← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§566.8-567.29

通过抽象把握数学对象与理智对应存在者

约翰·斐洛庞诺斯注疏了亚里士多德《论灵魂》卷三第7至8章(431b12–431b20),探讨了通过抽象对数学对象的思想及灵魂的可分离性、现实中的理智与对象的同一性,以及认识能力与普遍存在者之间的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.156

" Τὰ δ’ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἂν εἰ τὸ σιμόν." Τὸ τὰ δ’ ἐν ἀφαιρέσει οἱονεὶ πρόγραμμά ἐστι τοῦ λόγου,1 ὥσπερ καὶ ἐν τοῖς Ἱπποκρατείοις εὑρίσκομεν, οἷον ἐν τοῖς γυναικείοις, πρόλογον “τὰ δὲ ἀμφὶ γυναικείων νούσων”. οὕτως οὖν καὶ ἐνταῦθα λέγει τὰ δὲ ἐν ἀφαιρέσει. βουλόμενος δεῖξαι πῶς νοοῦνται τὰ ἐν ἀφαιρέσει, ἐπάγει· νοεῖ, φησίν, ὥσπερ σιμόν. τὸ γὰρ σιμὸν μεθ’ ὕλης νοεῖται, τὸ δὲ καμπύλον ἄνευ ὕλης. τὰ οὖν μαθήματα, ἃ λέγει ἐν ἀφαιρέσει, τῷ καμπύλῳ ἀναλογεῖ· τὸ γὰρ καμπύλον ὡς ἄυλον γίνεται, ἐν ἀφαιρέσει ὄν. οὕτω τὰ μαθηματικὰ οὐ κεχωρισμένα ὡς κεχωρισμένα νοεῖ. βούλεται διὰ τούτων τὴν φύσιν τῶν μαθημάτων εἰπεῖν, ὅτι ταῦτα κεχωρισμένα νοοῦνται, ἀλλ’ οὐχ ὡς κεχωρισμένα τῇ ἐνεργείᾳ ἀλλὰ μόνον τῇ ἐπινοίᾳ. ἐντεῦθεν δὲ τὸ πόρισμα συνήξαμεν ὅτι χωριστή ἐστιν ἡ ψυχή, ἐκ τοῦ χωρίζειν τὰ ἀχώριστα· μὴ οὖσα γὰρ χωριστὴ οὐδαμῶς ἂν ἐχώριζε ταῦτα.2

“而对于在抽象中被言说者,[理智]对其进行思想,就好像[思想]塌鼻一样。” “而对于在抽象中[被言说者]”这句话就如同论述的标题,正如我们在希波克拉底文集中所见到的那样,例如在《论妇人病》中其序言为“关于妇女疾病的事项”。因此在这里他也同样说“而对于在抽象中者”。因想要表明在抽象中的事物是如何被思想的,他接着说:他说,[理智]对其进行思想,就如同塌鼻一样。因为塌鼻是连同质料被思想的,而弯曲则是没有质料而被思想的。因此,他所说的在抽象中的事物即数学对象,对应于弯曲;因为弯曲在处于抽象中时,便成为了如同非质料者。理智就这样把未被分离的数学对象作为已分离者来思想。他希望通过这些话来陈述数学对象的本性,即它们虽作为已分离者被思想,但并非在现实中已被分离,而仅仅在概念中被分离。由此我们得出了灵魂是可分离的这一推论,这是由于它能够把不可分离之物分离开来;因为如果它自身不是可分离的,它决不可能把这些东西分离开来。

§3.157

"Ὅλως δὲ ὁ νοῦς ἐστιν ὁ κατ’ ἐνέργειαν τὰ πράγματα." Ἐπειδὴ εἶπε τὸν νοῦν χωρίζειν τὰ μαθηματικὰ εἴδη καὶ οὕτω νοεῖν αὐτά, διὰ τοῦτο προσέθηκε τὸν αὐτὸν εἶναι τὸν νοῦν τοῖς πράγμασιν, ἵνα καὶ ἡ αὐτοῦ οὐσία χωριζομένη ᾖ, ὅταν τὰ χωριστὰ γινώσκῃ, καὶ εἴη καὶ αὐτὸς χωριστὸς καὶ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκωμεν.

“而总体而言,处于现实中的理智就是事物本身。” 既然他说理智把数学形相分离开来并由此对其进行思想,因此他补充说理智与事物是同一的,以便当它认识分离的事物时,它自身的实体也是被分离的,并且它自身也将是分离的,而我们便能够以同类者认识同类者。

§3.158

"Ἆρα δὲ ἐνδέχεται τῶν κεχωρισμένων τι νοεῖν αὐτὸν ὄντα μὴ κεχωρισμένον μεγέθους,3 ἢ οὔ, σκεπτέον ὕστερον." Ἐντεῦθεν τὴν ἀπορίαν ἣν εἴπομεν ἐν τῇ θεωρίᾳ προτίθεται, ὅτι εἰ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματά ἐστι, τὰ δὲ πράγματα ὡς νοητὰ ἄυλα, ἄυλος ἄρα ὁ νοῦς· καὶ πῶς ἄυλός ἐστιν, εἴπερ κατέχεται ἐν γενέσει; πῶς δὲ γνώσεται τὰ ἄυλα ἐν γενέσει κατεχόμενος; τὴν λύσιν δὲ ἐν τοῖς μετὰ ταῦτα λέγειν ὑπέσχετο. δέδεικται δὲ καὶ ἐν τοῖς ἀνωτέρω ὅτι δύναται τὰ πάντῃ ἄυλα νοεῖν, εἴ γε οὐ προσκέχρηται ὀργάνῳ τῷ σώματι, ἀλλὰ πάντων ἐστὶν ἀμιγής.

“至于它自身未从量度中分离出来时,是否可能思想分离之物中的某物,还是不可能,必须在后面予以考察。” 从这里开始,他提出了我们在总论中提到的难题:如果处于现实中的理智是事物本身,而事物作为可理知者是非质料的,那么理智也就是非质料的;但如果它确实被拘禁于生成之中,它又怎能是非质料的呢?它又如何在被拘禁于生成中的同时认识非质料之物呢?但他答应在随后的内容中说明解决方案。并且在前面的讨论中也已经证明,既然它绝不额外利用身体作为工具,而是与一切无染,它便能够思想完全非质料的事物。

§3.159

"Νυνὶ δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες εἴπωμεν πάλιν." Ἐντεῦθεν κοινὸν συμπέρασμα ἐπάγει τῶν γνωστικῶν ἐνεργειῶν. ἔστι δὲ τὸ συμπέρασμα ὅτι πάντα τὰ ὄντα ἢ αἰσθητά ἐστιν ἢ νοητά· καλεῖ δέ, ὡς εἴπομεν, τὰ νοητὰ ἐπιστητά. καὶ ταῦτα διαιρεῖ εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ καὶ δείκνυσι ταῦτα πάντα ἐν τῇ ψυχῇ ὄντα, καὶ τὸ μὲν δυνάμει ἐπίστασθαι τὰ δυνάμει, καὶ τὸ ἐνεργείᾳ τὰ ἐνεργείᾳ. ἀποροῦσι δέ τινες, εἰ πάντα τὰ ὄντα ἢ αἰσθητά ἐστιν ἢ νοητά, τὸ δὲ αἰσθητὸν καὶ νοητὸν τῶν πρός τι, οὐκοῦν καὶ πάντα τὰ ὄντα ἔσται τῶν πρός τι, καὶ τὸ θεῖον, ὅπερ ἐστὶν ἄτοπον. λέγομεν δὲ ὅτι πάντα τὰ ὄντα, ᾗ μὲν αἰσθητά ἐστι καὶ νοητά, τῶν πρός τί εἰσι, καθὸ δὲ ὕπαρξιν ἔχουσι, καθ’ αὑτά εἰσιν. αὐτὸ γὰρ καὶ τὸ μέλαν, καθὸ μὲν ὕπαρξιν ἔχει καθ’ ἑαυτό, οὐκ ἔστι τῶν πρός τι, καθὸ δὲ αἰσθητόν ἐστι, τῶν πρός τι ὑπάρχει. ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι πάντα.4 καλῶς πρόσκειται τὸ πῶς, ἐπειδὴ τὰ εἴδη ἔνυλά ἐστι, καὶ οἶδεν αὐτὰ ἡ ψυχὴ ἀύλως, οὐκ ἐνύλως· οὐ γὰρ ὁ λίθος ἐν τῇ ψυχῇ ἐστιν, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄνευ τῆς ὕλης· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. διὰ τοῦτο οὖν εἶπε τὸ πῶς. πῶς δὲ τοῦτο, δεῖ ζητεῖν· ὅτι κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐστὶν ἡ αἴσθησις τὰ αἰσθητὰ καὶ ἡ ἐπιστήμη τὰ ἐπιστητά. ἀνάγκη δὲ ἢ αὐτὰ ἢ τὰ εἴδη εἶναι· αὐτὰ μὲν δὴ οὔ. ἐπειδὴ εἶπεν ἐν τοῖς ἄνω ὅτι δεῖ ζητῆσαι πῶς ἡ αἴσθησις τῶν αἰσθητῶν ἀντιλαμβάνεται, νῦν φησιν ὅτι ἀνάγκη ἐστὶν ἢ αὐτὰ τὰ σύνθετα εἴδη ἐν τῇ ψυχῇ εἶναι, τουτέστι μετὰ τῆς ὕλης καὶ τὸ εἶδος, ἢ αὐτὸ καθ’ ἑαυτὸ τὸ εἶδος. ἀλλὰ μήν, φησίν, αὐτὰ τὰ σύνθετα οὐκ ἔστιν ἐν τῇ ψυχῇ· οὐ δήπου γὰρ λίθος ἐστὶν ἐν αὐτῇ. ἀνάγκη ἄρα τὰ εἴδη μόνα ὑπάρχειν ἐν τῇ ψυχῇ.

“现在,在我们概括了关于灵魂所说过的内容之后,让我们重新论述。” 从这里开始,他引出了关于认识性活动的共同结论。这一结论是:所有存在的事物要么是感觉对象,要么是可理知对象;正如我们所说,他把可理知对象称为可认知对象。他将这些划分为处于潜能和处于现实,并证明这一切都存在于灵魂之中,潜能中的[灵魂]认识潜能中的对象,现实中的[灵魂]认识现实中的对象。但有些人提出难题:如果所有存在的事物要么是感觉对象,要么是可理知对象,而感觉对象与可理知对象属于相对者,那么包括神圣者在内的所有存在的事物也就都会属于相对者了。而这是荒谬的。对此我们说,所有存在的事物就其作为感觉对象和可理知对象而言属于相对者,但就其拥有生存而言,则是其自身自存的。因为黑色本身就其自身拥有生存而言并不属于相对者,但就其作为感觉对象而言则属于相对者。[关于]“灵魂在某种意义上就是所有存在的事物”[一句],“在某种意义上”这一限制被极好地附加了上去,因为形相是包含质料的,而灵魂认识它们是非质料地、而非带有质料地认识的;因为并不是石头存在于灵魂之中,而是没有质料的石头的形相存在于其中;在其他事物上亦是如此。因此他说了“在某种意义上”。这又是如何可能的,必须加以探究:即在潜能和现实上,感觉就是感觉对象,科学知识就是可认知对象。[关于]“而它们必然要么是事物本身,要么是诸形相;但决不是事物本身”[一句],既然他在上面说过必须探究感觉如何把握感觉对象,现在他说,要么是复合物形相本身存在于灵魂之中,即形相与质料同在,要么是形相自身存在于灵魂之中,二者必居其一。“然而,”他说,“复合物本身绝不在灵魂之中;因为石头想必不在其中。”因此,必然只有诸形相存在于灵魂之中。

语法注4 条
  1. 3.156Τὸ τὰ δ’ ἐν ἀφαιρέσει οἱονεὶ πρόγραμμά ἐστι τοῦ λόγου

    主语是由中性冠词 Τὸ 所引领的引文句 τὰ δ’ ἐν ἀφαιρέσει,谓语名词 πρόγραμμα(标题、题记)由副词 οἱονεὶ(宛如、可以说)修饰。注疏者在此将亚里士多德句首的短语解释为提示议题的标目性表达,而非一般的句子成分。

  2. 3.156μὴ οὖσα γὰρ χωριστὴ οὐδαμῶς ἂν ἐχώριζε ταῦτα

    分词 μὴ οὖσα 用作条件从句(相当于 εἰ μὴ ἦν),与主句中的 ἄν 加上未完成过去时(ἐχώριζε)相呼应,构成对现在事实相反的与事实相反假设(counterfactual condition)。

  3. 3.158αὐτὸν ὄντα μὴ κεχωρισμένον μεγέθους

    在带宾格的不定式结构中,αὐτόν 是不定式 νοεῖν 的逻辑主语(指理智自身),分词 ὄντα 与之一致。否定词 μή 修饰不定式结构下的分词,属格 μεγέθους 则是依附于 κεχωρισμένον 的分离属格。

  4. 3.159ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι πάντα

    此句是直接嵌入注疏正文之中的亚里士多德原文引文(431b21),未设立独立的引文标记。连词 ὅτι 用作引出所讨论论题的引导词,副词 πώς(在某种意义上)则起到限制全称修饰词 πάντα 之谓述范围的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:566.8-567.29