← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§562.16-563.31

理知对象的三分与非质料形式的可知性

针对亚里士多德以塌鼻与弯曲的类比阐释对数学对象的思维这一段落(431b12),约安·斐洛庞诺斯阐述了可理知对象的三分法(质料的、居间数学的和非质料的)以及想象作为工具和基底的作用,并就处于生成中的理智是否能认识非质料形式这一疑难对比了柏拉图与亚里士多德的观点,援引《形而上学》的研究事实驳斥了亚里士多德本人的不可知论辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.155#1

" Τὰ δὲ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἂν εἰ τὸ σιμόν, ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως, ᾗ δὲ καμπύλον.1" Διακρίνας ἁπλοῦν νοῦν συνθέτου καὶ πρακτικὸν θεωρητικοῦ καὶ τὸν δυνάμει τοῦ ἐνεργείᾳ, πάλιν ἔρχεται ἐπὶ τὸ νοητὸν καὶ τοῦτο νυνὶ διδάσκει. καὶ ἐπειδὴ τὸ νοητὸν εἶδός ἐστι, τὸ δὲ εἶδος τριττόν, ἢ πάντη ἔνυλον ὡς τὰ φυσικά, ἢ παντάπασιν ἄυλον, ἢ πῇ μὲν ἔνυλον πῇ δὲ ἄυλον ὡς τὰ μαθήματα, ἄνω δὲ ἐξήτασε καὶ τὸ ἔνυλον εἶδος, ἡνίκα ἔλεγε τὸ τόδε τι εἶναι,2 ἀλλὰ μὴν καὶ τὸ ἄυλον, ἔνθα ἐζήτει τὸ τῷδε [τι] εἶναι, νῦν ἔρχεται ἐπὶ τὰ μαθήματα καὶ ζητεῖ πῶς οἶδεν αὐτὰ ὁ νοῦς· καὶ φησὶν ὅτι οὐχ ὡς ἔνυλα αὐτὰ οἶδεν, ἀλλ’ ὡς ἄυλα. οὐκ οἶδε γὰρ αὐτὰ ὡς τὸ σιμόν, ὃ πάντως ἐν ὕλῃ νοεῖται τῇ ῥινί, ἀλλ’ οἶδεν αὐτὰ ὡς τὸ καμπύλον· τοῦτο γὰρ ἄνευ ὕλης νοεῖται. νοεῖ δὲ τὰ μαθήματα ὁ νοῦς ὀργάνῳ κεχρημένος τῇ ἀμερεῖ φαντασίᾳ. ἡ γὰρ φαντασία ἀμερής ἐστιν· ὅταν γὰρ ἐπινοήσῃ Σωκράτην τρέχοντα ἡ φαντασία, ὡς ἕνα αὐτὸν νοεῖ, καὶ οὐ διάφορον ὄντα παρὰ τὸ τρέχειν. εἰ γὰρ ἡ φαντασία ἀπὸ αἰσθήσεώς ἐστι τῆς ἀμεταβάτου οὔσης, δῆλον ὅτι καὶ αὐτὴ ἀμερής ἐστι, καὶ οὐ μεταβαίνει ἀπὸ ἄλλου εἰς ἄλλο, ἀλλ’ ἅμα φαντάζεται. ἐκ τούτου δὲ τί συνάγεται; τὸ τὴν φαντασίαν μόνως ἀληθεύειν, ὥσπερ ὁ νοῦς καὶ ἡ αἴσθησις, μὴ μέντοι καὶ ψεύδεσθαι,3 διότι οὐκ ἐν συνθέσει φαντάζεται. ἐκ τούτου δὲ δείκνυται ὅτι καὶ χωριστή ἐστιν ἡ ψυχή, εἴπερ τὰ μὴ δυνάμενα χωρίζεσθαι, λέγω δὲ τὰ μαθήματα, χωρίζει τῇ ἐπινοίᾳ διὰ τὸ ἔχειν οὐσιῶδες τὸ χωριστόν. ταῦτα εἰπὼν ζητεῖ, εἰ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματά ἐστι, καὶ εἰ ἐν τῇ γενέσει ἐστίν, ἆρα δύναται γινώσκειν τὰ ἄυλα ἢ οὔ. καὶ ἀπορεῖ μέν, τέως δὲ οὐκ ἐπιλύεται. πρὸς τοῦτο δὲ ὁ Πλάτων φησὶν ὅτι δύναται ὁ νοῦς ἐν γενέσει ὢν οὐρανοπολίτης εἶναι καὶ περὶ τὰ ἄυλα ἐνεργεῖν καὶ καταφρονεῖν τοῦ σώματος. εἰ γὰρ αἱ ἐκτὸς ψυχαὶ αἱ φιλοσώματοι ἀεὶ μετὰ σώματός εἰσι καὶ ἐν τάφοις, τί ἄτοπον καὶ τὰς ἐν γενέσει ψυχὰς περὶ τὰ ἄυλα ἐνεργεῖν; καὶ οὕτω μὲν ὁ Πλάτων. ὁ μέντοι γε Ἀριστοτέλης λέγει ὅτι τριττά ἐστι τὰ νοητὰ παρακατιών. ἔστι γὰρ ἄυλα νοητὰ πρῶτα, δεύτερα νοητὰ μέσα, καὶ τρίτα τὰ ἔνυλα. καὶ ἐπὶ μὲν τῶν ἀύλων φησὶν ὅτι οὐκ ἔστι χρεία φαντασίας· ἀφάνταστοι γὰρ αἱ νοήσεις· ὅταν δέ, φησί, τὰ μαθήματα νοῇ, ὑποκειμένῳ κέχρηται τῇ φαντασίᾳ. εἰ δὲ καὶ ὡς ὑποκειμένῳ αὐτῇ κέχρηται εἰς τὸ εἰδέναι τὰ μαθηματικά, οὐ παρὰ τοῦτο τὰ αὐτά ἐστι φαντάσματα καὶ μαθήματα· τὰ γὰρ φαντάσματα μόνῃ φαντασίᾳ ὑπόκειται, τὰ δὲ μαθήματα ψυχῇ ὑποκειμένῳ κεχρημένῃ τῇ φαντασίᾳ. τὰ δὲ ἔνυλα γινώσκει ἡ ψυχὴ ὀργάνῳ κεχρημένη τῇ αἰσθήσει καὶ φαντασίᾳ. εἰ οὖν ἐστιν ἀφάνταστος ἐνέργεια, δυνατὸν ἄρα τὸν νοῦν ἐν τῇ γενέσει ὄντα εἰδέναι ταύτην τὴν ἐνέργειαν· οὐδενὸς γὰρ δεῖται εἰς τὸ εἰδέναι ταύτην. συνηγορεῖ δὲ τῇ δόξῃ τῇ λεγούσῃ ὅτι ὁ νοῦς οὐ γινώσκει τὰ πάντῃ ἄυλα εἴδη. ταῦτα δὲ χωριστὰ τῆς ὕλης ἐστίν· ὤφειλεν οὖν καὶ αὐτὸς χωριστὸς εἶναι τῆς ὕλης, ἵνα νοήσῃ ταῦτα, εἴ γε δεῖ ἐξομοιοῦσθαι κατὰ πᾶν τὸ γινῶσκον τῷ γινωσκομένῳ. ἀλλὰ μὴν ἐν τῷ ζῴῳ οὐ κεχώρισται· οὐκ ἄρα νοεῖ αὐτά. αὕτη μὲν ἡ πρώτη συνηγορία. ψευδὴς δέ ἐστιν, ὦ Ἀριστότελες· εἰ γὰρ οὐ νοεῖ ὁ νοῦς ἐν τῷ ζῴῳ ὢν τὰ πάντῃ ἄυλα, πῶς ἐν τῇ Μετὰ τὰ φυσικά σου πραγματείᾳ καὶ ἐζήτησας τὰ πάντῃ ἄυλα εἴδη καὶ εὗρες καὶ ἀπήγγειλας ἡμῖν, ὡς δῆλον ὅτι καὶ ἐν τῷ ζῴῳ ὢν ὁ νοῦς γινώσκει τὰ πάντῃ ἄυλα εἴδη;

“然而以抽象方式被言说的事物,[理智]去思维,正如同若以塌鼻而言,按其为塌鼻而言并非分离地,但按其为弯曲而言[乃是分离地去思维]。” 他在把单纯理智与复合相区分、实践理智与理论相区分,以及潜能理智与现实相区分之后,再次转向可理知对象,并且当下阐述这一点。既然可理知对象是形式,而形式有三种:要么像自然事物那样完全是在质料之中的,要么全然是非质料的,要么像数学对象那样在某一方面是在质料之中的而在另一方面是非质料的;而他在上文中谈到“成为某一特定之物[个体]”时考察了质料中的形式,并且在探究“对于此物而言的所是[本质]”时考察了非质料的形式,现在他转向数学对象,探究理智如何认识它们;他说,理智并不是把它们作为质料中的事物来认识,而是作为非质料的事物来认识。因为理智认识它们,并不是像认识完全在质料(即鼻子)中被思维的塌鼻那样,而是像认识弯曲那样;因为这无需质料便可被思维。理智借助不具部分的想象作为工具来思维数学对象。因为想象是不具部分的;因为当想象构想奔跑着的苏格拉底时,是把他作为单独的一个来思维,而不是作为脱离奔跑的差异之物。因为如果想象来自不具推移性的感觉,显然它自身也是不具部分的,并不从一物推移至另一物,而是一并形成表象。由此能得出什么推论呢?那就是想象仅仅是真的,正如理智与感觉一样,而且确实不是假的,因为它并非在复合中形成表象。由此表明灵魂也是可分离的,如果它确实能够通过以可分离性为本质,而在思维中把无法分离的事物——我指的是数学对象——分离出来。说完这些之后,他探究:如果现实中的理智就是事物本身,且如果它处于生成之中,它是否能够认识非质料的事物?他提出了疑难,但暂时并未解决。对此,柏拉图说,理智虽处于生成之中,却能够成为天界的公民,就非质料的事物运作并蔑视肉体。因为如果那些恋慕肉体的外部灵魂总是与肉体同在且处于坟墓之中,那么处于生成中的灵魂就非质料之物运作又有何荒谬呢?柏拉图是这样说的。然而亚里士多德在下文中则说,可理知对象有三种:有第一种非质料的可理知对象,第二种居间的可理知对象,以及第三种质料中的可理知对象。关于非质料的对象,他说不需要想象;因为思维是不伴随表象的;但当它思维数学对象时,他说,它把想象用作基底。即使它为了认识数学对象而将想象用作基底,表象与数学对象也不因此就是同一的;因为表象仅作为想象的基底,而数学对象则作为运用想象为基底的灵魂的基底。灵魂借助感觉与想象作为工具来认识质料中的事物。因此,如果存在一种不伴随表象的现实活动,那么处于生成中的理智认识这种现实活动就是可能的;因为为了认识它,并不需要任何东西。然而他辩护了那种主张理智不认识完全非质料形式的观点。这些形式是脱离质料的;因此,如果认识者确实必须在各方面都同化于被认识者,它自身也应当脱离质料才能思维它们。然而在活物之中它并未脱离;因此它不思维它们。这是第一种辩护。但这是错误的,亚里士多德啊!因为如果理智在活物之中不思维完全非质料的事物,你在你的《形而上学》论著中,又是如何探究、发现完全非质料的形式并告知我们的呢?从而显然,理智即便在活物之中,也认识完全非质料的形式。

语法注3 条
  1. 3.155ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως, ᾗ δὲ καμπύλον

    在对比分句 ᾗ δὲ καμπύλον 之后,根据前一分句省略了谓语 κεχωρισμένως [νοεῖ]。这是亚里士多德典型的简练对照结构,意在补充理解为:就其作为弯曲(几何形式)而言,理智是脱离鼻子的质料来分离地思维它的。

  2. 3.155τὸ τόδε τι εἶναι... τὸ τῷδε [τι] εἶναι

    定冠词加不定式结构,对比了亚里士多德哲学中的具体个体(“成为某一特定之物”,即个体,τὸ τόδε τι εἶναι)与带与格表示本质的“对于此物而言的所是”(本质,τὸ τῷδε εἶναι)。前者指伴随质料的具体个体,后者指非质料的形式或本质。

  3. 3.155τὸ τὴν φαντασίαν μόνως ἀληθεύειν, ὥσπερ ὁ νοῦς καὶ ἡ αἴσθησις, μὴ μέντοι καὶ ψεύδεσθαι

    带冠词的“宾格加不定式”短语(τὸ ... ἀληθεύειν ... μὴ μέντοι καὶ ψεύδεσθαι)充当主动词 συνάγεται 的主语。它将所推导出的论点名词化:只要想象能力不在复合中进行(οὐκ ἐν συνθέσει),而是不可分且单一地把握对象,它就绝不可能是假的,而只能是真的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:562.16-563.31