没有表象意象。” 这些话是对第三个支持性论证的驳斥。因为在提出了三个支持性论证之后,他仅驳斥了第三个,他说“或许甚至其他思想对象也不是表象意象”。而他指的是哪些思想对象呢?就是我们说过的那些单纯的、并因此类似于表象的对象。他说,但并非没有表象意象,也就是说,它们并非脱离表象;因此思想对象是通过表象而产生的,然而表象与理智绝不是同一回事。他说,但尽管如此,当它思考第一级思想对象时,并不把表象用作工具,但在第二级和第三级思想对象上则确实使用它。无论如何,表象意象与思想对象并非同一回事;因为表象意象在某种意义上是包含质料的,而思想对象是非质料的。应当知道,在通论考察中我们还提出过某些其他论点,但由于我们当时考察得较为肤浅,所以决定从头重新拾起这一讨论;因为折返重复比遗漏任何内容都要更好。至此,讲课在上帝的护佑下圆满结束。

语法注3 条
  1. 3.163ὀργάνῳ τῇ φαντασίᾳ * * εἴ γε

    抄本在 ὀργάνῳ τῇ φαντασίᾳ 之后存在脱文( )。根据上下文以及前文关于理智将表象作为工具使用的论述(如 §3.160),此处应脱落了一个不定词如 χρῆσθαι(意为“[使用]”)。

  2. 3.165τί οὖν διοίσει τὰ πρῶτα νοήματα, ὅ ἐστι τὰ ἁπλᾶ, φαντάσματα εἶναι; ὡς καὶ τὸν νοῦν φαντασίαν εἶναι.

    短语 τί διοίσει 构成修辞性反问(“有什么区别呢……”),其主语内容由带不定词的宾格短语(τὰ πρῶτα νοήματα ... φαντάσματα εἶναι)承载。接续的 ὡς 表示结果,引出“以至于理智也就成为表象”这一推论结果。

  3. 3.166μήποτε οὐδὲ τὰ ἄλλα φαντάσματα νοήματά εἰσι

    这里的 μήποτε 作副词用,表示委婉的主张或推测(“或许不……”),释述了亚里士多德原文中的 Ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα。在句法上,它构成了对前述将思想对象等同于表象意象之论点的委婉否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:569.3-570.8