- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:561.1-562.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《灵魂论》431a24–431b6,阐明共同感觉判定同属与不同属感觉对象与理智判定可理知定义之间的比例关系,并分析实践理智如何借助表象与感觉进行深思、判定快苦与善恶以指导行动。
" Τί γὰρ διαφέρει τὸ διαπορεῖν πῶς τὰ μὴ ὁμογενῆ κρίνει ἢ τὰ ἐναντία, οἷον τὸ λευκὸν καὶ μέλαν;" Ἐπειδὴ εἶπεν ὅτι ὥσπερ ἡ κοινὴ αἴσθησις ἔχει πρὸς τὰ ἴδια * * καὶ μὴ ἀπόρει, φησίν, πῶς τὰ ὁμογενῆ οἶδεν ἡ κατὰ μέρος αἴσθησις, εἴπερ οὐκ ἀπορεῖς πῶς τὰ ἀνομογενῆ οἶδεν ἡ κοινὴ αἴσθησις· τὸ αὐτὸ γάρ ἐστιν. ὁμογενῆ δὲ ἐκάλεσε τὸ μέλαν καὶ τὸ λευκόν· ὑπὸ τὸ χρῶμα γὰρ ἄμφω· ἀνομογενῆ δὲ τὸ λευκὸν καὶ γλυκύ· ταῦτα γὰρ ὡς διαφόροις αἰσθήσεσιν ὑποπίπτοντα ἀνομογενῆ τυγχάνουσιν ὄντα. ἔστω δὴ ὡς τὸ πρῶτον τὸ λευκὸν πρὸς τὸ δεύτερον τὸ μέλαν, τὸ τρίτον πρὸς τὸ τέταρτον ὡς ἐκεῖνα πρὸς ἄλληλα. στοιχεῖα λαμβάνει νῦν πρῶτον μὲν δηλοῦν τὸ λευκόν, δεύτερον δὲ τὸ μέλαν, ποτὲ δὲ καὶ τὸ γλυκύ, τὸ δὲ τρίτον καὶ τέταρτον ἀντὶ νοητῶν λαμβάνει, ἵνα ᾖ τὸ μὲν τρίτον ὁ λόγος τοῦ λευκοῦ, τὸ δὲ τέταρτον ὁ λόγος τοῦ μέλανος. καὶ τί φησιν; ὅτι ὥσπερ οἶδεν ἡ κοινὴ αἴσθησις τὸ πρῶτον καὶ τὸ δεύτερον (ἵνα λάβῃς τὸ μὲν πρῶτον ὡσαύτως σημαῖνον τὸ λευκόν, τὸ δὲ δεύτερον γλυκύ), οὕτω καὶ ὁ νοῦς οἶδε τὸ τρίτον καὶ τὸ τέταρτον, τουτέστι τοὺς λόγους τούτων. οἶδε δὲ καὶ ἐναλλάξ, φησίν, ὁ νοῦς τὸ πρῶτον τρίτον καὶ δεύτερον τέταρτον, τουτέστι καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά. τὸ αὐτὸ δὲ καὶ ἕν, τὸ δὲ εἶναι οὐ τὸ αὐτό, κἀκεῖνο ὁμοίως.1 τῷ μὲν ὑποκειμένῳ, φησί, τὸ αὐτό ἐστι, τὸ εἶδος λέγω λευκοῦ ἢ μέλανος ἢ μέλαν ἢ λευκόν, τῷ δὲ λόγῳ διάφορά εἰσιν· ἄλλως γὰρ ὁρᾷ λευκὸν καὶ μέλαν καὶ ἄλλως νοεῖ.
“因为去困惑它如何判定不同属的事物,还是判定相反的事物(如白与黑),又有什么区别呢?” 因为他说过,正如共同感觉相对于其固有[对象]那样 * * “而且不要困惑,”他说,“个别感觉如何认识同属的事物,如果你确实并不困惑共同感觉如何认识不同属的事物;因为这是同一回事。”他把黑与白称为“同属的”;因为二者都在颜色之下;而把白与甜称为“不同属的”;因为这些作为落入不同感觉之下的事物,恰好是不同属的。“那么,就让第一项白相对于第二项黑,犹如第三项相对于第四项,正如那些相对于彼此一样”。他现在用项词表示:第一项指白,第二项指黑(有时也指甜),而第三项和第四项则用来代替可理知之物,以使第三项成为白的定义,第四项成为黑的定义。他说什么呢?正如共同感觉认识第一项和第二项(为了让你理解第一项同样表示白,第二项表示甜),理智也同样认识第三项和第四项,即它们的定义。“理智也交替地认识,”他说,“第一项〔与〕第三项和第二项〔与〕第四项”,即认识可感觉之物和可理知之物二者。“然而它是同一且唯一的,但存在却不是同一的,那个[可感觉之物]同样如此”。他说,在底层上它是同一的——我指的是白或黑的形式,或者黑或白——但在定义上它们是不同的;因为观看白与黑是一回事,而思维它们则是另一回事。
"Τὰ μὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ." Τί φησιν; ὅτι ὁ πρακτικὸς νοῦς τὰ εἴδη τῶν πραγμάτων νοεῖ κεχρημένος τῇ φαντασίᾳ, καὶ ὥσπερ ἐν αὐτῇ, φησί, τὸ διώκειν καὶ φεύγειν ὀρέξει οὔσῃ, οὕτω καὶ ἐν τῷ νῷ ἔστι ταῦτα, ἐπειδὴ ἥδεται καὶ λυπεῖται. ἢ οὖν τοῦτο εἰπὲ ἢ τὸ ἄλλο ὅτι φαντάσματα [τὰ] ἄνω τὰ αἰσθητὰ καλεῖ, κάτω δὲ τὴν φαντασίαν. καὶ τί φησιν; ὅτι ὁ νοῦς ποτε ἅμα αἰσθητοῖς ἐνεργῶν ἥδεται καὶ ἀνιᾶται, ποτὲ δὲ ἄνευ τῆς αἰσθήσεως τῇ φαντασίᾳ κέχρηται καὶ ἐνεργεῖ. ὅταν μὲν γὰρ φρυκτὸν ἰδὼν ἐννοήσῃ ὅτι πολέμιός ἐστιν, αἰσθήσει συνήργησεν· ὅταν δὲ βουλευόμενος ποῦ δεῖ πολεμεῖν, τότε φαντασίᾳ ἐχρήσατο. οἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ τῇ κοινῇ γνωρίζει.2 τί ἐστι τῇ κοινῇ γνωρίζει; τινὲς μὲν οὖν φασιν τῇ κινήσει τοῦ πυρός· ἡ γὰρ κίνησις κοινόν ἐστιν αἰσθητόν. ἄτοπον δέ ἔστιν ἐπὶ γνωρίζοντος εἰπεῖν † ἐπὶ αἰσθητοῦ κοινή· γνωρίζον γὰρ εἶπεν. εἰπὲ οὖν ὅτι τοῦτο λέγει ὅτι κοινῇ αἰσθήσει γνωρίζομεν τὸ πῦρ· τοῦτο δὲ εἶπεν ὡς εἰδὼς ὅτι ἅπερ ὑπόκειται τῇ κατὰ μέρος αἰσθήσει, καὶ τῇ κοινῇ ὑπόκειται.
“因此,思考的部分在表象中思维诸形式。” 他说什么呢?实践理智运用想象来思维事物的形式,并且他说,正如在作为欲望的它〔想象〕中有追求与逃避,在理智中也同样存在这些,因为它是感受快乐和遭受痛苦的。那么,要么作此解释,要么作另一种解释:在上文中他把可感觉之物称为“表象”,而在下文中把想象能力称为“表象”。他说什么呢?理智有时与可感觉之物一同运作而感受快乐和痛苦,有时则离开感觉而运用想象进行运作。因为当它看见烽火而想到是敌人时,它与感觉相协同;但当它权衡在何处应当作战时,它那时便运用了想象。例如,感知到烽火,通过共同[感觉]认识到它是火。“通过共同[感觉]认识”是什么意思?有人说是通过火的运动;因为运动是共同的可感觉对象。但对于认知者而言,在可感觉对象上说“共同的”是荒谬的;因为他说的是认知者。因此可以说他表达的是这个意思:我们是通过共同感觉认识火的;而他这样说,是因为知道凡是作为个别感觉的底层的,同样也作为共同感觉的底层。
"Ὁτὲ δὲ τοῖς ἐν τῇ ψυχῇ φαντάσμασιν." Τί φησιν; ὅτι ἡνίκα δὲ φαντασθεὶς βουλεύσηται ποῦ δεῖ πολεμεῖν, καὶ ἐκ τῶν προλαβόντων τὰ παρόντα βουλεύσηται, καὶ ἐπιλέξηται τὸν ἡδὺν τόπον, φύγῃ δὲ τὸν ἀνιαρόν, τότε φαντασίᾳ κέχρηται. δεῖ δὲ εἰδέναι, φησίν, ὅτι τὸ ἡδὺ καὶ λυπηρὸν ἀεὶ ἐν τῷ πρακτικῷ νῷ ἐστι, τὸ δὲ ἄνευ πράξεως ἀληθὲς ἢ ψευδὲς ἐν τῷ θεωρητικῷ νῷ ἐστι· καὶ τοῦτο, φησίν, ἐν τῷ αὐτῷ νῷ ἐστιν, ἐν ᾧ καὶ τὸ ἀγαθὸν καὶ κακόν. διαφέρει δὲ τῷ ἁπλῶς καὶ τινί,3 ὅτι τὸ μὲν ἀληθὲς ἁπλῶς λέγεται καὶ ἀεὶ ὡσαύτως ἔχει, τὸ δὲ ἀγαθὸν πρός τι φαῦλόν ἐστι καὶ ἀστεῖον. ὃ γὰρ πρός τινα ἀγαθόν ἐστιν, οἷον πρὸς ψυχήν, τοῦτο πρὸς σῶμα οὐκ ἔστιν ἀγαθόν. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.
“有时则通过灵魂中的表象。” 他说什么呢?当它形成表象而权衡在何处应当作战,并根据过去的事权衡当下的事,挑选出快意之地而避开痛苦之地时,那时它便运用了想象。他说,应当知道,快意与痛苦总是在实践理智中,而不涉及行动的真或假则在理论理智中;而且他说,这[真与假]也存在于包含善与恶的同一理智中。它们因无条件的与对某物而言的[相对的]而有所不同,因为真是无条件而言且始终如一的,而善则是相对于某物而言是劣的或优的。因为相对于某物(例如对于灵魂)是善的,对于肉体则不是善的。至此,讲课在神助下完结。
- 3.152τὸ αὐτὸ δὲ καὶ ἕν, τὸ δὲ εἶναι οὐ τὸ αὐτό, κἀκεῖνο ὁμοίως
此句为省略系词(ἐστί)的并列对仗结构。前半分句的主语指称可感觉之物与可理知之物在底层(τῷ ὑποκειμένῳ)上的同一;后半分句中的 τὸ εἶναι 是名词化不定词作主格主语,指“本质”或“定义上的存在”,与底层的同一相对立。句末的 κἀκεῖνο ὁμοίως(“那个可感觉之物亦同样如此”)补充说明可感觉事物本身之间亦遵循同一原则。
- 3.153τῇ κοινῇ γνωρίζει
τῇ κοινῇ 为阴性与格形容词,承前省略了阴性名词 αἰσθήσει(感觉),作手段与格(“通过共同感觉”)。注释者在后文中讨论了某些人将其理解为“共同可感觉对象”(如运动)的观点,但以文中明确提到“认知者”为由否定了该说,从而确定了补出 αἰσθήσει 的句法判断。
- 3.154διαφέρει δὲ τῷ ἁπλῶς καὶ τινί
τῷ ἁπλῶς καὶ τινί 是限定与格结构,中性定冠词 τῷ 将副词 ἁπλῶς(“无条件地”)与与格代词 τινί(“相对于某物”)共同名词化,表达“[真与善]因无条件性与相对性而有所不同”。
