← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§553.17-554.25

理智的三重划分与实践理智同理论理智

菲洛波诺斯梳理了亚里士多德对理智的三重划分(简单与复合、潜能与现实、实践与理论),详细阐明了各组的区分标志,并论证了实践理智与理论理智在基底上相同而在关系上有别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.140#1

" Ἔστι δ’ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις." Δείξας Ἀριστοτέλης ὅτι ἀΐδιος ὁ νοῦς καὶ ὅτι διαφέρει αἰσθήσεως καὶ πῶς τὸ νοεῖν γίνεται, καὶ τὴν διαφορὰν τῶν νοητῶν, οὐ πρότερον ἀπαλλάττεται τοῦ νοῦ, πρὶν ἂν εἴπῃ1 ὁλοτελῶς αὐτοῦ τὴν διάκρισιν. καὶ διακρίνει τριττῶς τὸν νοῦν, τὸν περὶ τὰ ἁπλᾶ καταγινόμενον τοῦ περὶ τὰ σύνθετα καταγινομένου, ὅ ἐστι διανοίας, τὸν δυνάμει νοῦν τοῦ ἐνεργείᾳ, τὸν πρακτικὸν νοῦν τοῦ θεωρητικοῦ. καὶ τὸ μὲν πρῶτον μιᾷ διακρίσει διακρίνει, τὸ δὲ δεύτερον δύο, καὶ τὸ τρίτον τρισίν. διαφέρει τοίνυν, φησίν, ὁ περὶ τὰ ἁπλᾶ καταγινόμενος νοῦς τοῦ περὶ τὰ σύνθετα καταγινομένου, τουτέστι διανοίας (αὕτη γὰρ περὶ τὰ σύνθετα καταγίνεται), ὅτι ὁ μὲν νοῦς ἀεὶ ἀληθεύει, ἡ δὲ διάνοια καὶ ἀληθεύει καὶ ψεύδεται, καὶ οὐδὲ ἔοικε τὸ ἀληθὲς τῆς διανοίας τῷ ἀληθεῖ τοῦ νοῦ· τὸ μὲν γὰρ τοῦ νοῦ ὑπαρκτικόν ἐστιν ἀληθές, τὸ δὲ τῆς διανοίας ἐν συνθέσει ἔστι τινὸς κατά τι. καὶ ἔοικεν ὁ μὲν νοῦς αἰσθήσει περὶ τὰ οἰκεῖα αἰσθητὰ καταγινομένῃ, ἥτις ἀεὶ ἀληθεύει, ἡ δὲ διάνοια ἔοικεν αἰσθήσει τῇ περὶ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καταγινομένῃ· αὕτη γὰρ ποτὲ μὲν ψεύδεται ποτὲ δὲ ἀληθεύει καὶ ἐν συνθέσει ἐστίν· ἄλλο γὰρ ἐξ ἄλλου γινώσκει, οἷον ἀπὸ λευκοῦ ὅτι ἄνθρωπος. τὰ οὖν ἁπλᾶ νοήματα ὡς ἀναλογοῦντα ἰδιοπραγούσῃ αἰσθήσει τῇ ἀεὶ ἀληθευούσῃ ἀεὶ ἀληθεύουσιν,2 τὰ δὲ σύνθετα νοήματα ὡς ἀναλογοῦντα αἰσθήσει ἀλλοτριοπραγούσῃ ποτὲ μὲν ἀληθευούσῃ, ποτὲ δὲ ψευδομένῃ διὰ τοῦτο καὶ αὐτὰ ποτὲ μὲν ἀληθεύουσι ποτὲ δὲ ψεύδονται. οὕτω μὲν οὖν διακρίνει τὸν περὶ τὰ ἁπλᾶ καταγινόμενον νοῦν τοῦ περὶ τὰ σύνθετα καταγινομένου. εἶτα λοιπὸν διακρίνει τὸν δυνάμει νοῦν τοῦ ἐνεργείᾳ, πρῶτον μὲν ὅτι ὁ μὲν ἐνεργείᾳ νοῦς αὐτὰ τὰ πράγματά ἐστιν, ὁ δὲ δυνάμει οὐκ ἔστι τὰ πράγματα, εἰ μὴ νοήσῃ αὐτά, δεύτερον δὲ ὅτι ὁ μὲν δυνάμει νοῦς ἐν τῷ ἑνὶ χρόνῳ προτερεύει τοῦ ἐνεργείᾳ, ἐν δὲ τῷ ὅλῳ οὐ προτερεύει· ἔστι γὰρ ἀεὶ καὶ ἐνεργείᾳ καὶ δυνάμει· δεῖ γὰρ εἶναι τὸ ἐνεργείᾳ ἀεί, ἵνα ἀνάγῃ τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ. οὕτω καὶ τοῦτο διακρίνας διακρίνει καὶ τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ καὶ λέγει πρώτην διάκρισιν ταύτην, ὅτι ὁ μὲν πρακτικὸς νοῦς ἀεὶ περὶ μερικὰ καταγίνεται, ὁ δὲ θεωρητικὸς καὶ περὶ καθόλου. δευτέραν λέγει διάκρισιν· ὁ μὲν πρακτικὸς ἀεὶ φαντασίᾳ κέχρηται, ὁ δὲ θεωρητικὸς οὐκ ἀεί. τρίτη διάκρισις τὸ εἶναι ἐν μὲν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐν δὲ τῷ πρακτικῷ τὸ ἀγαθὸν καὶ κακόν. καὶ μᾶλλον αὕτη ἡ διάκρισις κρείττων· ἡ γὰρ δευτέρα οὐ πάνυ ἔχει τὸ ἀναγκαῖον· καὶ ὁ θεωρητικὸς γὰρ νοῦς ἀεὶ φαντασίᾳ κέχρηται. ἰστέον δὲ ὅτι οὐχ ἕτερός ἐστιν ὁ θεωρητικὸς νοῦς παρὰ τὸν πρακτικὸν τῷ ὑποκειμένῳ. ὥσπερ γὰρ οὐκ ἔστιν ἕτερος ὁ δυνάμει νοῦς παρὰ τὸν ἐνεργείᾳ τῷ ὑποκειμένῳ (ὁ αὐτὸς γάρ ἐστιν), ἀλλὰ μόνον τῷ χρόνῳ διαφέρει, οὕτω καὶ ὁ πρακτικὸς νοῦς ἔχει πρὸς τὸν θεωρητικόν· τῷ μὲν γὰρ ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῇ δὲ σχέσει διάφορος.3

“而断言是关于某物的某事,正如同肯定一样。” 亚里士多德在指明了理智是永恒的、它与感觉不同、思维是如何产生的、以及被思维之物的差异之后,在完全阐述其区分之前,并不离开关于理智的论述。他将理智作了三重区分:将处理单纯事物的理智与处理复合事物的理智(即推论性思考)区分开来,将潜能的理智与现实的理智区分开来,将实践的理智与理论的理智区分开来。他用一个区别标志来区分第一组,用两个来区分第二组,用三个来区分第三组。因此他说,处理单纯事物的理智不同于处理复合事物的理智,即推论性思考(因为它是处理复合事物的),其原因在于:理智始终为真,而推论性思考既可为真也可为假,而且推论性思考的真甚至不像理智的真;因为理智的真是实在性的,而推论性思考的真则在于某物对于某物的结合之中。理智类似于处理固有感觉对象的感觉,这种感觉始终为真;而推论性思考则类似于处理偶性感觉对象的感觉;因为后者有时为假有时为真,并且处于结合之中;因为它通过一物认知另一物,例如从白色认知出是人。因此,单纯的思维对象作为与行使自身机能且始终为真的感觉相对应者,始终为真;而复合的思维对象作为与行使外来机能且有时为真有时为假的感觉相对应者,由此自身也同样有时为真有时为假。他就以这种方式将处理单纯事物的理智与处理复合事物的理智区分开来。接下来,他进而将潜能的理智与现实的理智区分开来:第一,因为现实中的理智就是事物本身,而潜能中的理智除非思维事物,否则不是事物;第二,因为潜能的理智在个体中在时间上先于现实的理智,但在整体中则不先行;因为始终既有现实也有潜能;因为现实者必须始终存在,以便将潜能者引向现实。在这样区分了这一点之后,他又将理论理智与实践理智区分开来,并将这第一个区分表述为:实践理智始终处理个别事物,而理论理智也处理普遍事物。他述说了第二个区分:实践理智始终运用表象,而理论理智并不总是如此。第三个区分是:在理论理智中有真与假,而在实践理智中有善与恶。并且后一个区分毋宁更好;因为第二个并不十分具有必然性;因为理论理智也始终运用表象。然而应当知道,理论理智在基底上并非有别于实践理智。因为正如潜能的理智在基底上并非有别于现实的理智(因为它是同一的),而仅在时间上有所不同,实践理智对于理论理智的关系也是如此;因为在基底上它是同一的,但在关系上有所不同。

语法注3 条
  1. 3.140οὐ πρότερον ἀπαλλάττεται τοῦ νοῦ, πρὶν ἂν εἴπῃ

    时间从句结构,由 οὐ πρότερον 与引导虚拟式不定过去时 εἴπῃ 的 πρὶν ἄν 构成搭配,意为“直到阐明……才离开”。尽管主动词 ἀπαλλάττεται 是现在时,但蕴含着论述完成的预见性色彩,因而由 πρὶν ἄν 引导带有潜在意义的虚拟式。

  2. 3.140τὰ οὖν ἁπλᾶ νοήματα ... ἀεὶ ἀληθεύουσιν

    中性复数主语 τὰ ... νοήματα 搭配了复数动词 ἀληθεύουσιν,而非通常的雅典句式(单数动词)。这种数的一致凸显了各个思维对象或其认知内容的独立真实性,并与后文的复数 ψεύδονται 形成对仗。

  3. 3.140τῷ μὲν γὰρ ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῇ δὲ σχέσει διάφορος

    与格 τῷ ὑποκειμένῳ 和 τῇ σχέσει 用作表示限制或方面的与格(关系与格),用于界定在何种意义上相同、在何种意义上有别(“在基底上是同一的,而在关系上是有差异的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:553.17-554.25