- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:563.31-564.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯相继驳斥了主张理智不思维非质料形式的第二至第四种辩护,随后注解了亚里士多德借由认识能力与活动将灵魂概括为“一切存在事物”的总括性结论。
αὕτη πρώτη συνηγορία καὶ ἡ πρὸς αὐτὴν ἀντίστασις. δευτέρα συνηγορία· ὁ νοῦς οὐ νοεῖ τὰ ἄυλα εἴδη, ἐπειδὴ οὔτε ἔστιν ὅλως ἄυλα εἴδη, καὶ ἐπειδὴ οὐκ ἔστι, διὰ τοῦτο οὐδὲ νοεῖ αὐτά. αὕτη ἡ δευτέρα συνηγορία. πρὸς ἣν λέγομεν ὅτι πῶς ταῦτα λέγεις, Ἀριστότελες, ὃς ἐν ἄλλαις πραγματείαις διαρρήδην βοᾷς εἶναι τὰ θεῖα εἴδη, ἅτινά ἐστι τὰ ἄυλα. ὥστε οὖν εἰσι τὰ ἄυλα εἴδη. τρίτη συνηγορία· ὁ νοῦς ἀεὶ μετὰ φαντασίας ἐνεργεῖ· εἰ δὲ μηδέποτε καθ’ ἑαυτὸν ἐνεργεῖ ἀλλ’ ἀεὶ μετὰ φαντασίας, καὶ ὅτε περὶ τὰ θεῖα ἐνεργεῖ (καὶ γὰρ καὶ τότε μετὰ φαντασίας ἐνεργεῖ, ἡ δὲ φαντασία ἀεὶ τὰ ἔνυλα γινώσκει· ἐκ γὰρ τοῦ γνῶναι τὸν νοῦν τὴν εὐταξίαν τοῦ κόσμου καὶ τὴν ἀρετὴν τῶν πραγμάτων ἀνάγεται ἐπὶ τὸ γνῶναι τὴν αὐτὰ διακοσμήσασαν πρόνοιαν, ὥστε οὐδὲ ὅτε τὰ θεῖα νοεῖ, ἄνευ φαντασίας ἐνεργεῖ), ἡ δὲ φαντασία, ὡς εἴρηται, ἀεὶ τὰ ἔνυλα γινώσκει (μόνα γὰρ ἐκεῖνα οἶδεν ἡ φαντασία, ἃ ἡ αἴσθησις οἶδεν), εἰ οὖν ὁ νοῦς οἶδεν μόνον ἃ ἡ φαντασία οἶδεν, διὰ τὸ ἄνευ αὐτῆς1 μὴ ἐνεργεῖν, ἡ δὲ φαντασία ἐκεῖνα ἐπίσταται, ἃ οἶδεν ἡ αἴσθησις, ἡ δὲ αἴσθησις μόνα τὰ ἔνυλα οἶδεν, ὁ νοῦς ἄρα μόνα τὰ ἔνυλα οἶδεν, οὐδαμῶς δὲ καὶ τὰ ἄυλα. αὕτη καὶ ἡ τρίτη συνηγορία. καὶ πρὸς ταύτην δὲ ἀντιλέγομεν ὅτι ὁ νοῦς ὅτε περὶ τὰ μερικὰ αἰσθητὰ ἐνεργεῖ, τότε μετὰ φαντασίας ἐνεργεῖ καὶ οὐκ ἀφίσταται αὐτῆς ἀπ’ ἀρχῆς ἕως τέλους, ἀλλὰ μετ’ αὐτῆς ἐστιν ἐν τοῖς αἰσθητοῖς· ὁπηνίκα δὲ τὰ θεῖα νοεῖ, τηνικαῦτα διὰ φαντασίας μὲν ἐνεργεῖ· εἴπομεν γὰρ ὅτι ἐκ τῆς εὐταξίας καὶ εὐκοσμίας τῆς θεωρουμένης ἡμῖν μεταγόμεθα ἐπὶ τὸ θεῖον· ὥστε διὰ μὲν φαντασίας, οὐκέτι δὲ μετ’ αὐτῆς· οὐδὲ γὰρ ἔτι δεῖται αὐτῆς· τὰ γὰρ ἀσώματα καὶ χωρὶς φαντασίας νοοῦνται. καὶ αὕτη ἐστὶ τῆς συνηγορίας ἡ λύσις. τετάρτη συνηγορία· οὐ δύναται ὁ νοῦς νοεῖν τὰ ἄυλα, διότι ὁ νοῦς ὁ αὐτός ἐστι τῇ φαντασίᾳ· ὥσπερ γὰρ ἡ φαντασία οὔτε ἀληθεύει οὔτε ψεύδεται. εἰ οὖν ὁ αὐτός ἐστιν ὁ νοῦς τῇ φαντασίᾳ, ἡ δὲ φαντασία οὐ νοεῖ τὰ ἄυλα εἴδη, οὐδὲ ὁ νοῦς ἄρα νοήσει τὰ ἄυλα εἴδη. αὕτη ἐστὶ καὶ ἡ τετάρτη συνηγορία. πρὸς ἣν λέγομεν ὅτι οὐκ ἔστιν ὁ νοῦς ταὐτὸν τῇ φαντασίᾳ, διότι ἡ φαντασία ποιότητας μόνον γινώσκει, ἃς καὶ αἱ αἰσθήσεις γινώσκουσιν (οὐδὲν γὰρ οἶδεν ἡ φαντασία, ὃ μὴ καὶ ἡ αἴσθησις οἶδεν), ὁ δὲ νοῦς τὰς οὐσίας οἶδεν. εἰ οὖν ἡ φαντασία οὐκ οἶδε τὰς οὐσίας, ὁ δὲ νοῦς οἶδε τὰς οὐσίας, οὐκ ἄρα ὁ νοῦς φαντασία ἐστίν. ὅθεν καὶ ἐν Θεαιτήτῳ ὁ Πλάτων φησὶν ‘ἡ δὲ φαντασία ἀτυχὴς οὐσίας’2 ἀντὶ τοῦ οὐ τυγχάνει αὐτῇ γνῶσις οὐσίας. ὥστε οὐκ ἔστι ταὐτὸν νοῦς καὶ φαντασία. ταῦτα εἰπὼν Ἀριστοτέλης καὶ μέχρι τούτων διαλεχθεὶς περὶ τῶν γνωστικῶν ἐνεργειῶν βούλεται περὶ τῶν κοινῶν ἐνεργειῶν κοινὸν συναγαγεῖν τῷ λόγῳ συμπέρασμα. φησὶ τοίνυν ὅτι διὰ τὰς γνωστικὰς δυνάμεις ἑαυτῆς ἡ ψυχὴ καὶ ἐνεργείας πάντα τὰ ὄντα ἐστί. πάντα γὰρ τὰ ὄντα ἢ αἰσθητά ἐστιν ἢ νοητά, ἃ καὶ ἐπιστητὰ καλεῖ, καὶ ἕκαστον τούτων διττόν ἐστι· πᾶν γὰρ ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ· πᾶν 〈γὰρ〉 τὸ δυνάμει γίνεται ἐνεργείᾳ. τέσσαρα οὖν γίνονται τὰ πάντα, δυνάμει αἰσθητά, ἐνεργείᾳ αἰσθητά, δυνάμει ἐπιστητά, ἐνεργείᾳ ἐπιστητά, καὶ οὐκ ἔστιν ἐν τοῖς οὖσι παρὰ ταῦτα τὰ τέσσαρα. ἀλλὰ δὴ καὶ ἐν τῇ ψυχῇ ἐστι ταῦτα τὰ τέσσαρα· ἔχει γὰρ ἡ ψυχὴ δυνάμει αἰσθήσεις καὶ δυνάμει ἐπιστήμην, καὶ ἐνεργείᾳ αἰσθήσεις καὶ ἐνεργείᾳ ἐπιστήμην.
这是第一种辩护以及针对它的反驳。第二种辩护:理智不思维非质料的形式,既然根本就不存在非质料的形式,且既然它们不存在,因此理智也不思维它们。这是第二种辩护。对此我们说:亚里士多德啊,你怎会说出这些话呢?你在其他论著中明确宣称神圣形式是存在的,而这些形式正是非质料的形式。因此,非质料的形式是存在的。第三种辩护:理智总是伴随想象而运作;但如果它绝不单独运作而是总是伴随想象,甚至当它就神圣事物运作时也是如此(因为即便是那时它也是伴随想象运作的,而想象总是认识处于质料之中的事物;因为从认识宇宙的良好秩序和事物的德性出发,理智被引向认识秩序化了它们的摄理,从而即使当它思维神圣事物时,也不是不借助想象而运作的);而正如已说过的,想象总是认识处于质料中的事物(因为想象只知道感觉所知道的那些事物);因此,如果理智由于没有想象就不运作,而仅仅知道想象所知道的事物,且想象知晓感觉所知道的那些事物,而感觉只知道处于质料中的事物,那么理智就只知道处于质料中的事物,而绝不知道非质料的事物。这也是第三种辩护。而对此我们也反驳说:当理智就个别的感觉对象运作时,它那时伴随想象而运作,从始至终不脱离想象,而是在感觉对象中与它同在;但每当它思维神圣事物时,在那个时候它是通过想象而运作;因为我们说过,我们从所观照到的良好秩序和整饬被引向神圣者;因此它是通过想象,但不再是伴随它;因为它不再需要它;因为非肉身之物即便没有想象也能被思维。这就是该辩护的化解。第四种辩护:理智不能思维非质料之物,因为理智与想象是同一的;因为它正如想象一样既非真亦非假。因此,如果理智与想象是同一的,而想象不思维非质料的形式,那么理智也不会思维非质料的形式。这也是第四种辩护。对此我们说,理智并不等同于想象,因为想象只认识性质,而诸感觉也认识这些性质(因为想象除了感觉所知道的以外什么也不知道),而理智则认识实体。因此,如果想象不知道实体,而理智知道实体,那么理智就不是想象。所以柏拉图在《泰阿泰德篇》中也说“但想象不获实体”,意思是对于它来说并未得到关于实体的认识。因此,理智与想象不是同一的。亚里士多德在说了这些话并且就认识性活动论述到这里之后,希望通过论证就共同活动得出一个共同的结论。于是他说,灵魂凭借自身的认识能力与现实活动,就是所有存在的事物。因为所有存在的事物要么是感觉对象,要么是可理知对象(他也称之为科学知识的对象),而这其中的每一类都是双重的;因为一切要么处于潜能之中,要么处于现实之中(因为一切处于潜能之物都会成为处于现实之物)。因此总体上构成了四种:潜能的感觉对象、现实的感觉对象、潜能的知识对象、现实的知识对象,而在存在者之中除这四种外别无其他。然而这四种确实也存在于灵魂之中;因为灵魂拥有潜能的感觉和潜能的知识,也拥有现实的感觉和现实的知识。
- 3.155διὰ μὲν φαντασίας, οὐκέτι δὲ μετ’ αὐτῆς
介词 διά(接属格,意为“通过/经由”,表示中介或起点)与 μετά(接属格,意为“伴随/与之一起”,表示共存共运)的对比。它指明在从感觉秩序提升至神圣摄理的推论中以想象为阶梯媒介(διὰ φαντασίας),但在最终的纯粹思惟中不再伴随想象(οὐκέτι μετ' αὐτῆς)。
- 3.155ἀτυχὴς οὐσίας
形容词 ἀτυχής(“未获得……的/匮乏……的”)与表示分离或匮乏的属格 οὐσίας 搭配。紧随其后的解释 ἀντὶ τοῦ οὐ τυγχάνει αὐτῇ γνῶσις οὐσίας(意为“对它而言并未获得实体的认识”)表明,该形容词继承了同根动词 τυγχάνω 支配属格的句法特征,意指未能触及或不具备关于实体的认识。
