← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§567.30-569.2

作为工具的手的比喻与思维中感觉的必要性

亚里士多德提出了手与理智及感觉的类比(432a1),并论证由于所有可理知对象均存在于感觉形相之中,因而没有感觉就不可能有认识(432a3–7)。约翰·斐洛庞诺斯剖析了手作为工具的对应关系,通过理顺倒装结构将思想对象划分为三个层级,并结合《后分析篇》的知识论加以阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.160

" Ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων, καὶ ὁ νοῦς εἶδος εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν." Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ ἡ χεὶρ ὄργανον οὖσα τοῦ σώματος ὀργάνοις κέχρηται, οἷον σκεπάρνῳ, εἰ τύχοι, τέκτων ἢ καλάμῳ, οὕτω καὶ ἡ ψυχὴ αὐτὴ εἶδος οὖσα ἄλλων εἰδῶν ἐστι δεκτική, διότι τοὺς λόγους τῶν εἰδῶν ἔχει παρ’ ἑαυτῇ. ὁμοίως δὲ καὶ ὁ νοῦς καὶ ἡ αἴσθησις εἴδη εἰσὶ καὶ εἰδῶν εἰσι δεκτικὰ διὰ τὸ ἔχειν τοὺς λόγους τῶν εἰδῶν. ἀλλ’ ὁ μὲν νοῦς εἶδός ἐστι πάντων τῶν εἰδῶν (πάντα γὰρ τὰ εἴδη ὑπάρχει ἐν αὐτῷ ἐνεργείᾳ ὄντι), ἡ δὲ αἴσθησις τῶν αἰσθητῶν εἰδῶν μόνων ἐστὶν εἶδος διὰ τὸ ἐν τῇ κατ’ ἐνέργειαν αἰσθήσει εἶναι τὰ αἰσθητά.

“因此,灵魂就如同一只手;因为手是工具的工具,而理智是形相的形相,感觉是感觉对象的形相。” 他的意思如下:正如手作为身体的工具可以使用工具,例如若是木匠则使用扁斧,或者使用芦苇笔,同样,灵魂本身作为形相也能接纳其他形相,因为它在自身中具有诸形相的理路。同样,理智与感觉也都是形相,且因具有诸形相的理路而能接纳诸形相。但理智是一切形相的形相(因为处于现实中的它具有一切形相),而感觉则仅仅是感觉形相的形相,这是由于感觉对象存在于现实的感觉之中。

§3.161

"Ἐπεὶ δὲ οὐδὲ πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον,1 ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστι, τά τε ἀφαιρέσει λεγόμενα, καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη." Ἐντεῦθέν εἰσιν αἱ συνηγορίαι, ὧν πρώτην φησὶν τὴν λέγουσαν ὅτι οὐδέ εἰσιν ὅλως ἄυλα εἴδη πάντῃ. ἔστιν οὖν ὃ λέγει τοῦτο ἐν ὑπερβατῷ ἀναγινωσκόμενον οὕτως· οὐδὲν πρᾶγμά ἐστι παρὰ τὰ αἰσθητὰ μεγέθη, ὡς δοκεῖ πᾶσιν, ἀλλὰ πάντα τὰ ὄντα μεγέθη εἰσὶν αἰσθητά. βούλεται δὲ εἰπεῖν ὅτι τὰ νοήματα ἢ πρῶτά ἐστιν ἢ δεύτερα ἢ τρίτα, καὶ τὰ μὲν πρῶτα ὅτι ἀφαντάστως οἶδε, τὰ δὲ δεύτερα καὶ τρίτα μετὰ φαντασίας, εἰ καὶ πῇ μὲν ὡς ὀργάνῳ, πῇ δὲ ὡς ὑποκειμένῳ κέχρηται αὐτῇ. τί οὖν φησιν; ἐπειδὴ οὐκ ἔστι πρᾶγμα οὐδὲν παρὰ τὰ μεγέθη, τουτέστιν ἄνευ ὕλης, ὡς δοκεῖ ἔνια τῶν αἰσθητῶν, οἷον τὰ μαθήματα (φαίνεται γὰρ ταῦτα χωριστά, οὐ μὴν ἔστι), διὰ τοῦτο, φησίν, ἐν τοῖς εἴδεσιν τῶν αἰσθητῶν τὰ νοητά ἐστιν, οἷον τὰ μαθήματα, εἰ καὶ δοκεῖ χωριστὰ εἶναι, ὅ ἐστι δεύτερα. καὶ τὰ τρίτα δὲ ἀχώριστά ἐστιν, οἷον τὰ αἰσθητά. καὶ τὰ μὲν δεύτερα εἶπε διὰ τοῦ εἰπεῖν τὰ ἀφαιρέσει λεγόμενα, τὰ δὲ τρίτα διὰ τοῦ εἰπεῖν καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις ἢ πάθη. ταῦτα γὰρ ἔνυλα εἴδη ἐστὶν καὶ πάθη, ὡς ποιότητες ἔνυλοι ζωαί, ὧν τὸ μέγεθος μόνον λόγῳ χωρίζεται.

“而且,既然看来并非有什么事物脱离感觉的量度而分离存在,那么可理知对象就存在于感觉形相之中,无论是那些在抽象中被言说者,还是作为感觉对象的性状和情态的一切。” 从这里开始是一系列支持性论证,他说其中的第一个论证是主张完全不存在彻底非质料的形相。因此,他的话通过倒装来读是这样的:“正如在所有人看来那样,除感觉的量度之外没有任何事物,而是所有存在者都是感觉的量度。”但他想要说的是,思想对象要么是第一级的,要么是第二级的,要么是第三级的,灵魂不用表象就能认识第一级的对象,但伴随表象认识第二级和第三级的对象,即使灵魂在某种意义上将表象用作工具,而在另一种意义上将其用作底层载体。那么他说了什么呢?既然没有任何事物脱离量度、亦即不带质料而存在,正如某些感觉对象似乎是的那样,例如数学对象(因为这些对象看起来是分离的,但并非如此),因此他说,哪怕看来是分离的,作为第二级对象的可理知对象(例如数学对象)依然存在于感觉形相之中。而第三级对象同样是不可分离的,例如感觉事物。他通过说“在抽象中被言说者”指明了第二级对象,通过说“以及作为感觉对象的性状或情态的一切”指明了第三级对象。因为这些是包含质料的形相和情态,如同包含质料的性质和生命,它们的量度只是在理性定义中被分离开来。

§3.162

"Καὶ διὰ τοῦτο οὖν ὁ μὴ αἰσθανόμενος οὐδὲν ἂν μάθοι οὐδὲ ξυνείη.2" Ἐπειδὴ ταῦτα τὰ τρία αἰσθητά εἰσι. καὶ εἶπεν ἀσαφῶς ἐνταῦθα τὸ ἐν τῇ Ἀποδεικτικῇ σαφῶς εἰρημένον. ἔφη γὰρ ἐκεῖ ὅτι πάσης ἐπιστήμης ἀρχὴ ἡ αἴσθησις, ἐπειδή, ὥς φησιν νῦν, τὰ νοητὰ πάντως ἐν τοῖς αἰσθητοῖς εἴδεσίν ἐστιν· ‘ἐφ’ ὧν οὖν ἐκλείπει ἡ αἴσθησις, καὶ ἡ τοιαύτη ἐπιστήμη ἐκλιμπάνει’. εἶτα ἐπειδὴ εἶπεν οὐδὲν ἄν μάθοι, ἐπάγει τὸ οὐδ’ ἂν ξυνείη, τουτέστιν οὐδὲ εὑρίσκει· δύο γὰρ ὁδοὶ γνώσεως, μάθησις καὶ εὕρησις.

“因此,正因如此,不感觉的人就既不能学到任何东西,也不能理解任何东西。” 因为这三者都是可感觉的。他在《后分析篇》中明晰表达过的内容,在这里却表达得晦涩。因为他在那里说过,感觉是一切科学知识的开端,因为正如他现在所说,可理知对象完全存在于感觉形相之中:“因此在感觉缺失的地方,这种科学知识也同样缺失。”随后,在他说了“既不能学到任何东西”之后,他接着补充了“也不能理解”,即也不能自行发现;因为认识有两条途径:学习与发现。

语法注2 条
  1. 3.161Ἐπεὶ δὲ οὐδὲ πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον

    正如注解者明确指出的,此处包含倒装结构(hyperbaton)。距离较远的 κεχωρισμένον 修饰 οὐδὲ πρᾶγμα οὐδέν,构成核心句式结构:“脱离感觉的量度而分离存在的事物绝无任何一个”。对于插入语 ὡς δοκεῖ,注解者在阐述中兼顾了普遍理解(“在所有人看来”)以及针对数学对象的限定理解(“正如某些感觉事物似乎是的那样”)。

  2. 3.162οὐδὲ ξυνείη

    与 οὐδὲν ἂν μάθοι(“不能学到任何东西”)并列的祈愿语气。注解者将 ξυνείη(συνίημι 的祈愿语气)解释为通过自身探究而获得的“发现”(εὕρησις),以对应通过传授而获得的“学习”(μάθησις),从而将这两者理解为涵盖了认识的所有两条路径。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:567.30-569.2