- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:564.35-566.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释说灵魂是万物乃指它相似于事物的形相而非内部包含石头或木头,阐明了从理智转向空间移动的原因,并针对亚里士多德就灵魂划分对柏拉图提出的三项指责为柏拉图进行了辩护。
οὐκ ἐπειδὴ δὲ ἐλέγομεν ὅτι πάντα ἐστὶν ἡ ψυχή, ἤδη παρὰ τοῦτο λίθον λέγομεν εἶναι ἐν τῇ ψυχῇ ἢ ξύλον,1 ἀλλ’ ὅτι ὁμοιοῦται τοῖς πράγμασιν καὶ ἐξεικονίζεται αὐτοῖς, εἴ γε τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. καὶ πάλιν μήτις οἰέσθω κατὰ τὰς Πλατωνικὰς ὑποθέσεις τοὺς λόγους εἶναι ἐν τῇ ψυχῇ· οὐδὲ γὰρ τοῦτο λέγει Ἀριστοτέλης· ἀλλ’ ὅτε μέν εἰσι δυνάμει αἰσθήσεις καὶ δυνάμει ἐπιστῆμαι, τότε ἐπιτηδειότητα μόνον ἔχουσι τῶν πραγμάτων, ὁπηνίκα δὲ ἐνεργείᾳ γένωνται αἰσθήσεις καὶ ἐπιστῆμαι, τὸ τηνικαῦτα τοὺς λόγους τῶν αἰσθητῶν καὶ τῶν ἐπιστητῶν γινώσκει, καὶ ἁπλῶς τότε γνῶσις γίνεται ἐνεργείᾳ. Ταῦτα εἰπὼν διὰ τὸ ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸν λόγον ὅλον τρέπεται μετὰ τὸν νοῦν ἐπὶ τὸ κατὰ τόπον κινοῦν. καὶ ἔδει μετὰ τὴν αἴσθησιν ἐλθεῖν εἰς αὐτό· ἀπὸ γὰρ τῶν πλείοσιν ὑπαρχόντων ἔδοξε τρέπεσθαι καὶ ἐπὶ τὰ ὀλίγοις ὑπάρχοντα· πλὴν ὕστερον ἔταξε τὸν περὶ αὐτοῦ λόγον πάσης λογικῆς καὶ ἀλόγου, ἐπειδὴ χρείαν ἔχομεν τούτων καὶ ἐν τῷ διδάσκειν τί ἐστι τὸ κατὰ τόπον 〈κινοῦν〉 καὶ τί οὐκ ἔστιν. λέγομεν ὅτι οὐκ ἔστι φαντασία οὐδὲ αἴσθησις οὐδὲ νοῦς οὐδὲ τὸ θρεπτικὸν οὐδὲ ἄλλο τι τοιοῦτον· εἰ οὖν μὴ ἦμεν ταῦτα προγινώσκοντες, πῶς ἐγινώσκομεν ὅτι οὐκ ἔστι ταῦτα; ἔστι δὲ τὸ κατὰ τόπον κινοῦν ὄρεξις συμμιγὴς ἀπὸ ἀλόγου καὶ λογικῆς. ἡ μὲν γὰρ ὄρεξις τῆς ἀλόγου κινεῖ ἡμᾶς, ὅτε τοῖς πάθεσιν ἀκολουθοῦμεν, ἡ δὲ ὄρεξις τῆς λογικῆς κινεῖ ἡμᾶς, ὅτε τῷ λόγῳ ἑπόμεθα. εἰ οὖν μὴ ἐγινώσκομεν τί ἐστιν ἄλογος καὶ τί ἐστι λογική, πόθεν ἐγινώσκομεν τὸ συμμιγὲς αὐτῶν; διὸ ὕστερον ἐπὶ τὸ κατὰ τόπον κινοῦν ἦλθε. καὶ τί διδάξει περὶ αὐτοῦ; λαμβάνεται Πλάτωνος2 εἰς τρία τινά· πρῶτον μὲν διὰ τί διαιρεῖ τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη, ὀφείλων διελεῖν αὐτὴν ὡς οὐσίαν εἰς δυνάμεις. ἀπολογούμεθα δὲ ὑπὲρ Πλάτωνος ὅτι τὴν μὲν καθόλου ψυχὴν διαιρεῖ ὡς ὅλον εἰς μέρη εἰς φυτικήν, ἄλογον, λογικήν, τὰς δὲ κατὰ μέρος ψυχὰς ὡς οὐσίαν εἰς δυνάμεις διαιρεῖ. οἶδεν οὖν καὶ ταύτην τὴν διαίρεσιν. εἰ δὲ ἀπορεῖς πῶς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη εἶπεν ὄντα ὑπὸ μίαν ψυχὴν τὴν ἄλογον, εἰπὲ καὶ σὺ ὅτι διὰ τί Ἀριστοτέλης μόριον εἶναι λέγει τῆς ψυχῆς τὸν νοῦν; δεύτερον λαμβάνεται Πλάτωνος ὅτι πολλὰ παρέλειψεν. εἰς τρία γὰρ διαιρεῖ τὴν ψυχήν, εἰς θυμόν, λόγον, ἐπιθυμίαν, καὶ κατοικίζει λόγον μὲν ἐν ἐγκεφάλῳ, θυμὸν δὲ ἐν καρδίᾳ, ἐν ἥπατι δὲ ἐπιθυμίαν. παρέλειψεν οὖν καὶ τὸ φανταστικὸν καὶ τὸ αἰσθητικόν, τὸ κατὰ τόπον κινοῦν, τὸ ὀρεκτικόν. λέγομεν δὲ ὅτι καὶ ταῦτα οἶδε καὶ μέμνηται τούτων ἐν τῷ Τιμαίῳ φυσιολογῶν· ἐν δὲ τῇ Πολιτείᾳ τῶν τριῶν τούτων ἐμνήσθη, ἐπειδὴ αὐτῶν χρεία πρὸς τὰς πολιτείας πάσας. λόγος μὲν γὰρ κρατῶν ἀριστοκρατίαν ποιεῖ καὶ βασιλείαν, θυμὸς δὲ κρατῶν ποιεῖ δημοκρατίαν, ἐπιθυμία δὲ τὸ πολύμορφον θηρίον κατὰ μὲν τὸ φιλοχρήματον ποιεῖ ὀλιγαρχίαν, κατὰ δὲ τὸ φιλήδονον ἔννομον μὲν ὂν ποιεῖ ἀριστοδημοκρατίαν, ἄνομον δὲ ὂν τυραννίδα.3 τῶν οὖν συμβαλλομένων αὐτῷ μόνον ἐμνήσθη, ἐπεὶ ὅλα οἶδε. τρίτον λαμβάνεται Πλάτωνος, ὅτι λέγων, φησίν, ἐν ἐγκεφάλῳ τὸν λόγον, ἐν καρδίᾳ θυμόν, ἐν ἥπατι ἐπιθυμίαν, διασπᾷ τὴν ὄρεξιν ἀφ’ ἑαυτῆς· ἡ γὰρ ὄρεξίς ἐστι σύμμιξις λογικῆς πρὸς ἄλογον, ταῦτα δὲ ἐν διαφόροις τόποις· καὶ ἡ ὄρεξις ἄρα διέσπασται. πρὸς ὃ εἰπὲ ὅτι ἐν ἑκάστῳ μὲν μορίῳ λέγει πᾶσαν ὑπάρχειν ψυχήν, κατὰ δὲ τὸ ἐπιτήδειον μόριον μᾶλλον διαφαίνεσθαι λόγον ἢ θυμόν, καὶ οὐ διασπᾷ τὴν ὄρεξιν. ἐν οἷς ἡ θεωρία.
然而,绝非因为我们说过灵魂是所有存在的事物,我们立刻就因此说石头或木头存在于灵魂之中,而是因为既然同类者由同类者所认识,灵魂乃是相似于事物并被塑造成它们的形象。并且,任何人都不应依照柏拉图的假说以为诸理路[形相]存在于灵魂之中;因为亚里士多德甚至没有这么说;而是当感觉与科学知识处于潜能中时,它们那时只具有对诸事物的适应能力,而每当感觉与科学知识成为现实时,就在那个时刻它认识感觉对象和知识对象的诸理路,简而言之,认识在那时便成了现实。 在说了这些话以便概括性地综述全部论证之后,他在理智之后转向引起空间移动者。而[按理说]在感觉之后就应当走向它;因为从属于较多数存在者的东西转向属于少数存在者的东西,似乎是理所应当的;然而,他把关于它的讨论安排在所有理性和非理性灵魂之后,因为在教导引起空间移动者是什么以及不是什么的时候,我们也需要这些。我们说它既不是想象,也不是感觉,也不是理智,不是营养能力,也不是任何其他此类东西;因此,如果我们没有预先知道这些东西,我们又怎能知道它不是这些东西呢?而引起空间移动者是由非理性和理性混合而成的欲求。因为当我们顺从诸情感时,非理性灵魂的欲求驱动我们;而当我们遵循理性时,理性灵魂的欲求驱动我们。因此,如果我们不知道何为非理性、何为理性,我们又从何得知它们的混合物呢?这就是他后来才走向引起空间移动者的原因。 而关于它,他又将教导什么呢?他在三个方面对柏拉图提出质疑:第一,为什么柏拉图本应当把灵魂作为实体划分为诸能力,却把它作为一个整体划分为诸部分?但我们为柏拉图辩护说:对于普遍的灵魂,他是作为一个整体划分为植物性、非理性和理性这些部分;但对于个别的灵魂,他是作为实体划分为诸能力的。因此他也知道这种划分。如果你困惑于激情部分和欲望部分处于一个非理性灵魂之下,他怎么会将其说成是诸部分,你自己也可以反问:为什么亚里士多德也说理智是灵魂的一个部分呢?第二,他指责柏拉图遗漏了许多东西。因为柏拉图将灵魂划分为三——划分为激情、理性、欲望,并将理性安置在脑中,激情在心脏中,欲望在肝脏中。因此他遗漏了想象能力、感觉能力、引起空间移动的能力以及欲求能力。但我们说,柏拉图也知道这些,并在《蒂迈欧篇》中探讨自然哲学时提及了它们;而在《理想国》中他提及这三者,是因为所有的城邦政制都需要它们。因为理性掌权时产生贵族制和君主制,激情掌权时产生民主制,而欲望这只多形态的野兽,就爱财而言产生寡头制,就爱乐而言如果合法就产生贵族民主制,如果不法就产生僭主制。因此他仅仅提到了有助于其主旨的那些,因为他是通晓全部的。第三,他批评柏拉图,说柏拉图通过主张理性在脑中、激情在心脏中、欲望在肝脏中,将欲求与其自身割裂开来;因为欲求是理性与非理性的混合,而这些处于不同的位置;因此欲求也被撕裂了。对此当回答说:柏拉图是说整个灵魂存在于每一个部分之中,只是依照相适应的部分,理性或激情显得更为显著,他并没有将欲求割裂开来。总论到此结束。
- 3.155οὐκ ἐπειδὴ δὲ ἐλέγομεν ὅτι πάντα ἐστὶν ἡ ψυχή, ἤδη παρὰ τοῦτο λίθον λέγομεν εἶναι ἐν τῇ ψυχῇ ἢ ξύλον
相关句式 οὐκ ἐπειδὴ ... ἤδη παρὰ τοῦτο 表达对不当逻辑推论的否定,意为“绝非因为……就立刻因此说……”。παρὰ τοῦτο 借助 παρά 加宾格表示原因或理由(“因此”)。
- 3.155λαμβάνεται Πλάτωνος
中动态动词 λαμβάνομαι 接属格(Πλάτωνος),意为“抓住某人、指责、批评某人”。在此是以亚里士多德为隐含主语,表示“指责/批评柏拉图”。
- 3.155κατὰ δὲ τὸ φιλήδονον ἔννομον μὲν ὂν ποιεῖ ἀριστοδημοκρατίαν, ἄνομον δὲ ὂν τυραννίδα
分词 ὄν 为中性单数,与主语 ἐπιθυμία(欲望,由中性词 τὸ πολύμορφον θηρίον 同位修饰)保持一致,起条件从属作用(“若是合法的 / 若是不法的”)。宾格 ἀριστοδημοκρατίαν 与 τυραννίδα 构成 ποιεῖ 的平行宾语。
