- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:559.24-560.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在评注431a14–431a22时,菲洛庞努斯论述了表象在理论理智与实践理智中不同的运用,区分了快苦与善恶,并通过圆心与辐射直线的几何比喻阐明了个别感觉与作为中枢的共同感觉之间的比例与数的一致性。
" Τῇ δὴ διανοητικῇ ψυχῇ τὰ φαντάσματα οἷον αἰσθήματα ὑπάρχει." Διανοητικὴν ψυχὴν λέγει καταχρησάμενος τὸν θεωρητικὸν νοῦν. καὶ τί φησιν; ὅτι καὶ αὐτός ποτε κέχρηται φαντασίᾳ ὡς καὶ ὁ πρακτικὸς νοῦς. ἀλλ’ εἰ καὶ κέχρηται, φησί, τῇ φαντασίᾳ, τούτῳ τὰ φαντάσματα, φησίν, οἷον αἰσθήματά ἐστιν, τουτέστιν αἴσθησις μόνον ἄνευ ἀνίας καὶ ἡδονῆς· τῷ δὲ πρακτικῷ νῷ τῷ ἔχοντι τὸ ἀγαθὸν καὶ κακὸν τὰ ὑποκείμενα, φησίν, οἱονεὶ καταφάσεις εἰσὶ καὶ ἀποφάσεις,1 καὶ κέχρηται οὕτως ἡδονῇ καὶ λύπῃ, καὶ διώκει μὲν τὸ ἡδύ, φεύγει δὲ τὸ λυπηρόν. οὗτος δὲ καὶ ἀεὶ κέχρηται φαντασίᾳ, διὰ τὸ ἀεὶ ἥδεσθαι ἢ λυπεῖσθαι, ὅπερ χωρὶς φαντασίας οὐκ ἔστιν, ὁ δὲ πρῶτος οὐκ ἀεί· τῶν γὰρ μερικῶν οὐδὲν ἄνευ φαντασίας νοεῖ, τὰ μέντοι καθόλου καὶ χωρὶς φαντασίας νοεῖ. μὴ νόμιζε δὲ ταὐτὸν εἶναι τὸ ἀγαθὸν καὶ ἡδὺ ἢ τὸ κακὸν καὶ ἀνιαρόν· ἔστι γὰρ ἡδὺ κακὸν τὸ ἀφροδισιάζεσθαι, καὶ ἔστιν ἀνιαρὸν ἀγαθὸν τὸ ἐγκρατεύεσθαι περὶ πάντα. μὴ οὖν νόμιζε τὸ ἡδὺ τοῦ πρακτικοῦ τὸ αὐτὸ εἶναι τῷ ἀγαθῷ αὐτοῦ.
“因此对于思考着的灵魂,表象就像感觉印象一样存在着。” 他借用“思考着的灵魂”来指理论理智。他说什么呢?理论理智自身有时也运用想象,就像实践理智一样。但他指出,即使理论理智运用想象,对于它而言,表象就像感觉印象一样,即仅仅是不带痛苦和快乐的感觉;而对于掌握善与恶的实践理智而言,他说,作为底层的表象就像肯定与否定一样,它以此方式运用快乐与痛苦,并追求快意之物,逃避痛苦之物。而后者也总是运用想象,因为它是始终在享受快乐或遭受痛苦,这离开想象是不可能的;前者则并非总是运用想象;因为对于个别事物,离开想象它便什么也不思维,然而对于普遍事物,即使离开想象它也能思维。但不要认为善与快、或恶与痛是同一的;因为纵欲是快意的恶,而在一切事上克制则是痛苦的善。因此,不要以为实践[理智]的快与它的善是同一的。
"Ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν." Περὶ τοῦ κοινοῦ καταγωγίου ἐστὶν ὁ λόγος. καὶ τί φησιν; ὅτι ὥσπερ ὁ ἀὴρ ἀλλοιοῖ τὴν κόρην καὶ ἡ κόρη τὸ πνεῦμα, κἀκεῖνο τὴν δύναμιν τὴν 〈ἐν τῷ〉 κρυσταλλοειδεῖ, καὶ αὕτη ἐγείρεται καὶ ὁρᾷ μία οὖσα καὶ καθὸ κρίνει μεσότης τυγχάνουσα, τὸ δὲ διάφορός ἐστι, τουτέστι τῷ λόγῳ, τοῖς ἄλλοις κρίνουσι2 (καὶ ἡ ἀκοὴ γὰρ ὡσαύτως ἓν ἔχει κρῖνον) ὥσπερ οὖν ἐν τούτοις, οὕτω καὶ ἐν τῷ νῷ ἐστι κοινὸν καταγώγιον, ὅπερ ἔσχατόν ἐστι καὶ κριτικὸν μέσον. καὶ τὸ μὲν πρῶτον λέγει ἡ λέξις, τὸ περὶ ὄψεως καὶ ἀκοῆς, τὸ δὲ ‘οὕτω καὶ ὁ νοῦς ἔχει καταγώγιον’ οὐ λέγει· ἀλλ’ εἰπὼν ὁ φιλόσοφος τὰ πρῶτα, εἴασε τὰ λοιπὰ συνυπακούεσθαι, τὰ περὶ τοῦ νοῦ, καὶ τρέπεται εἰς ἄλλα λέγων ὅτι οὕτω μὲν ἡ μερικὴ αἴσθησις κρίνει, τὸ δὲ λευκὸν καὶ γλυκὺ οὐκ αὐτὴ κρίνει, ἀλλ’ ἄλλη τις ἣν ἄνω, φησίν, εἴπομεν καὶ νῦν δὲ λέξομεν, ἡ κοινὴ αἴσθησις· αὕτη γὰρ τούτων ἐστὶ κοινὸν καταγώγιον μία οὖσα, φησίν, ὥσπερ ὅρος. ὅρον δὲ καλεῖ νῦν τὸ κέντρον τοῦ κύκλου,3 ἀφ’ οὗ πολλαὶ εὐθεῖαι ἐκπίπτουσι.
“正如空气使瞳孔变成如此这般。” 这段讨论是关于共同承受处的。他说什么呢?正如空气使瞳孔发生质变,瞳孔使精气发生质变,精气又使水样液[之中]的能力发生质变,而这种能力苏醒过来并进行视觉,它本身是单一的,且在其判定而言恰为中道,然而它不同于(即在定义上不同于)其余各判别能力(因为听觉同样具有一个单独的判别者)——正如在这些情形中一样,在理智中也同样存在一个共同的承受处,它处于极点且是判别的中道。文字确实陈述了第一点,即关于视觉和听觉的事,但并没有说“理智同样具有承受处”;这位哲学家在陈述了最初的这些事之后,让其余的事、即关于理智的事被共同理解,而转向其他方面,说个别感觉是以这种方式判定的,但白与甜并非由它自身判定,而是由另一能力判定,正如他说,我们在上文中已提到、现在也即将谈及的,即共同感觉;因为他说,共同感觉作为一个,就是这些感觉的共同承受处,正如一个点。而他现在把圆心称为“点”,从圆心引出许多条直线。
"Καὶ ταῦτα ἓν τῷ ἀνάλογον καὶ τῷ ἀριθμῷ ὃν ἔχει πρὸς ἑκάτερον, ὡς ἐκεῖνα πρὸς ἄλληλα.4" Τί φησιν; ὅτι ὥσπερ ὁ ὅρος, τουτέστι τὸ κέντρον, οὕτως ἔχει καὶ ἡ κοινὴ αἴσθησις καὶ τῇ ἀναλογίᾳ καὶ τῷ ἀριθμῷ. τῇ μὲν ἀναλογίᾳ, ὅτι ὥσπερ τὸ κέντρον ἔχει πρὸς ἑκατέραν τῶν ἀπὸ τοῦ κέντρου γραμμῶν, οὕτως ἔχει καὶ ἡ κοινὴ αἴσθησις πρὸς ἑκατέραν τῶν αὐτῆς αἰσθήσεων· καὶ ὥσπερ αἱ εὐθεῖαι πρὸς ἀλλήλας, οὕτω καὶ αἱ κατὰ μέρος αἰσθήσεις πρὸς ἀλλήλας, φησίν, ἀναλογίαν τινὰ ἔχουσιν. οὕτω μὲν τῇ ἀναλογίᾳ· τῷ δὲ ἀριθμῷ πῶς; ὅτι ὥσπερ ἓν ὑπάρχον τὸ κέντρον πρὸς πολλὰς ἔχει γραμμὰς σχέσιν, οὕτω καὶ ἡ κοινὴ αἴσθησις μία οὖσα πρὸς πολλὰς αἰσθήσεις ἔχει σχέσιν.
“而在比例上以及在它相对于每一项所具有的数目上,这些是一,犹如那些相对于彼此一样。” 他说什么呢?正如点、即圆心那样,共同感觉在比例上和在数目上也都是如此。在比例上,是因为正如圆心相对于从圆心引出的每一条线,共同感觉也相对于它自身的每一种感觉;正如诸直线相对于彼此,他说,各部分的感觉相对于彼此也具有某种比例。在比例上即是如此;但在数目上又是怎样的呢?是因为正如圆心作为一个而相对于多条直线具有关系,共同感觉作为一个也同样相对于多种感觉具有关系。
- 3.149τῷ δὲ πρακτικῷ νῷ τῷ ἔχοντι τὸ ἀγαθὸν καὶ κακὸν τὰ ὑποκείμενα, φησίν, οἱονεὶ καταφάσεις εἰσὶ καὶ ἀποφάσεις
句子的核心骨架是主语 τὰ ὑποκείμενα(“处于底层的表象”,指代前文的 φαντάσματα)、谓语 οἱονεὶ καταφάσεις εἰσὶ καὶ ἀποφάσεις,以及关系与格短语 τῷ δὲ πρακτικῷ νῷ,其后带有分词修饰语 τῷ ἔχοντι τὸ ἀγαθὸν καὶ κακόν。
- 3.150ὥσπερ ὁ ἀὴρ ἀλλοιοῖ τὴν κόρην ... καὶ αὕτη ἐγείρεται καὶ ὁρᾷ μία οὖσα καὶ καθὸ κρίνει μεσότης τυγχάνουσα, τὸ δὲ διάφορός ἐστι, τουτέστι τῷ λόγῳ, τοῖς ἄλλοις κρίνουσι
这是一个在 ὥσπερ 从句中逐层推进传导作用的长句。αὕτη 回指前文的 δύναμις,由并列分词 μία οὖσα 与 μεσότης τυγχάνουσα 修饰。随后的 τὸ δὲ διάφορός ἐστι 中 τὸ δέ 起副词性连词作用(“然而它不同于”),引出对比,并支配与格 τοῖς ἄλλοις κρίνουσι(“与其余判别者”)。
- 3.150ὅρον δὲ καλεῖ νῦν τὸ κέντρον τοῦ κύκλου
注疏者在此将引文中的 ὅρος(界限、端点)解释为几何学上的“圆心(点)”。句法上构成双宾格结构:τὸ κέντρον 为直接宾语宾格,ὅρον 为谓词宾格,受动词 καλεῖ 支配。
- 3.151Καὶ ταῦτα ἓν τῷ ἀνάλογον καὶ τῷ ἀριθμῷ ὃν ἔχει πρὸς ἑκάτερον, ὡς ἐκεῖνα πρὸς ἄλληλα
此引文句法:ἓν 为谓语,τῷ ἀνάλογον 和 τῷ ἀριθμῷ 为表涉及的与格。关系从句 ὃν ἔχει πρὸς ἑκάτερον 说明其对应于各方的比例/数目关系,并与随后的比较从句 ὡς ἐκεῖνα πρὸς ἄλληλα(“正如那些相对于彼此一样”)相呼应。
