- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:558.9-559.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》431a4–12,阐明感觉能力从第二潜能到现实活动的过渡并非伴随受动与质变的运动,而是属于完全者的转变,进而论述感觉中的肯定与否定(快与苦)同实践理智中的追求与逃避(善与恶)之间的对应,指出它们在基底上同一而在定义(logos)上相异,以此阐明理论理智与实践理智的区别。
" Φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν·1 οὐ γὰρ πάσχει οὐδ’ ἀλλοιοῦται." Τί βούλεται ἡ λέξις ἐντεῦθεν; βούλεται διακρῖναι τὸν πρακτικὸν νοῦν τοῦ θεωρητικοῦ. πρὶν δὲ ἐλθεῖν εἰς τὴν διάκρισιν, βούλεταί τι εἰπεῖν περὶ αἰσθήσεως διὰ δύο αἰτίας, ἢ ὅτι κοινωνεῖ ὁ νοῦς τῇ αἰσθήσει κατὰ τὸ ἀμέσως ἐνεργεῖν, ἢ ἐπειδὴ [εἶπε] τρυφᾷ τοῖς παραδείγμασι τῆς αἰσθήσεως ἐπὶ ταύτης τῆς διακρίσεως, διὰ τοῦτο λέγει τι περὶ αἰσθήσεως ἤδη εἰρημένον, ὅτι δυνάμει ἐστὶν ἡ αἴσθησις καθ’ ἕξιν, καὶ οὐ κατ’ ἐπιτηδειότητα ὡς ἡ διάνοια, ὅτε οὐκ ἐνεργεῖ· ὁπηνίκα δὲ τὸ αἰσθητὸν παρῇ καὶ ἐνεργήσῃ ἡ αἴσθησις, τότε ὑπὸ τῆς τοῦ αἰσθητοῦ παρουσίας ἄγεται εἰς ἐνέργειαν. ἔρχεται δὲ εἰς τὸ ἐνεργείᾳ οὐ διὰ κινήσεως· οὐδὲν γὰρ πάσχει οὔτε ἀλλοιοῦται ἡ αἴσθησις ἀγομένη ἀπὸ τοῦ δευτέρου δυνάμει εἰς τὸ ἐνεργείᾳ. βούλεται γὰρ Ἀριστοτέλης τὸ ἀπὸ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ ἀγόμενον μὴ ἀλλοιοῦσθαι μηδὲ πάσχειν, ὅθεν ἢ οὐκ ἔστι κίνησις ἢ ἄλλο εἶδός ἐστι κινήσεως. εἰ γάρ τις κίνησιν ἐθέλοι ταύτην λέγειν, λεγέτω ἄλλο κινήσεως εἶδος παρὰ τὰ ἐν τῇ Φυσικῇ λεχθέντα καὶ καινοτομείτω τὴν φύσιν. εἶτα καὶ κατασκευάζει ὅτι οὐκ ἔστι κίνησις ἡ ἀπὸ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ πρόοδος. φησὶ γὰρ ὅτι ἡ κίνησις τοῦ ἀτελοῦς ἐστιν ἐνέργεια (ἡ γὰρ κίνησις ἀπὸ ἀτελοῦς εἰς τέλειον φέρεται, καὶ πάσχει καὶ ἀλλοιοῦται), τὸ δὲ δεύτερον δυνάμει τέλειόν ἐστι· τῶν δὲ τελείων ἡ ἐνέργεια οὐκ ἔστι κίνησις, ἀλλ’ ἕτερόν τι παρὰ τὴν κίνησιν. οὐκ ἄρα οὖν κίνησίς ἐστιν ἡ ἀπὸ τοῦ δευτέρου δυνάμει ἀγωγὴ εἰς τὸ δεύτερον ἐνεργείᾳ, ἀλλὰ μεταβολή.
“但是,感觉对象似乎使处于潜能的感觉能力从潜能变为现实;因为它既不受动,也不发生质变。” 从这里开始的文字意图何在?它意图将实践理智与理论理智区分开来。但在进入这一区分之前,他出于两个原因希望谈谈感觉:要么是因为理智在无中介地活动这一点上与感觉相通,要么是因为[他说]他在这一区分中极多地运用了感觉的范例;正因如此,他陈述了关于感觉的已言之事,即当感觉未在活动时,它是按状态而处于潜能,而不是像推论思考那样按适应性;而一旦感觉对象在场且感觉活动时,它便因感觉对象的在场而被引入现实。但它并非通过运动而达到处于现实之中;因为感觉从第二潜能被引入现实之中时,既不受动也不发生质变。因为亚里士多德意图表明,从第二潜能被引入第二现实之物,既不发生质变也不受动,由此它要么不是运动,要么是运动的另一形式。因为若有人想把这称为运动,就让他把它称为《物理学》中所言诸种之外的另一运动形式,并革新自然吧。接着他还确立了从第二潜能到第二现实的推进不是运动。因为他说运动是不完全者的现实活动(因为运动从不完全者走向完全者,且受动并发生质变),而第二潜能则是完全的;完全者的现实活动不是运动,而是运动之外的某种相异之物。因此,从第二潜能到第二现实的引导不是运动,而是转变。
"Τὸ μὲν οὖν αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον καὶ νοεῖν." Ἔτι διακρίνει τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ. καί τί φησιν; ὅτι ἐὰν ὥσπερ ἡ αἴσθησις τὸ φάναι μόνον ἔχει, τουτέστι τὸ γνῶναι μόνον τό τε νοεῖν, λέγεται θεωρητικός· εἰ δὲ ἔχει τὸ ἀνιᾶσθαι καὶ ἥδεσθαι, καταφάσκειν εἶπε καὶ διώκειν, ἐπειδὴ δεχόμεθα αὐτὸ καὶ ἐπὶ αὐτὸ ἐρχόμεθα. τὸ οὖν δέχεσθαι αὐτὸ εἶπε καταφάσκειν, τὸ δὲ ἀνιαρὸν ἀποφάσκομεν· οὐ δεχόμεθα γὰρ αὐτό, ἀλλὰ καὶ φεύγομεν. ὥσπερ δέ, φησί, τῇ κριτικῇ δυνάμει τοῦ πρακτικοῦ νοῦ κρίνεται τὸ ἀγαθὸν καὶ κακόν. μὴ οὖν πάντα ἐπὶ τοῦ αὐτοῦ λάμβανε. εἶτα ἐπειδὴ δέδεικται ἀνωτέρω ὅτι τῷ ὑποκειμένῳ ταὐτόν ἐστιν αἴσθησις τῇ ὀρέξει, δέον [δὲ] εἰπεῖν ὅτι ὁ πρακτικὸς νοῦς μετ’ ὀρέξεως ἐνεργεῖ, εἶπεν αὐτὸς ὅτι μετ’ αἰσθήσεως,2 διὰ τὸ ταὐτὸν εἶναι αἴσθησιν καὶ ὄρεξιν τῷ ὑποκειμένῳ. πρὸς τὸ ἀγαθὸν ἢ κακόν, ἢ τοιαῦτα. καλῶς πρόσκειται τὸ ἢ τοιαῦτα· οὐδὲ γὰρ αὐτὰ καθ’ ἑαυτὰ ἀγαθά ἐστιν ἢ κακά, ἀλλ’ ὡς πρὸς τὸ ζῷον, ὡς τὸ μὲν σῶζον λέγεσθαι ἀγαθόν, τὸ δὲ φθεῖρον λέγεσθαι κακόν.
“因此,感觉类似于仅仅断言和思维。” 他进一步将理论理智与实践理智区分开来。他说什么呢?如果正如感觉一样仅仅具有断言,即仅仅认识和思维,它就被称为理论的;但如果它具有痛苦与快乐,他称之为肯定与追求,因为我们接受它并走向它。因此他把接受它称为肯定,而我们否定痛苦之物;因为我们不接受它,反而逃避它。正如他说,通过实践理智的辨别能力来判定善与恶。因此不要把一切都理解在同一事物上。接着,由于上面已经证明感觉与欲求在基底上是同一的,本应说实践理智与欲求一同活动,他自己却说与感觉一同活动,这是由于感觉与欲求在基底上是同一的。“朝向善或恶,或诸如此类者。”加上“或诸如此类者”是很恰当的;因为它们就其自身而言并非善或恶,而是相对于动物而言,以至于保存者被称为善,毁灭者被称为恶。
"Καὶ ἡ φυγὴ δὲ καὶ ἡ ὄρεξις τοῦτο ἡ κατ’ ἐνέργειαν, καὶ οὐχ ἕτερον τὸ ὀρεκτικὸν καὶ φευκτικόν." Τί φησιν; τὸ κατ’ ἐνέργειαν λυπηρὸν τῇ κατ’ ἐνέργειαν ἡδονῇ παραβάλλων λόγῳ διαφέρειν. ἐκάλεσε δὲ φευκτὸν μὲν τὸ λυπηρόν, ὄρεξιν δὲ τὸ ἡδύ. εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἄλλῃ μὲν δυνάμει ὀρεγόμεθά τινος ἡδέος, ἄλλῃ δὲ φεύγομεν τὰ λυποῦντα, νυνί φησιν ὅτι οὐ διαφέρει ἡδονὴ λύπης, εἰ μὴ τῷ λόγῳ·3 οὐ γὰρ τῷ ὑποκειμένῳ· ἄμφω γὰρ ὑπὸ ἀλόγου γίνεται ψυχῆς. καὶ τί λέγω τοῦτο, ὅπου οὐδὲ τὸ αἰσθάνεσθαι τοῦ ἥδεσθαι διαφέρει τῷ ὑποκειμένῳ· καὶ ταῦτα γὰρ ὑπὸ ἀλόγου ἄμφω· τῷ δὲ εἶναι διαφέρει, τουτέστι τῷ λόγῳ. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ ὅτι καὶ ὁ θεωρητικὸς νοῦς τοῦ πρακτικοῦ λόγῳ μόνον διαφέρει.
“而现实活动中的逃避与欲求就是这个,欲求者与逃避者并非不同。” 他说什么呢?他将现实活动中的痛苦与现实活动中的快乐相对比,说明它们在定义上相异。他把痛苦之物称为逃避对象,把快乐之物称为欲求。接着,为了不让人以为我们是通过一种能力欲求某种快乐之物,而通过另一种能力逃避痛苦之物,他现在说快乐与痛苦除了在定义上之外别无差异;因为它们在基底上并不相异;二者都是由非理性灵魂产生的。我为何要说这些呢?就连感觉与享受快乐在基底上也没有差异;因为这两者也都是出于非理性者;但它们在存在上相异,也就是在定义上相异。他之所以这样说,是为了表明理论理智与实践理智也仅仅在定义上相异。
- 3.146ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν
在介词短语 ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ(“从感觉能力处于潜能的状态起”)中,介词 ἐκ 与分词短语结合表示起点。其后的与格 ἐνεργείᾳ 在 ποιοῦν(“使……成为”)中充当谓语性成分,意为“使之处于现实活动之中”。
- 3.147δέον εἰπεῖν ὅτι ὁ πρακτικὸς νοῦς μετ’ ὀρέξεως ἐνεργεῖ, εἶπεν αὐτὸς ὅτι μετ’ αἰσθήσεως
使用宾格绝对分词 δέον(“本应当说”)构成的转折/让步结构。它与主句 εἶπεν αὐτός(“他自己却说”)形成对照,解释了原本符合逻辑的表述(“实践理智与欲求一同活动”)与亚里士多德实际选用的措辞(“与感觉一同”)之间的出入。
- 3.148τῷ δὲ εἶναι διαφέρει, τουτέστι τῷ λόγῳ
限制与格 τῷ εἶναι(“在存在上”)与前文的 τῷ ὑποκειμένῳ(“在基底上”)形成对置。注解者补充了 τουτέστι τῷ λόγῳ(“即在定义上”),从而明确这种差异在于概念/定义的规定,而非基底实体的不同。
