← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§556.23-558.8

本质存在的观照与现实知识和对象的同一

斐洛波诺斯注解430b28–431a2,将在把握本是其所是上始终为真的理论理智与致力于结合的推论思考相对比,并借用固有与偶性感觉对象的类比。随后他阐明现实活动中的知识与对象的同一性,以及在整个宇宙中现实对于潜能的时间与逻辑优先性,反驳了亚历山大关于论述重复混乱的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.141

" Ἀλλ’ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀληθής, καὶ οὐ τὶ κατά τινος." Ὡσεὶ ἔλεγεν ὅτι ἐκεῖνος μόνος ἀληθεύει ὁ νοῦς ὁ κατὰ τὸ τί ἐστι καὶ ὁ κατὰ τὸ τί ἦν εἶναι. τὸ μὲν οὖν τί ἐστι τὴν οὐσίαν δηλοῖ, τὸ δὲ τί ἦν εἶναι τὸ εἶδος· ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον,1 ὅτι ἐκεῖνος ἀληθεύει ὁ νοῦς ὁ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδος ἀντιλαμβανόμενος, τουτέστιν ὁ τοῦ εἴδους αὐτοῦ καθ’ αὑτὸ ἀντιλαμβανόμενος. οὗτος δέ ἐστιν ὁ θεωρητικός, ὅστις καὶ ἀεὶ ἀληθεύει καὶ οὐκ ἔστι τι κατά τινος, τουτέστιν οὐ περὶ σύνθετα καταγίνεται. τὸ γὰρ περὶ σύνθετα καταγίνεσθαι οὐκ ἔστι τοῦ κυρίως νοῦ, ἀλλὰ τῆς διανοίας. μὴ νόμιζε δὲ ὅτι ὁ νοῦς τῇ διανοίᾳ τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῷ δὲ λόγῳ διάφορος, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ· καὶ τῷ ὑποκειμένῳ γὰρ διάφορος ὁ νοῦς τῆς διανοίας.

“但是依于‘本是其所是’的‘是什么’的[理智]为真,并非某物关于某物。” 这正如他在说:唯有那依于“是什么”且依于“本是其所是”的理智为真。“是什么”表明实体,而“本是其所是”则表明形式;因此所言之意乃是如此:即把握依于形式的实体的理智,也就是把握形式自身自在的理智,才是为真的。这就是理论[理智],它始终为真,并非某物关于某物,即不致力于复合事物。因为致力于复合事物并不属于严格意义上的理智,而是属于推论思考。不要以为理智与推论思考在基底上同一而在定义上相异,如在概论中所说的那样;因为理智在基底上也不同于推论思考。

§3.142

"Ἀλλ’ ὥσπερ τὸ ὁρᾶν τοῦ ἰδίου2 ἀληθές, εἰ δὲ ἄνθρωπος τὸ λευκὸν ἢ μή, οὐκ ἀληθὲς ἀεί." Τί ἐστι τὸ ὁρᾶν τοῦ ἰδίου; ἀντὶ τοῦ ὁρᾶν τὸ ἴδιον καὶ ἰδιοπραγεῖν, οἷον τὸ ὁρᾶν τὸ λευκὸν καὶ μόνον, μηκέτι δὲ καὶ τὴν οὐσίαν ᾗτινι τὸ λευκὸν τοῦτο ὑπάρχει· τοῦτο γὰρ οὐκ ἀληθὲς ἀεί. ψεύδεται γὰρ ἔστιν ὅτε ἡ αἴσθησις περὶ τὰ κατὰ συμβεβηκὸς αἰσθητά, ὥσπερ καὶ ἄνω ἐλέγετο.

“但是正如对固有之物的视觉为真,而那白的是否为人则并不始终为真一样。” 什么是“对固有之物的视觉”?它是用来代替“看见固有之物并各行其职”,例如看见白者且仅此而已,不再看见这白所从属的实体;因为这并不始终为真。正如在上面也曾说过的那样,感觉在偶性可感觉对象上有时会犯错。

§3.143

"Οὕτως ἔχει ὅσα ἄνευ τῆς ὕλης." Τί φησιν; ὅτι ὥσπερ ἡ αἴσθησις ἔχει πρὸς τὰ οἰκεῖα αἰσθητὰ καὶ οὐκ οἰκεῖα, οὕτω καὶ τὰ ἄνευ ὕλης ἔχει πρὸς τὰ νοητά· ἄνευ δὲ ὕλης λέγει διάνοιαν καὶ νοῦν· ἄυλοι γὰρ δυνάμεις αὗται. καὶ τὰ διανοητὰ καὶ νοητὰ πάλιν ἄυλα πράγματα· καὶ τὰ μὲν νοητά, ἅτινα καὶ ἁπλᾶ λέγει, τῇ ὄψει, φησίν, ἀναλογεῖ τῇ τὸ ἴδιον ὁρώσῃ· τὰ δὲ διανοητά, ἅπερ καὶ σύνθετα καλεῖ, τῇ ὄψει λέγει ἀναλογεῖν τῇ ἀλλοτριοπραγούσῃ καὶ μὴ μόνον ὅτι λευκὸν θελούσῃ γινώσκειν, ἀλλ’ ὅτι καὶ λευκὸς ἄνθρωπος ἢ ἵππος.

“一切无质料之物亦是如此。” 他说什么?即正如感觉相对于其本有的与非本有的可感觉对象一样,无质料之物相对于思维对象亦是如此;而所谓无质料之物,他指推论思考与理智;因为这些是非质料的能力。推论思考对象与思维对象再次是非质料的事物;他说,思维对象(他也称之为单纯之物)对应于看见其固有之物的视觉;而推论思考对象(他也称之为复合之物)对应于越俎代庖的视觉,它不仅想要认识那是白的,而且还想认识那是白的人或马。

§3.144

"Τὸ αὐτὸ δ’ ἐστὶν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι." Πρᾶγμα λέγει τὸ ἐπιστητόν· φησὶν οὖν ὅτι ἡ ἐνεργείᾳ ἐπιστήμη ἡ αὐτή ἐστι τῷ ἐπιστητῷ. οὐ γινώσκει γὰρ ἡ ἐπιστήμη τὸ ἐπιστητόν, εἰ μὴ ἐξομοιωθῇ αὐτῷ καὶ γένοιτο οἷον αὐτό. τοῦτο δὲ οὐ μάτην παρεντέθειται, ἀλλ’ ἐπειδὴ περὶ νοητῶν ἐστιν ὁ λόγος, τὰ δὲ νοητὰ διὰ μέσης ἐπιστήμης ἐνεργείᾳ νοητὰ γίνεται καὶ γινώσκεται τῷ νῷ, διὰ τοῦτο μνείαν ἐπιστήμης ἐποιήσατο φήσας ὅτι ἡ ἐπιστήμη ἡ ἐνεργείᾳ οὖσα ὁμοία ἐστὶ τῷ ἐπιστητῷ. ἡ δὲ κατὰ δύναμιν ἐπιστήμη προτέρα ἐστὶ τῆς κατ’ ἐνέργειαν ἐπιστήμης ἐν τῷ ἑνὶ ἀτόμῳ.

“而现实活动中的知识与事物是同一的。” 所谓“事物”,他是指可知对象;因此他说,现实活动中的知识与可知对象是同一的。因为知识若不被同化于可知对象并变得如它一样,便无法认识可知对象。这并非徒劳地被插入,而是因为论述是关于思维对象的,而思维对象通过作为媒介的知识成为现实的思维对象并被理智所认识,正因如此,他提到了知识,说处于现实活动中的知识类似于可知对象。而在单个个体中,潜能中的知识先于现实活动中的知识。

§3.145

"Ὅλως δὲ οὐδὲ χρόνῳ." Τινὰ τῶν βιβλίων ἔχουσιν ὅλως, τινὰ δὲ ἁπλῶς. τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι ὁλικῶς καὶ ἁπλῶς εἰπεῖν3 ἐν ὅλῳ τῷ κόσμῳ οὐκ ἔστι πρότερον τὸ δυνάμει τοῦ ἐνεργείᾳ, διότι πάντα ἐξ ἐντελεχείᾳ τινὸς ὄντος προάγεται εἰς ἐνέργειαν διὰ τοῦ δυναμένου προάγειν. τὸ δὲ ἐξ ἐντελεχείᾳ ὄντος, τινές φασιν, οὐ δεῖ πρὸς τὸν δημιουργὸν λαβεῖν, ἀλλ’ ὅτι πᾶν τὸ δυνάμει ἐν ἄλλῳ ἐστὶν ἐνεργείᾳ ὄντι ἄλλο τι, οἷον τὸ σπέρμα δυνάμει ἐστὶν ἔμβρυον, ἐνεργείᾳ δὲ σπέρμα, καὶ ὁ ἄρτος δυνάμει ἐστὶν αἷμα, ἐνεργείᾳ δὲ ἄρτος. νομίζω δὲ μὴ καλῶς λέγειν αὐτούς· οὐδὲν γὰρ μόνως ἀεὶ ἐντελέχειά ἐστιν ἐξ οὗ πάντα προάγεται, εἰ μὴ μόνος ὁ δημιουργός. ἐνταῦθα δὲ γενόμενος Ἀλέξανδρός φησιν ὅτι τετάρακται ὁ λόγος, εἴπερ καὶ ἄνω διέκρινε τὸν δυνάμει νοῦν ἀπὸ τοῦ ἐνεργείᾳ, καὶ νῦν δὲ τὸ αὐτὸ ποιεῖ. πρὸς ὅ φαμεν ὅτι διττολογεῖ μέν, οὐ τετάρακται δὲ ὁ λόγος· τοῦτο γὰρ ἐποίησε νῦν, ἵνα ἅμα εἴπῃ ὅλην τὴν διάκρισιν.

“而整体而言甚至在时间上也不[在先]。” 有些抄本作“整体而言”,有些则作“单纯而言”。他所说的就是指:总体且单纯地说,在整个宇宙中,潜能者并不先于现实者,因为万物都是由能够促进之物从某种现实存在者中促进至现实活动的。有些人主张,“从现实存在者中”不应当理解为指造物主,而是应当理解为:一切潜能之物在另一现实存在者中是另一事物,例如种子在潜能上是胚胎,但在现实上是种子;面包在潜能上是血液,但在现实上是面包。然而我认为他们所言欠妥;因为除了造物主自身之外,根本没有任何纯然且始终作为现实存在、万物皆由之而得以促进的事物。到了此处,亚历山大说该论述显得混乱,既然他在上面已经将潜能理智与现实理智区分开来,而现在又做同样的事。对此我们主张:他固然重述了,但论述并不混乱;因为他现在这样做,是为了将整个区分一并说明。

语法注3 条
  1. 3.141ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον

    带有 ὡς 加不定词(ὡς εἶναι)的结果结构,用以引出重述或结论:“因此所言之意乃是如此”。

  2. 3.142τὸ ὁρᾶν τοῦ ἰδίου

    属格 τοῦ ἰδίου 是依附于名词化不定词 τὸ ὁρᾶν 的宾格性属格。注解者在紧接着的文句中将其改述为宾格 τὸ ἴδιον(ὁρᾶν τὸ ἴδιον)来解释。

  3. 3.145ὁλικῶς καὶ ἁπλῶς εἰπεῖν

    不定词 εἰπεῖν 构成副词性独立不定词结构(“总体且单纯地说”)。注解者在此阐释中兼顾并吸收了文本异读 ὅλως 与 ἁπλῶς 两副词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:556.23-558.8