- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:554.25-555.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过视觉的比喻详述理论理智与实践理智的区别,并进一步讨论理智与感觉的区分、共同感觉与理智的类比、灵魂的统合性以及善与真的相互关联。
ἀναλογεῖ μὲν γὰρ ὁ θεωρητικὸς ὄψει μόνον τὰ εἴδη κρινούσῃ τῶν χρωμάτων καὶ γινωσκούσῃ ὅτι τόδε μὲν λευκόν ἐστι, τόδε δὲ μέλαν· ὁ δὲ πρακτικὸς νοῦς ἀναλογεῖ ὄψει μὴ μόνον γινωσκούσῃ τὰ εἴδη τῶν χρωμάτων, ἀλλὰ καὶ σφετεριζομένῃ μὲν τὸ ἡδύ, ἀποστρεφομένῃ δὲ τὸ λυποῦν. ὥσπερ γὰρ ἡ ὄψις ἡ πρὸς τῷ λευκῷ καὶ μέλανι καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν γινώσκουσα,1 οὕτω καὶ ὁ πρακτικὸς νοῦς οὐ μόνον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οἶδεν, ἀλλὰ καὶ τὸ ἀγαθὸν καὶ κακόν, καὶ ἀναλογεῖ τὸ μὲν ἐν ὄψει ἡδὺ τῷ ἀγαθῷ, τὸ δὲ ἐν ὄψει λυπηρὸν τῷ κακῷ. πολλάκις δὲ ὁ νοῦς τὸ λυπηρὸν ἀντὶ τοῦ ἡδέος αἱρεῖται, διὰ τὸ εἶναι τὸ λυπηρὸν ἀγαθόν, τὸ δὲ ἡδύ ποτε καὶ κακόν. ὥστε αὕτη ἐστὶν ἡ διαφορά, ὅτι ὁ μὲν θεωρητικὸς νοῦς ἄνευ ὀρέξεως ἐνεργεῖ, τὴν ἀλήθειαν μόνην καὶ τὸ ψεῦδος γινώσκων, ὁ δὲ πρακτικὸς νοῦς μετὰ ὀρέξεως ἐνεργεῖ, τῷ εἰδέναι ποῖον μέν ἐστιν ἀγαθόν, ποῖον δὲ κακόν. μέχρι τούτων προαγαγὼν τὴν διάκρισιν τοῦ θεωρητικοῦ νοῦ πρὸς τὸν πρακτικόν, καὶ ἑτέραν ἡμῖν διάκρισιν παραδίδωσι τοῦ νοῦ πρὸς τὴν αἴσθησιν. ἐπειδὴ γὰρ καὶ ἐν τῇ διακρίσει τοῦ νοῦ πρὸς τὴν διάνοιαν καὶ πάλιν ἐν τῇ διακρίσει τοῦ θεωρητικοῦ νοῦ πρὸς τὸν πρακτικὸν νοῦν τῇ αἰσθήσει ἀπείκασεν, ἵνα μή τις νομίσῃ ὅτι κατὰ πάντα ἔοικεν ὁ νοῦς τῇ αἰσθήσει, διὰ τοῦτο νῦν διάκρισιν νοῦ πρὸς αἴσθησιν παραδίδωσι καί φησιν ὅτι ἡ κατὰ μέρος αἴσθησις, οἷον ἡ ὄψις, οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ κοινὸν καταγώγιόν ἐστι λευκοῦ καὶ μέλανος ἡ ὄψις, λευκοῦ δὲ καὶ γλυκέος ἡ κοινὴ αἴσθησις κοινόν ἐστι καταγώγιον· τὴν 〈γὰρ〉 διαφορὰν ἣν ἔχει τὸ λευκὸν πρὸς τὸ γλυκὺ οὐκ οἶδεν ἡ ὄψις, ἀλλ’ ἡ κοινὴ αἴσθησις. ὥσπερ οὖν ἀποπεράτωσίς ἐστι τῶν κατὰ μέρος αἰσθήσεων ἡ κοινὴ αἴσθησις, οὕτω καὶ τῶν θεωρητικῶν νοητῶν ἐστι κοινὸν καταγώγιον ἡ νοερὰ γνῶσις, καὶ τῶν πρακτικῶν, οἷον ἀγαθοῦ καὶ κακοῦ, ἡ νοερὰ πρᾶξις· ἀμφοτέρων δέ, καὶ τῶν θεωρητικῶν καὶ τῶν πρακτικῶν, ὁ νοῦς ἐστι καταγώγιον. καὶ τὴν μὲν νοερὰν γνῶσιν ὁ Πλάτων προσεκτικὸν ἔλεγε, τὴν δὲ νοερὰν πρᾶξιν συνειδός. ἔλεγε δὲ ταῦτα τῷ ὑποκειμένῳ τὰ αὐτὰ εἶναι· καὶ ὁ γινώσκων γὰρ πράττει· συνέζευκται γὰρ τῇ γνώσει ἡ ζωή, καὶ ἕν ἐστι τὸ λέγον ‘ἐγὼ ἐνόησα καὶ ἐτράφην’. εἰ γὰρ μὴ τοῦτο οὕτως ἔχει, εὔλογόν ἐστιν εἰπεῖν, ὡς σὺ μὲν τοῦδε, ἐγὼ δὲ τοῦδε αἰσθοίμην. διαφέρει δὲ ταῦτα τῷ λόγῳ τῷ τὸν μὲν πράττειν τὸν δὲ γινώσκειν.2 καὶ Ἀριστοτέλης δὲ οὕτω δοξάζει. καὶ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα κοινωνοῦσι· τὸ γὰρ ἀγαθὸν καὶ ἀληθές, τὸ δὲ κακὸν ψευδές· πλὴν διαφέρουσιν, ἐπειδὴ τὸ ἀγαθὸν πρός τι λέγεται (ὃ γὰρ πρὸς τὴν ψυχὴν ἀγαθὸν ἐν ἀρεταῖς, τοῦτο κακὸν τῷ σώματι),3 τὸ δὲ ἀληθὲς οὐ πρός τι λέγεται, ἀλλ’ ἀεὶ τὸ αὐτὸ ἀληθὲς καὶ καλόν. οὐ γὰρ δεκτέον Πλάτωνα λέγοντα, ὅτι τὸ ὁμολογῆσαι τῷ μαινομένῳ τὴν παρακαταθήκην τοῦ ξίφους ἀληθὲς μὲν κακὸν δέ· τὸ γὰρ ἀληθὲς κατὰ τὸν Ἀριστοτέλην ᾗ ἀληθὲς ἀεὶ καλόν.
因为理论[理智]对应于仅仅辨别颜色的形式、并认识到这是白而那是黑的视觉;而实践理智则对应于不仅认识颜色的形式、而且接纳令人愉悦之物并避开令人痛苦之物的视觉。因为正如除黑白之外还认识令人愉悦和令人痛苦之物的视觉一样,实践理智同样不仅知晓真与假,而且知晓善与恶,并且视觉中令人愉悦之物对应于善,而视觉中令人痛苦之物对应于恶。然而理智常常选择令人痛苦之物而非令人愉悦之物,这是因为令人痛苦之物是善,而令人愉悦之物有时也是恶。因此,区别就在于:理论理智不带欲望地活动,仅认识真理与虚假;而实践理智则伴随着欲望活动,这是由于知晓何种事物是善、何种事物是恶。在将理论理智与实践理智的区分推进到这一步之后,他又向我们传授了理智与感觉的另一个区分。因为既然他在理智与推论性思考的区分中,以及在理论理智与实践理智的区分中,都把理智比作感觉,为了防止有人认为理智在一切方面都类似于感觉,因此他现在传授理智与感觉的区分,并说:个别的感觉,例如视觉,知晓白与黑,并且视觉是白与黑的共同容纳所,但对于白与甜而言,共同感觉则是共同容纳所;[因为]白相对于甜所具有的差异,不是视觉、而是共同感觉所知晓的。正如共同感觉是个别感觉的终局完成一样,理智的认知也是理论思维对象的共同容纳所,而理智的实践则是实践事物(如善与恶)的[共同容纳所];理智则是两者即理论事物与实践事物的容纳所。柏拉图把理智的认知称为注意能力,而把理智的实践称为良知。并且他说这些在基底上是同一的;因为认知者也在实践;因为生命与认知联结在一起,说出“我思索并且我获得了滋养”的是同一者。因为若非如此,便会合理地得出犹如“你感知此事,而我感知彼事”一般的说法。但在定义上,这些因一方实践而另一方认知而有所不同。亚里士多德也持此观点。甚至在基底本身上它们也是相通的;因为善也是真,而恶也是假;只是它们有所不同,因为善是就关系而言的(因为就美德而言对灵魂为善者,对身体却是恶),而真是非相对而言的,相反,始终是同一事物既为真又为美善。因为不应采纳柏拉图所说的:向发疯者承认代存之剑是真但却是恶;因为根据亚里士多德,真者就其为真而言始终是美善的。
- 3.140ὥσπερ γὰρ ἡ ὄψις ἡ πρὸς τῷ λευκῷ καὶ μέλανι καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν γινώσκουσα
从句法上看,这是缺少限定动词的比照从句(ὥσπερ ... οὕτω ...)的前半部分。定冠词分词短语 ἡ ... γινώσκουσα 实际上构成名词性成分,意为“除黑白之外还认识愉悦与痛苦的视觉”,对应于后文主句 οὕτω καὶ ὁ πρακτικὸς νοῦς ... 的主语。此处可补出省略的述谓动词(如 ἔχει)。
- 3.140διαφέρει δὲ ταῦτα τῷ λόγῳ τῷ τὸν μὲν πράττειν τὸν δὲ γινώσκειν
此处出现两个与格:前面的 τῷ λόγῳ 是表示视角的与格(“在定义/说明上”);随后的 τῷ τὸν μὲν πράττειν τὸν δὲ γινώσκειν 则是带有宾格主语(τὸν μὲν ... τὸν δὲ ...)的带冠词不定式与格,以同位语或原因的方式具体说明其在定义上的差异内容。
- 3.140ὃ γὰρ πρὸς τὴν ψυχὴν ἀγαθὸν ἐν ἀρεταῖς, τοῦτο κακὸν τῷ σώματι
由关系代词 ὃ 引导的从句作为名词性成分,充当 τοῦτο 的先行结构。介词短语 πρὸς τὴν ψυχὴν(相对于灵魂)与与格 τῷ σώματι(对身体而言,利害与格)形成对比。两部分的谓语系动词 ἐστί 均被省略(“就美德而言对灵魂为善者,对身体却是恶”)。
