← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§55.21-56.30

探讨自然的五种学问与天体的球形

针对亚里士多德在403a29关于自然哲学家与辩证家定义差异的论述,斐洛庞奴斯梳理了关涉自然事物的五种学问进路,阐明自然哲学家须探讨质料、形式与原因三者,并结合柏拉图、亚里士多德和普罗提诺关于天体球形及其成因的学说加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#1

" Διαφερόντως δ’ ἂν ὁρίσαιτο φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶν." Εἰπὼν ὅτι τὰ πάθη τῆς ψυχῆς λόγοι ἔνυλοί εἰσι καὶ ὅτι διὰ τοῦτο φυσικοῦ ἐστι θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ ὅση μὴ ἄνευ τῆς ὕλης, θέλει λοιπὸν διὰ τούτων δεῖξαι ποῖός ἐστιν ὁ τῷ φυσικῷ πρέπων περὶ ψυχῆς ὁρισμός. τριῶν οὖν τούτων ὄντων ἐν τοῖς φυσικοῖς πράγμασιν, ὕλης, εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ, καταγίνονται περὶ ταῦτα μέθοδοι πέντε, ἡ φυσική, ἡ κατὰ μέρος τέχνη, ἡ διαλεκτική, ἡ μαθηματική, ἡ πρώτη φιλοσοφία. ζητεῖ οὖν πῶς ἑκάστη τούτων τῶν μεθόδων ὁριεῖται τὰ προκείμενα. πρότερον δὲ εἴπωμεν περὶ τί τῶν ὑποκειμένων ἑκάστη τούτων καταγίνεται. φυσικοῦ μὲν οὖν ἔργον διαλεχθῆναι περὶ πάντων τῶν εἰρημένων, τῆς τε ὕλης τῶν φυσικῶν πραγμάτων καὶ τοῦ εἴδους καὶ τῆς αἰτίας, καθ’ ἥν ἐστιν ἐν τῇ ὕλῃ τὸ εἶδος· οἷον τίς ἡ ὕλη τῶν οὐρανίων, ὅτι οὐ τὰ τέσσαρα στοιχεῖα ἀλλ’ ἕτερόν τι τούτων τὸ πέμπτον σῶμα, τί τὸ εἶδος, ὅτι σφαιρικά· διὰ τί δὲ σφαιρικά, ἀποδώσει τούτου αἰτίαν καὶ σύστοιχον αὐτοῖς καὶ ἐκ τῆς σχέσεως ἣν ἔχουσι πρὸς τὰ πρὸ αὐτῶν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ ἐζήτησε, διὰ τί σφαιρικὸς ὁ οὐρανός· ὅτι, φησίν, ἔδει τὸ πάντων γενησόμενον δεκτικὸν καὶ περιέξον τὰ πάντα τὸ πολυχωρητότατον τῶν σχημάτων σχήσειν·1 πολυχωρητότατον δὲ ἐν μὲν ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ στερεοῖς ἡ σφαῖρα. δείκνυται γὰρ ὅτι τῶν σχημάτων τῶν ἰσοπεριμέτρων τὸ πολυγωνιώτερον πολυχωρητότερον, καὶ διὰ τοῦτο τὸ ἀγώνιον πάντων πολυχωρητότατον. οἷον ἐὰν τετράγωνον χωρίον ᾖ καὶ ἄλλο ὁτιοῦν τῶν πολυγωνίων σχημάτων, οἷον ἑξάγωνον, ἔχῃ δὲ ἑκάτερον τὴν περίμετρον πηχῶν τεσσάρων, ᾖ δὲ καὶ ἕτερον χωρίον περιφερὲς ὄν, τουτέστι κύκλος, τῶν αὐτῶν τεσσάρων ἔχον τὴν περίμετρον, τὸ ἐμβαδὸν μεῖζόν ἐστι τὸ μὲν τοῦ ἑξαγώνου τοῦ τετραπλεύρου, τὸ δὲ τοῦ κύκλου τοῦ ἑξαγώνου μεῖζον. ὁμοίως καὶ ἐπὶ στερεῶν, κύβου λέγω καὶ ὀκταέδρου καὶ δωδεκαέδρου καὶ σφαίρας καὶ τῶν λοιπῶν, τὸ μὲν πολύγωνον πλεῖον χωρήσει τοῦ κύβου κατὰ τὸ ἐμβαδόν, ἡ δὲ σφαῖρα τοῦ πολυγώνου. ἀποδίδωσι δὲ καὶ ὁ Ἀριστοτέλης φυσικὴν αἰτίαν τοῦ σχήματος· τῷ γὰρ ἀιδίῳ φησὶν ἐσομένῳ τὸ σφαιρικὸν πρεπῶδες εἶναι σχῆμα, ὃ μήτε ἀρχὴν μήτε τέλος ἔχει ἀλλ’ εἰς ἑαυτὸ συννένευκε· καὶ ὁ Πλωτῖνος φυσικὴν αἰτίαν τοῦ σχήματος [ταύτην] τοῦ οὐρανοῦ ἐκ τῆς σχέσεως ἣν ἔχει πρὸς τὰ πρὸ αὐτοῦ·2 προσεχῶς δὲ εἰσιν ὑπὲρ τὰ οὐράνια αἱ νοηταὶ οὐσίαι· δεῖ δὲ τὸ αἰτιατὸν ὅτι μάλιστα ὡμοιῶσθαι τῷ προσεχεῖ αἰτίῳ καὶ τούτου εἰκόνα καὶ μίμημα φέρειν. διὰ τοῦτο οὖν, φησί, κύκλῳ κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται. ἴδιον γὰρ τοῦ νοῦ πρὸς ἑαυτὸν συννεύειν· αὐτὸς γὰρ ὁ ὁρῶν, αὐτὸς ὁ ὁρώμενος· ὁρῶν γὰρ τὰ εἴδη ἑαυτὸν ὁρᾷ, καὶ ἑαυτὸν ὁρῶν τὰ εἴδη τεθέαται· πλήρωμα γάρ ἐστι τῶν εἰδῶν καὶ εἶδος εἰδῶν. ἔχει οὖν ὁ οὐρανὸς τὸ σφαιρικὸν σχῆμα διὰ τὴν κύκλῳ κίνησιν, ταύτην δὲ διὰ τὴν πρὸς τὸν νοῦν ἐξομοίωσιν.

“而自然哲学家与辩证家对它们各自的定义将有所不同。” 在说明了灵魂的诸受动状态是具质的说明,以及为了这个缘故,考察灵魂——无论是全体灵魂还是凡非脱离质料的灵魂——属于自然哲学家之后,他接下来希望通过这些来说明,对于自然哲学家而言何种关于灵魂的定义是恰当的。因此,既然在自然事物中存在这三者——质料、形式以及使形式在质料中的原因——就有五种方法从事于这些事项:自然学、各门具体技术、辩证术、数学和第一哲学。因此他探求这些方法中的每一种将如何定义摆在面前的事项。但在此之前,让我们先说明它们中的每一种是从事于何种底层对象。自然哲学家的工作就是探讨所有被提及的事项:既探讨自然事物的质料与形式,也探讨使形式在质料中的原因。例如:天体的质料是什么——即不是四元素,而是不同于它们的某种第五种身体;形式是什么——即它们是球形的;至于为什么是球形,他将给出与它们相称的原因,以及基于它们对其先于它们的事物所具有的关系的原因。正如柏拉图在《蒂迈欧篇》中所探究的,天为何是球形的:他说,因为将要容纳一切事物并包容一切事物者,理应具有诸形状中容量最大的形状;而在平面图形中容量最大的是圆,在立体图形中则是球体。因为业已证明:在周长相等的形状中,角更多者容量更大,因此无角者是所有形状中容量最大的。例如,如果有一个正方形区域和任何一个多边形形状,如六角形,各自的周长均为四肘,并且还有另一个呈圆周状的区域,即圆,具有同样的四肘周长,那么六角形的面积大于四边形,而圆的面积又大于六角形。在立体的情形中同样如此——我指立方体、八面体、十二面体、球体以及其余形状——多面体在容量上将多于立方体,而球体又多于多面体。亚里士多德也给出了这一形状的自然学原因:因为他说,对于将要永恒存在者而言,球形是相称的形状,它既无始亦无终,而是聚拢归于自身。普罗提诺也从天体对其在先者的关系给出了天的形状的自然学原因。而紧邻天体之上的就是可知解的实体。作为结果者必须尽可能地相似于其紧邻的原因,并带有其画像与模仿。因此他说,天作圆周运动正是因为它模仿理智。因为朝向自身聚拢是理智所特有的;因为它是看者自身,也是被看者自身;因为在看到诸形式时它看到了自身,在看到自身时它已观照了诸形式;因为它是诸形式的丰满和形式的形式。因此,天由于圆周运动而具有球形形状,而具有这一圆周运动则是由于对理智的同化。

语法注2 条
  1. 1.39ἔδει τὸ πάντων γενησόμενον δεκτικὸν καὶ περιέξον τὰ πάντα τὸ πολυχωρητότατον τῶν σχημάτων σχήσειν

    依赖于非人称动词 ἔδει 的“宾格加不定式”结构。不定式的主语是实体化的分词短语 τὸ πάντων γενησόμενον δεκτικὸν καὶ περιέξον τὰ πάντα(“将要容纳一切并包容一切者”),而将来时不定式 σχήσειν 的宾语则是 τὸ πολυχωρητότατον τῶν σχημάτων(“诸形状中容量最大的形状”)。

  2. 1.39καὶ ὁ Πλωτῖνος φυσικὴν αἰτίαν τοῦ σχήματος [ταύτην] τοῦ οὐρανοῦ ἐκ τῆς σχέσεως ἣν ἔχει πρὸς τὰ πρὸ αὐτοῦ

    省略句结构,承前省略了前句的主动词 ἀποδίδωσι(“给出/指明”),以 ὁ Πλωτῖνος 为主语,φυσικὴν αἰτίαν 为直接宾语。介词短语 ἐκ τῆς σχέσεως 说明了该原因推导而出的源头依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:55.21-56.30