← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§555.24-556.22

理智与共同感觉的相异及肯定的区分

菲洛波庞通过阐明理智如何知晓思维、推论思考与意见之间的差异,将其与共同感觉和五感的关系相对比,在完成概论考察之后,转向关于断言的注疏(430b26),区分了把握单纯对象的始终为真的内在肯定,以及伴随真伪的关于复合对象的口头肯定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.140#3

ἰστέον δὲ ὅτι, εἰ καὶ εἴπομεν ὁμοίαν εἶναι τὴν κοινὴν αἴσθησιν τῷ νῷ, ἐπειδὴ ὥσπερ ἡ κοινὴ αἴσθησις ἀποπεράτωσίς ἐστι πασῶν τῶν κατὰ μέρος αἰσθήσεων, οὕτω καὶ πάντων τῶν νοητῶν ἀποπεράτωσίς ἐστιν ὁ νοῦς καὶ τῶν διανοητῶν καὶ τῶν δοξαστῶν, ἀλλ’ οὖν ἐστί τις διαφορά. ἐπὶ γὰρ τῶν αἰσθήσεων ἄλλη τίς ἐστιν ἡ κοινὴ αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις, ἐπὶ δὲ τῶν νοητῶν οὐκ ἔστιν ἕτερόν τι τὸ γινῶσκον παρὰ τὰ τρία, ἀλλ’ ἓν τῶν τριῶν ἐστι τὸ γινῶσκον τὴν διαφοράν. ὁ γὰρ νοῦς, μέρος ὢν τῶν τριῶν, δόξης τέ φημι καὶ διανοίας καὶ νοῦ, αὐτὸς οἶδε τὴν διαφορὰν τῶν νοητῶν πρὸς τὰ διανοητὰ καὶ τῶν διανοητῶν πρὸς τὰ δοξαστά. αὕτη οὖν ἐστιν ἡ διαφορὰ τοῦ νοῦ πρὸς τὴν κοινὴν αἴσθησιν. ἰστέον δὲ ὅτι, ὥσπερ ἡ κοινὴ αἴσθησις οὐ μόνον ἃ γινώσκουσιν αἱ κατὰ μέρος αἰσθήσεις οἶδεν, ἀλλὰ καὶ ἄλλα παρὰ ταῦτα (οἶδεν γὰρ ἡ κοινὴ αἴσθησις τὴν διαφορὰν τῶν αἰσθητῶν τῶν ὑποπιπτόντων τῇ αἰσθήσει, τῶν αἰσθήσεων, ὡς ἤδη εἴπομεν, τοῦτο μὴ ἐπισταμένων· αἱ γὰρ κατὰ μέρος αἰσθήσεις μόνον γλυκὺ καὶ λευκὸν γινώσκουσιν, ἡ δὲ κοινὴ αἴσθησις οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὴν διαφορὰν αὐτῶν) οὕτως οὖν καὶ ὁ νοῦς οὐ μόνον τὰ νοητὰ καὶ διανοητὰ καὶ δοξαστὰ οἶδεν, ἀλλὰ καὶ τὴν διαφορὰν αὐτῶν. ἃ γὰρ τὰ χείρω γινώσκει, καὶ τὰ κρείττω ἐπίσταται· ἃ δὲ τὰ κρείττονα οἶδεν, οὐκ ἐπίσταται τὰ χείρονα. τὴν γοῦν διαφορὰν διανοητῶν καὶ νοητῶν ἢ διανοητῶν καὶ δοξαστῶν οὐκ οἶδεν οὔτε διάνοια οὔτε δόξα· νοῦς δὲ αὐτὴν οἶδεν ὡς κρείττων ὢν ἀμφοτέρων, τῆς τε διανοίας καὶ τῆς δόξης. ἔστιν οὖν ἀναλογία τοιαύτη· ὡς μέλαν πρὸς ἴδιον νόημα, οὕτω καὶ λευκὸν πρὸς ἴδιον νόημα, καὶ ἐναλλὰξ ὡς μέλαν πρὸς λευκόν, οὕτω νόημα λευκὸν πρὸς νόημα μέλαν. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ἔστι δὲ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις. τί βούλεται εἰπεῖν; ὅτι διαφέρει ὁ περὶ τὰ ἁπλᾶ καταγινόμενος νοῦς τοῦ περὶ τὰ σύνθετα καταγινομένου· περὶ γὰρ τὴν ἐνδιάθετον, φησί, κατάφασιν καταγίνεται· αὕτη γὰρ οἱονεὶ ἁπλῆ ἐστιν ἐν τῇ διαθέσει καὶ ἀληθεύει ἀεί· ὁ δὲ περὶ τὰ σύνθετα καταγινόμενος νοῦς ἐν τῇ κατὰ προφορὰν καταφάσει καταγίνεται, ἥτις ἔχει καὶ ἀληθὲς καὶ ψεῦδος καὶ ἐν συνθέσει ἐστὶ διὰ τὴν προφοράν. τὸ οὖν λέγειν αὐτὸν ἀληθῆ ἢ ψευδῆ κατὰ πάσης λαβὲ τῆς κατὰ προφορὰν καταφάσεως, οὐ τῆς ἐνδιαθέτου.1 οὐ γὰρ πᾶς νοῦς ψεύδεται, ἀντὶ τοῦ ἀληθεύει ἢ ψεύδεται·2 ὁ γὰρ τῶν ἁπλῶν νοημάτων νοῦς ἀληθεύει μόνον, οὐ μὴν καὶ ψεύδεται, ὥστε οὐ πᾶς νοῦς ἀληθεύει ἢ ψεύδεται * * διὰ τὸν πρακτικόν φησιν εἰρῆσθαι. ὁ γὰρ θεωρητικὸς τῶν ἁπλῶν καὶ καθαρῶν νοημάτων ἀντιλαμβανόμενος οὐ ψεύδεται, ὁ δὲ πρακτικὸς ἐπειδὴ συντίθησιν ἑαυτῷ καὶ ἀλλήλοις τὰ ἔνυλα εἴδη, ἐν τούτῳ, φησί, διανοεῖται καὶ διὰ τοῦτο ψεύδεται· ὥστε πάλιν διὰ τὴν διάνοιαν τὸ ψεῦδος παρακολουθεῖ.

应当知道,即使我们曾说共同感觉类似于理智——因为正如共同感觉是一切个别感觉的终局完成一样,理智也是一切思维对象、推论思考对象以及意见对象的终局完成——,但仍然存在某种区别。因为在感觉的情形中,共同感觉是独立于五种感觉之外的某种他物;而在可思的事物中,进行认知的并不是这三者之外的某种他物,而是这三者中的一者在认知这种差异。因为理智作为三者之一(我指意见、推论思考和理智),自身知晓思维对象相对于推论思考对象、以及推论思考对象相对于意见对象的差异。因此,这就是理智相对于共同感觉的区别。还应当知道,正如共同感觉不仅知晓个别感觉所认识的事物,而且知晓除此以外的其他事物一样(因为共同感觉知晓落入感觉之下的可感觉对象的差异,而诸感觉正如我们已经说过的那样并不知晓这一点;因为个别感觉仅认识甜与白,而共同感觉不仅认识这些,而且认识它们的差异),理智同样不仅知晓思维对象、推论思考对象和意见对象,而且知晓它们的差异。因为较劣之物所认识的,较优之物也通晓;而较优之物所知晓的,较劣之物并不通晓。至少,推论思考对象与思维对象之间的差异,或者推论思考对象与意见对象之间的差异,推论思考和意见都不知晓;但理智作为优于推论思考和意见两者的存在,却知晓这种差异。因此有这样的比例:正如黑相对于其特有的思维内容,白亦同样相对于其特有的思维内容;并且交错而言,正如黑相对于白,白的思维内容亦相对于黑的思维内容。至此,概论在神的护佑下得以完成。 “而言明正如肯定一样,是关于某物[述说]某物。” 他意欲表达什么?即致力于单纯事物的理智有别于致力于复合事物的理智;因为他说,前者致力于内在的肯定;因为这种内在于状态的肯定可以说是单纯的,并且始终为真;而致力于复合事物的理智则致力于口头言语的肯定,口头言语的肯定兼有真与假,并且由于口头言语而处于结合之中。因此,当他言及真或假时,你当理解为指称一切口头言语的肯定,而非内在的肯定。“因为并非每一理智都犯错”是用来代替“都为真或为假”;因为把握单纯思维内容的理智仅为真,绝不犯错,所以并非每一理智都为真或为假[……]他说这是由于实践[理智]而被言说的。因为把握单纯而纯粹之思维内容的理论[理智]并不犯错,而实践[理智]既然将质料的形式与自身以及彼此相结合,在这一方面,他说,它在进行推论思考,并因此而犯错;因此虚假再次由于推论思考而随之产生。

语法注2 条
  1. 3.140τὸ οὖν λέγειν αὐτὸν ἀληθῆ ἢ ψευδῆ κατὰ πάσης λαβὲ τῆς κατὰ προφορὰν καταφάσεως, οὐ τῆς ἐνδιαθέτου

    句首带冠词的宾格不定式短语 τὸ ... λέγειν αὐτὸν ἀληθῆ ἢ ψευδῆ(其逻辑主语为宾格代词 αὐτόν,指亚里士多德)充当全句主要动词祈使式 λαβέ(“当作/理解为”)的直接宾语。介词短语 κατὰ πάσης ... τῆς κατὰ προφορὰν καταφάσεως 与 λαβέ 搭配,规定了解读的适用范围(“关于……来理解”)。

  2. 3.140ἀντὶ τοῦ ἀληθεύει ἢ ψεύδεται

    介词 ἀντί 支配带中性单数属格冠词 τοῦ 的引语结构(此处为直陈式动词短语),是注解家常用的习惯表达,意为“代替……”或“……之意”。此处注解家指出,亚里士多德原文中的动词 ψεύδεται(“犯错/为假”)在上下文中应理解为选言对立整体 ἀληθεύει ἢ ψεύδεται(“或为真或为假”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:555.24-556.22