← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§56.30-57.36

四门学科在质料、形式与原因定义上的差异

斐洛波诺斯补充论述了天体如何进一步模仿理智,随后详细阐述了四种学科(自然学、具体技术、辩证术与数学)在根据质料、形式与原因给出定义时的不同方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#2

καὶ ἄλλως μιμεῖται τὸν νοῦν ἀμερῶς πανταχοῦ ὄντα· ὡς οὖν ἐκεῖνος ἅμα πανταχοῦ ἐστιν, οὕτως ὁ οὐρανὸς πανταχοῦ γίνεται. τῷ οὖν πανταχοῦ γίνεσθαι τὸ πανταχοῦ ὂν μιμεῖται· τελείωσις γὰρ τῶν χειρόνων ἡ πρὸς τὰ ὑπέρτερα ἐπιστροφή τε καὶ ἐξομοίωσις. οὕτω μὲν οὖν ὁ φυσικὸς πάντων τῶν φυσικῶν ἀποδίδωσι καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ αἴτιον, καὶ διὰ τοῦτο τὸν ὁρισμὸν ἀποδίδωσιν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τῆς αἰτίας δι’ ἣν ἔστι τὸ εἶδος ἐν τῇ ὕλῃ. Ὁ δὲ κατὰ μέρος τεχνίτης ἔχει μὲν καὶ αὐτὸς περὶ πάντα ταῦτα, διαφέρει δὲ τοῦ φυσικοῦ, ὅτι περὶ μερικόν τι καταγίνεται πρᾶγμα, οἷον ὁ ἰατρὸς περὶ τὰ ἀνθρώπινα σώματα, ὁ τέκτων περὶ λίθους καὶ ξύλα. ἀποδώσει δὲ καὶ οὗτος τὸν ὁρισμὸν περιλαμβάνων καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν αἰτίαν. διαφέρει δὲ καὶ ταύτῃ τοῦ φυσικοῦ, ὅτι ὁ μὲν κατὰ μέρος τεχνίτης τὰς προσεχεῖς αἰτίας ἀποδίδωσι μόνας, ὁ δὲ φυσικὸς καὶ τὰς πρώτας, οἷον αἰτιάσεται τῆς γενέσεως καὶ φθορᾶς ὁ ἰατρὸς τὴν συμμετρίαν τῶν χυμῶν καὶ τῆς τούτων συμμετρίας τὰ στοιχεῖα, ὁ δὲ φυσικὸς καὶ ἐπέκεινα χωρήσει καὶ ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος. δεῖ γὰρ καὶ τὸν κατὰ μέρος τεχνίτην εἰδέναι καὶ τὴν αἰτίαν. “ἐγὼ γάρ”, ὁ Πλάτων φησίν, “τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”.1 Ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας· περὶ ταῦτα γὰρ καταγίνεται· καὶ ταύτην οὐχ ὡς αἰτίαν σκοπῶν, ἀλλ’ ἁπλῶς ὡς πρᾶγμά τι ἢ εἶδος, οἷον ὅτι ὁ θυμὸς ὄρεξίς ἐστιν ἀντιλυπήσεως. ἐνταῦθα οὐδαμοῦ τῆς οὐσίας τοῦ θυμοῦ ἔννοιαν ἡμῖν δέδωκεν, ἀλλὰ μόνην τὴν αἰτίαν εἶπε δι’ ἣν ἐστιν· ἵνα γὰρ ἀντιλυπήσῃ τὸν προλυπήσαντα· καὶ διὰ τοῦτο κενὸν αὐτόν φησιν εἶναι, διότι τοῦ πράγματος οὐκ ἐφάπτεται. ὅτι δὲ καὶ τὴν αἰτίαν λέγων οὐχ ὡς αἰτίαν αὐτὴν ἀποδίδωσιν ἀλλ’ ἁπλῶς ὡς πρᾶγμά τι, δῆλον ἐξ ὧν τοῦ αἰτιατοῦ οὐκ ἐμνήσθη.2 αἰτιατὸν δὲ τῆς ὀρέξεως ἡ ζέσις τοῦ περικαρδίου αἵματος· ἐπειδὴ γὰρ βούλεται ἀντιλυπῆσαι, διὰ τοῦτο κινεῖ τὸ περικάρδιον αἷμα. ὥστε εἰ ὁ μὲν διαλεκτικὸς ὁρισμὸς τὸ αἴτιον λέγων οὐ μέμνηται τοῦ αἰτιατοῦ, πᾶσα δὲ ἀνάγκη τὸν περὶ τοῦ αἰτίου διαλεγόμενον καὶ τοῦ αἰτιατοῦ μνησθῆναι (ταῦτα γὰρ τῶν πρός τι), δῆλον ἄρα ὅτι οὐχ ὡς αἰτίας μέμνηται τῆς αἰτίας, ἀλλ’ ὡς εἶπον ὡς πράγματος. Ὁ δὲ μαθηματικὸς καὶ αὐτὸς καταγίνεται περὶ τὰ εἴδη τὰ ἀχώριστα τῆς ὕλης, οὐ πάντα ἀλλ’ ὅσα δυνατὰ τῇ ἐπινοίᾳ χωρίζεσθαι· ταῦτα δ’ ἐστὶ τὰ καλούμενα κοινὰ αἰσθητά, οἷον μεγέθη καὶ σχήματα. σαρκὸς γὰρ εἶδος καὶ ὀστοῦ καὶ τῶν τοιούτων οὐδὲ κατ’ ἐπίνοιαν χωρισθῆναι τῆς ὕλης δύναται· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποιεῖται ἡ σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ἀφαιρουμένης δὲ τῆς ὕλης καὶ αὐτὰ συναφῄρηται. ἀποδίδωσιν οὖν ὁ μαθηματικὸς τῶν καθ’ αὑτὰ τῶν εἰδῶν τῶν ἐξ ἀφαιρέσεως3 τοὺς ὁρισμοὺς οὐχ ὑπολογιζόμενος ὕλην, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ἀποδιδούς.

而且在另一方式上,[天体]也模仿着无部分地无处不在的理智;正如理智同时无处不在,天体也以此方式生成于每一处。因此,通过生成于每一处,它模仿着无处不在者;因为向更上位者的回转与同化,乃是较下位者的圆满。因此,自然哲学家就这样给出所有自然事物的质料、形式与原因,并为了这个缘故,由质料、形式以及形式借以处于质料之中的原因来给出定义。 另一方面,具体的工匠自己虽然也涉及这一切,但他与自然哲学家的不同之处在于,他从事于某种具体的事物,例如医生从事于人体,建筑匠从事于石料与木料。这位工匠在给出定义时,也将包括质料、形式与原因。他在这点上也与自然哲学家不同:具体的工匠只给出直接的原因,而自然哲学家则还给出最初的原因;例如医生将生成与毁灭的原因归于体液的均等,将这些体液均等的原因归于元素,但自然哲学家则还要进一步走向质料与形式。因为具体的工匠也必须认识原因。“因为我”,柏拉图说,“并不把无理性的事情称为技术”。 而辩证家将由形式与原因来给出定义;因为他从事于这些;并且他考察原因不是将其作为原因,而仅仅是作为某种事情或形式;例如愤怒是报复的渴望。在这里,他根本没有给予我们关于愤怒实体的观念,而仅仅说明了愤怒借以存在的原因;因为其目的在于报复那先行施加痛苦者。为了这个缘故,〔亚里士多德〕说他是空洞的,因为他未触及事情本身。而且,他在说明原因时并未将其作为原因给出,而仅仅作为某种事情,这一点从他没有提及被引起的事项来看是显而易见的。渴望所引起的后果,就是心脏周围血液的沸腾;因为由于想要报复,为了这个缘故他动荡了心脏周围的血液。因此,如果辩证式的定义在说明原因时未提及被引起的结果,而讨论原因者必须绝对必然地也提及被引起的结果(因为这属于关系者),那么这就清楚地表明,他并不是将原因作为原因来提及,而是如我所说,作为一件事情来提及。 数学家自己也从事于不可脱离质料的形式,但并非所有形式,而仅限于那些能够在思想中被分离的形式;这些就是所谓的共同感觉对象,例如大小与形状。因为肌肉、骨骼和诸如此类事物的形式,哪怕在思想中也不能脱离质料而被分离;因为柔软、湿润、发红以及肌肉借以形成形式的其他属性,一旦被思维,就有其特有的质料一同被思维,而质料一旦被抽离,它们自身也随之一同被抽离。因此,数学家给出的是经由抽离而得的就其自身的形式的定义,不计入质料,而是就其自身给出它们。

语法注3 条
  1. 1.39τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα

    引自柏拉图《高尔吉亚篇》465a。表示称呼的动词 καλῶ 支配双重宾格:吸收了先行词的关系代词从句 ὃ ἂν ᾖ ἄλογον πρᾶγμα(“凡为无理性的事情者”)作为直接宾格宾语,而名词 τέχνην 则作述语宾格。

  2. 1.39δῆλον ἐξ ὧν τοῦ αἰτιατοῦ οὐκ ἐμνήσθη

    介词短语 ἐξ ὧν 是先行词 τούτων 被省略并融合进关系代词 ὧν 的紧缩构词,相当于“从……这一事实中显明”。动词 μιμνῄσκομαι(此处为不定过去时被动形 ἐμνήσθη)表示提及或回忆,按语法要求支配属格补足语(τοῦ αἰτιατοῦ)。

  3. 1.39τῶν καθ’ αὑτὰ τῶν εἰδῶν τῶν ἐξ ἀφαιρέσεως

    冠词重复的限定性修饰结构。对于名词 εἰδῶν,前置的冠词短语 τῶν καθ’ αὑτὰ(“就其自身的”)和后置的介词短语 τῶν ἐξ ἀφαιρέσεως(“出自抽象的”)并列限定修饰该名词。在句法上,整个属格短语依附于 τοὺς ὁρισμοὺς 作为宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:56.30-57.36